§95καὶ γὰρ παρ’ἡμῖν θεωρεῖται πολλὰ μὲν ἐξ ἑαυτῶν ἔχοντα, πολλὰ δὲ ἀφ’ ἑτέρων.
因为在我们身边的现象中,也被观察到许多事物自身拥有光,许多事物从其他事物获得光。
καὶ οὐθὲν ἐμποδοστατεῖ τῶν ἐν τοῖς μετεώροις φαινομένων, ἐάν τις τοῦ πλεοναχοῦ τρόπου ἀεὶ μνήμην ἔχῃ καὶ τὰς ἀκολούθους αὐτοῖς ὑποθέσεις ἅμα καὶ αἰτίας συνθεωρῇ καὶ μὴ ἀναβλέπων εἰς τὰ ἀνακόλουθα ταῦτ’ ὀγκοῖ ματαίως καὶ καταρρέπῃ ἄλλοτε ἄλλως ἐπὶ τὸν μοναχὸν τρόπον.
如果没有人只看那些不一致的事物,而是始终记住多种解释的方法,并同时考察与它们相契合的假说和原因,而不虚妄地夸大这些事物,并时而偏向单一的解释方式,那么天象中的任何显现都不会成为阻碍。
Ἡ δὲ ἔμφασις τοῦ προσώπου ἐν αὐτῇ δύναται μὲν γίνεσθαι καὶ κατὰ παραλλαγὴν μερῶν καὶ κατ’ ἐπιπρόσθησιν, καὶ ὅσοι ποτ’ ἂν τρόποι θεωροῖντο τὸ σύμφωνον τοῖς φαινομένοις κεκτημένοι.
而月亮中人脸般的显现,既可能由于其各部分的差异而产生,也可能由于遮挡,以及任何被观察到与现象相一致的方式而产生。
§96ἐπὶ πάντων γὰρ τῶν μετεώρων τὴν τοιαύτην ἴχνευσιν οὐ προετέον.
因为在所有天象中,都不应放弃这种探求。
ἢν γάρ τις ᾖ μαχόμενος τοῖς ἐναργήμασιν, οὐδέποτε μὴ δυνήσεται ἀταραξίας γνησίου μεταλαβεῖν.
因为如果有人与显而易见的事实相冲突,他就绝不可能分沾到真正的灵魂安宁(ataraxia)。
Ἔκλειψις ἡλίου καὶ σελήνης δύναται μὲν γίνεσθαι καὶ κατὰ σβέσιν, καθάπερ καὶ παρὰ ἡμῖν τοῦτο θεωρεῖται γινόμενον· καὶ ἔτι κατ’ ἐπιπρόσθησιν ἄλλων τινῶν, ἢ γῆς ἢ οὐρανοῦ ἢ τινος ἑτέρου τοιούτου.
太阳和月亮的食,既可能通过熄灭而产生,正如在我们身边也观察到这种情况发生一样;此外,也可能通过其他事物的遮挡,无论是地球、天空还是其他类似的事物。
καὶ ὧδε τοὺς οἰκείους ἀλλήλοις τρόπους συνθεωρητέον, καὶ τὰς ἅμα συγκυρήσεις τινῶν ὅτι οὐκ ἀδύνατον γίνεσθαι.
因此,必须同时考察彼此契合的解释方式,以及某些事物的多重巧合并非不可能发生。
(ἐν δὲ τῇ ῑβ̄̄ Περὶ φύσεως ταὐτὰ λέγει καὶ πρός, ἥλιον ἐκλείπειν σελήνης ἐπισκοτούσης, σελήνην δὲ τοῦ τῆς γῆς σκιάσματος, ἀλλὰ καὶ κατ’ ἀναχώρησιν.
(在《论自然》第十二卷中,他也说了同样的话,此外还指出,太阳因月亮的遮蔽而食,月亮则因地球的阴影而食,但也可以通过撤退而产生。
§97τοῦτο δὲ καὶ Διογένης ὁ Ἐπικούρειος ἐν τῇ ᾱ τῶν Ἐπιλέκτων.
埃比科鲁斯派的迪奥根尼在《选集》第一卷中也这样说。
) Ἔτι τε τάξις περιόδου, καθάπερ ἔνια καὶ παρ’ ἡμῖν τῶν τυχόντων γίνεται, λαμβανέσθω· καὶ ἡ θεία φύσις πρὸς ταῦτα μηδαμῇ προσαγέσθω, ἀλλ’ ἀλειτούργητος διατηρείσθω καὶ ἐν τῇ πάσῃ μακαριότητι.
