- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg003.humanitext-grc2:12-25
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
テオドトスを巡るシモンたちとの小競り合いと、その際に起きた暴力沙汰の真相を語る。さらに、シモンが主張する契約金に関する虚偽を、彼の財産状況などを根拠に論駁する。
εἰσαρπάσειαν αὐτόν. ἐν δὲ τούτῳ τῷ καιρῷ ἀφικνοῦμαι ἐγὼ ἐκ Πειραιῶς, καὶ τρέπομαι παριὼν ὡς τὸν Λυσίμαχον·1 ὀλίγον δὲ χρόνον διατρίψαντες ἐξερχόμεθα. οὗτοι δʼ ἤδη μεθύοντες ἐκπηδῶσιν ἐφʼ ἡμᾶς καὶ οἱ μέν τινες αὐτῷ τῶν παραγενομένων οὐκ ἠθέλησαν συνεξαμαρτεῖν, Σίμων δὲ οὑτοσὶ καὶ Θεόφιλος καὶ Πρώταρχος καὶ Αὐτοκλῆς εἷλκον τὸ μειράκιον. ὁ δὲ ῥίψας τὸ ἱμάτιον ᾤχετο φεύγων.
彼らが少年を拉致するためです。ちょうどこの時、私はペイライエウスから戻り、通りがかりにリスィマコスの家へと向かいました。そして少しの間滞在した後に外へ出ました。すると、すでに酔っ払っていた彼らが私たちに襲いかかってきました。居合わせた者たちのうち数人は彼と共に悪事に加わることを望みませんでしたが、こちらのシモン、テオフィロス、プロタルコス、アウトクレスは少年を引っ張り出そうとしました。しかし少年は上着を投げ捨てて逃げ去りました。
ἐγὼ δὲ ἡγούμενος ἐκεῖνον μὲν ἐκφεύξεσθαι, τούτους δʼ, ἐπειδὴ τάχιστα ἐντύχοιεν ἀνθρώποις, αἰσχυνομένους ἀποτρέψεσθαι — ταῦτα διανοηθεὶς ἑτέραν ὁδὸν ᾠχόμην ἀπιών· οὕτω σφόδρʼ αὐτοὺς ἐφυλαττόμην, καὶ πάντα τὰ ὑπὸ τούτων γιγνόμενα μεγάλην ἐμαυτῷ συμφορὰν ἐνόμιζον.
私は、少年は逃げ切るだろうし、彼らも人前に出ればすぐに恥ずかしくなって引き下がるだろうと考えました。このように判断して、私は彼らを避けるために別の道を通って立ち去りました。それほど私は彼らを警戒していましたし、彼らによって引き起こされるあらゆる出来事を、自分にとっての大きな災難と考えていたのです。
κἀνταῦθα μέν, ἵνα φησὶ Σίμων τὴν μάχην γενέσθαι, οὔτε τούτων οὔτε ἡμῶν οὐδεὶς οὔτε κατεάγη τὴν κεφαλὴν οὔτε ἄλλο κακὸν οὐδὲν ἔλαβεν, ὧν ἐγὼ τοὺς παραγενομένους ὑμῖν παρέξομαι μάρτυρας.
そして、シモンが喧嘩が起きたと主張するその場所では、彼らのうちの誰も、私たちのうちの誰も、頭を割られることも、その他のいかなる危害を被ることもありませんでした。これらのことについて、私は居合わせた人々を証人として皆さんに提供いたします。
Μάρτυρες ὅτι μὲν τοίνυν οὗτος ἦν ὁ ἀδικήσας, ὦ βουλή, καὶ ἐπιβουλεύσας ἡμῖν, καὶ οὐκ ἐγὼ τούτῳ, ὑπὸ τῶν παραγενομένων μεμαρτύρηται ὑμῖν. μετὰ δὲ ταῦτα τὸ μὲν μειράκιον εἰς γναφεῖον κατέφυγεν, οὗτοι δὲ συνεισπεσόντες ἦγον αὐτὸν βίᾳ, βοῶντα καὶ κεκραγότα καὶ μαρτυρόμενον.
証人たち評議会員諸公よ、不当な行為を働き、私たちを襲撃したのはこの男であって私ではないことは、居合わせた人々によって皆さんに証言されました。この後、少年は縮絨仕事場に逃げ込みましたが、彼らは中に押し入って、叫び声を上げ、大声を出し、助けを求める少年を力ずくで連れ去ろうとしたのです。
συνδραμόντων δὲ ἀνθρώπων πολλῶν καὶ ἀγανακτούντων τῷ πράγματι καὶ δεινὰ φασκόντων εἶναι τὰ γιγνόμενα, τῶν μὲν λεγομένων οὐδὲν ἐφρόντιζον, Μόλωνα δὲ τὸν γναφέα καὶ ἄλλους τινὰς ἐπαμύνειν ἐπιχειροῦντας συνέκοψαν.
多くの人々が駆け寄り、この事態に憤慨し、起こっていることは非道であると言いましたが、彼らは人々の言葉を全く気に留めず、助けに入ろうとした縮絨職人のモロンや他の数人を殴打しました。
ἤδη δὲ αὐτοῖς οὖσι παρὰ τὴν Λάμπωνος οἰκίαν ἐγὼ μόνος βαδίζων ἐντυγχάνω, δεινὸν δὲ ἡγησάμενος εἶναι καὶ αἰσχρὸν περιιδεῖν οὕτως ἀνόμως καὶ βιαίως ὑβρισθέντα τὸν νεανίσκον, ἐπιλαμβάνομαι αὐτοῦ. οὗτοι δέ, διότι μὲν τοιαῦτα παρενόμουν εἰς ἐκεῖνον, οὐκ ἠθέλησαν εἰπεῖν ἐρωτηθέντες, ἀφέμενοι δὲ τοῦ νεανίσκου ἔτυπτον ἐμέ. μάχης δὲ γενομένης, ὦ βουλή, καὶ τοῦ μειρακίου βάλλοντος2 αὐτοὺς καὶ περὶ τοῦ σώματος ἀμυνομένου καὶ τούτων ἡμᾶς βαλλόντων, ἔτι δὲ τυπτόντων αὐτὸν ὑπὸ τῆς μέθης καὶ ἐμοῦ ἀμυνομένου, καὶ τῶν παραγενομένων ὡς ἀδικουμένοις ἡμῖν ἁπάντων ἐπικουρούντων, ἐν τούτῳ τῷ θορύβῳ συντριβόμεθα τὰς κεφαλὰς ἅπαντες.
彼らがすでにランポンの家の近くにいたとき、一人で歩いていた私が彼らに行き合わせました。そして、少年がこのように不法かつ暴力的に踏みにじられているのを見過ごすのは非道であり恥ずべきことだと考え、私は彼を掴んで引き留めました。しかし彼らは、なぜ少年に対してそのような無法な真似をするのかと尋ねられても答えようとせず、少年を放して私を殴り始めました。小競り合いが始まり、評議会員諸公よ、少年が彼らに石を投げ、自分の身を護るために自衛し、彼らも私たちに石を投げつけ、さらに酔った勢いで少年を殴り、私も自衛し、居合わせた人々が皆、不当な扱いを受けている私たちを助けるために加勢してくれた中で、この大騒動の最中に、私たちは全員頭を割られてしまったのです。
καὶ οἱ μὲν ἄλλοι οἱ μετὰ τούτου παροινήσαντες, ἐπειδὴ τάχιστά με εἶδον μετὰ ταῦτα, ἐδέοντό μου συγγνώμην ἔχειν, οὐχ ὡς ἀδικούμενοι ἀλλʼ ὡς δεινὰ πεποιηκότες· καὶ ἐξ ἐκείνου τοῦ χρόνου τεττάρων ἐτῶν παρεληλυθότων οὐδέν μοι πώποτε ἐνεκάλεσεν οὐδείς.
そして、彼と一緒に酔って暴れた他の者たちは、その後私に会うとすぐに、自分が被害者であるかのようにではなく、ひどいことをしてしまったとして、私に容赦を求めました。その時からすでに4年が経過していますが、これまで私を告発した者は誰もいません。
Σίμων δʼ οὑτοσί, πάντων τῶν κακῶν αἴτιος γενόμενος, τὸν μὲν ἄλλον χρόνον ἡσυχίαν ἦγε δεδιὼς περὶ αὑτοῦ, ἐπειδὴ δὲ δίκας ἰδίας ᾔσθετο κακῶς ἀγωνισάμενον3 ἐξ ἀντιδόσεως, καταφρονήσας μου οὑτωσὶ τολμηρῶς εἰς τοιοῦτον ἀγῶνά με κατέστησεν. ὡς οὖν καὶ ταῦτʼ ἀληθῆ λέγω, τούτων ὑμῖν τοὺς παραγενομένους μάρτυρας παρέξομαι.
しかし、こちらのシモンは、すべての悪事の元凶でありながら、自分の身を恐れてその間はおとなしくしていました。ところが、私が財産交換に伴う私訴において敗訴して困窮しているのを知ると、私を侮り、このように大胆にも私をこれほどの裁判に陥れたのです。したがって、私がこれらのことについても真実を述べていることを示すため、居合わせた人々を証人として皆さんに提供いたします。
Μάρτυρες τὰ μὲν οὖν γεγενημένα καὶ ἐμοῦ καὶ τῶν μαρτύρων ἀκηκόατε· ἐβουλόμην δʼ ἄν, ὦ βουλή, Σίμωνα τὴν αὐτὴν γνώμην ἐμοὶ ἔχειν, ἵνʼ ἀμφοτέρων ἡμῶν ἀκούσαντες τἀληθῆ ῥᾳδίως ἔγνωτε τὰ δίκαια. ἐπειδὴ δὲ αὐτῷ οὐδὲν μέλει τῶν ὅρκων ὧν ὠμόσατο, πειράσομαι καὶ περὶ ὧν οὗτος ἔψευσται διδάσκειν ὑμᾶς.
証人たちさて、起こった出来事については、私からも証人たちからもお聞きになりました。評議会員諸公よ、私はシモンが私と同じ考えを持っていてくれたらと望んでやみません。そうであれば、私たちの両方の真実を聞いた上で、皆さんは容易に正義を判断できたでしょう。しかし、彼は自分が立てた誓いを全く気にかけていないので、彼がどのような嘘をついているかについても、皆さんに説明することに努めましょう。
ἐτόλμησε γὰρ εἰπεῖν ὡς αὐτὸς μὲν τριακοσίας δραχμὰς ἔδωκε Θεοδότῳ, συνθήκας πρὸς αὐτὸν ποιησάμενος, ἐγὼ δʼ ἐπιβουλεύσας ἀπέστησα αὐτοῦ τὸ μειράκιον. καίτοι ἐχρῆν αὐτόν, εἴπερ ἦν ταῦτʼ ἀληθῆ, παρακαλέσαντα μάρτυρας ὡς πλείστους κατὰ τοὺς νόμους διαπράττεσθαι περὶ αὐτῶν.
なぜなら、彼はテオドトスに300ドラクマを与えて契約を結んだが、私が策略をめぐらして少年を彼から引き離した、と大胆にも主張したからです。しかし、もしそれが真実であるならば、彼はできるだけ多くの証人を呼び、法律に従ってその件を解決すべきだったのです。
οὗτος δὲ τοιοῦτον οὐδὲν πώποτε φαίνεται ποιήσας, ὑβρίζων δὲ καὶ τύπτων ἀμφοτέρους ἡμᾶς καὶ κωμάζων καὶ τὰς θύρας ἐκβάλλων καὶ νύκτωρ εἰσιὼν ἐπὶ γυναῖκας ἐλευθέρας. ἃ χρὴ μάλιστα, ὦ βουλή, τεκμήρια νομίζειν ὅτι ψεύδεται πρὸς ὑμᾶς.
しかし、彼はそのようなことは一度も行わなかったことが明らかであり、むしろ私たち二人を侮辱して殴り、夜討ちをして、扉を壊し、夜間に自由な身分の女性たちのもとに押し入ったのです。評議会員諸公よ、これらこそ、彼が皆さんに嘘をついている最大の証拠と見なすべきです。
σκέψασθε δὲ ὡς ἄπιστα εἴρηκε. τὴν γὰρ οὐσίαν τὴν ἑαυτοῦ ἅπασαν πεντήκοντα καὶ διακοσίων δραχμῶν ἐτιμήσατο. καίτοι θαυμαστὸν εἰ τὸν ἑταιρήσοντα πλειόνων ἐμισθώσατο ὧν αὐτὸς τυγχάνει κεκτημένος.4
彼がいかに信じがたいことを言っているか考えてみてください。彼は自分の全財産を250ドラクマと見積もりました。それなのに、自分が所有している財産よりも多い金額で、愛人契約を結んだというのは驚くべきことです。
εἰς τοῦτο δʼ ἥκει τόλμης ὥστε οὐκ ἐξαρκεῖ περὶ τούτου μόνον αὐτῷ ψεύσασθαι, περὶ τοῦ δεδωκέναι τὸ ἀργύριον, ἀλλὰ καὶ κεκομίσθαι φησί· καίτοι πῶς εἰκός ἐστι τότε μὲν ἡμᾶς τοιαῦτα ἐξαμαρτάνειν οἷα κατηγόρηκεν οὗτος, ἀποστερῆσαι βουλομένους τὰς τριακοσίας δραχμάς, ἐπειδὴ δὲ ἀπεμαχεσάμεθα, τηνικαῦτα ἀποδοῦναι τὸ ἀργύριον αὐτῷ, μήτε ἀφειμένους τῶν ἐγκλημάτων μήτε ἀνάγκης ἡμῖν μηδεμιᾶς γενομένης;
彼は、お金を与えたということについて嘘をつくだけでは飽き足らず、それを取り戻したとまで主張するほど大胆です。しかし、私たちが彼の言うように300ドラクマを奪おうと望んでそのような不当な行為を働きながら、戦い終わった後になって、告発を取り下げられたわけでもなく、何の強制も受けていないのに、そのお金を彼に返却するなどということが、どうしてあり得るでしょうか。
- 12ὡς τὸν Λυσίμαχον
前置詞 ὡς が対格を伴って「〜の家へ、〜のもとへ」を意味する用法。人名(ここではリスィマコス)を目的地とする場合に用いられる。
- 18καὶ τοῦ μειρακίου βάλλοντος
一連の独立分詞句(属格絶対)が重なる構造。混戦状態の中での複発的な行動(少年が石を投げる、シモン一味が石を投げる、話者が自衛するなど)が同時並行で進行している様子を生き生きと描いている。
- 20ᾔσθετο κακῶς ἀγωνισάμενον
動詞 ᾔσθετο(αἰσθάνομαι の3人称単数アオリスト)が補足分詞 ἀγωνισάμενον を伴う。意味上の主語(対格の ἐμέ 「私」)が省略されており、話者自身が「財産交換に伴う裁判(ἐξ ἀντιδόσεως)において敗訴したこと」をシモンが知った、という意味になる。
- 24πλειόνων ὧν αὐτὸς τυγχάνει κεκτημένος
比較級 πλειόνων(πλείων の属格)に導かれる比較の属格構造。関係代名詞 ὧν は、先行詞となる代名詞(ἐκείνων「それらのもの」)の省略、およびそれらが関係節内で直接目的語(対格 ἃ)だったものが、先行詞の格(属格)に引きずられて同化した「格の同化(Attraction)」が起きている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 4 件