)此外,周期的秩序应当被接受,正如我们身边一些偶然的事物也会那样发生;神圣的本性绝不应被引入这些事物中,而应当保持不承担任何职务,并处于完全的至福之中。
ὡς εἰ τοῦτο μὴ πραχθήσεται, ἅπασα ἡ τῶν μετεώρων αἰτιολογία ματαία ἔσται, καθάπερ τισὶν ἤδη ἐγένετο οὐ δυνατοῦ τρόπου ἐφαψαμένοις, εἰς δὲ τὸ μάταιον ἐκπεσοῦσι τῷ καθ’ ἕνα τρόπον μόνον οἴεσθαι γίνεσθαι, τοὺς δ’ ἄλλους πάντας τοὺς κατὰ τὸ ἐνδεχόμενον ἐκβάλλειν εἴς τε τὸ ἀδιανόητον φερομένους καὶ τὰ φαινόμενα, ἃ δεῖ σημεῖα ἀποδέχεσθαι, μὴ δυναμένους συνθεωρεῖν.
因为如果不这样做,关于天象的整个原因探究都将是徒劳的,正如已经发生在某些人身上那样,他们执着于不可能的方法,由于认为事物仅以一种方式产生而陷于虚妄,排斥了所有其他可能的方式,被带入不可思议之中,并且无法同时考察那些应当作为征兆来接受的现象。
§98Μήκη νυκτῶν καὶ ἡμερῶν παραλλάττοντα. . . καὶ παρὰ τὸ ταχείας ἡλίου κινήσεις γίνεσθαι καὶ πάλιν βραδείας 〈καὶ〉 (ὑπὲρ γῆς) παρὰ τὸ μήκη τόπων παραλλάττοντα. . . (καὶ τόπους τινὰς περαιοῦντα τάχιον), ὡς καὶ παρὰ ἡμῖν (ἢ καὶ βραδύτερον) τινα θεωρεῖται, οἷς συμφώνως δεῖ λέγειν ἐπὶ τῶν μετεώρων.
夜和昼的长度变化……既由于太阳运动变快和再次变慢,也由于(在地面上)场所的长度变化……(并且更迅速地通过某些场所),正如在我们身边也观察到一些事物(或更慢地)那样,必须以与这些相一致的方式来谈论天象。
οἱ δὲ τὸ ἓν λαμβάνοντες τοῖς τε φαινομένοις μάχονται καὶ τοῦ ᾗ δυνατὸν ἀνθρώπῳ θεωρῆσαι διαπεπτώκασιν.
而那些采用单一解释的人与现象相冲突,并且已经偏离了人类可能观察的方式。
Ἐπισημασίαι δύνανται γίνεσθαι καὶ κατὰ συγκυρήσεις καιρῶν, καθάπερ ἐν τοῖς ἐμφανέσι παρ’ ἡμῖν ζῴοις, καὶ παρ’ ἑτεροιώσεις ἀέρος καὶ μεταβολάς· §99ἀμφότερα γὰρ ταῦτα οὐ μάχεται τοῖς φαινομένοις.
天气预兆的产生,既可能通过季节的巧合,正如在我们身边显现的动物那样,也可能由于空气的蚀变和变化;因为这两者都不与现象相冲突。
ἐπὶ δὲ ποίοις παρὰ τοῦτο ἢ τοῦτο τὸ αἴτιον γίνεται, οὐκ ἔστι συνιδεῖν.
但究竟在什么情况下是因为这个原因还是那个原因而产生,是无法看清的。
Νέφη δύναται γίνεσθαι καὶ συνίστασθαι καὶ παρὰ πιλήσεις ἀέρος πνευμάτων συνώσει καὶ παρὰ περιπλοκὰς ἀλληλούχων ἀτόμων καὶ ἐπιτηδείων εἰς τὸ τοῦτο τελέσαι καὶ κατὰ ῥευμάτων συλλογὴν ἀπό τε γῆς καὶ ὑδάτων· καὶ κατ’ ἄλλους δὲ τρόπους πλείους αἱ τῶν τοιούτων συστάσεις οὐκ ἀδυνατοῦσι συντελεῖσθαι.
云的产生和形成,既可能通过风的挤压使空气凝结,也可能通过相互纠缠且适合完成此事的原子之间的交织,还可能通过来自陆地和水域的流的聚集;并且以其他更多的方式,这些事物的形成并非不可能完成。
Ἤδη δ’ ἀπ’ αὐτῶν ᾗ μὲν θλιβομένων, ᾗ δὲ μεταβαλλόντων ὕδατα δύναται συντελεῖσθαι, §100ἔτι τε (πνεύματα κατὰ ἀποφορὰν ἀπὸ ἐπιτηδείων τόπων) καὶ δι’ ἀέρος κινουμένων, βιαιοτέρας ἐπαρδεύσεως γινομένης ἀπό τινων ἀθροισμάτων ἐπιτηδείων εἰς τὰς τοιαύτας ἐπιπέμψεις.
而雨水已经可以从它们中产生,一方面由于被挤压,另一方面由于发生变化,此外,还可能(由于风从合适的地方蒸发)并在空气中移动,同时由于某些适合此类输送的聚集物产生了更剧烈的雨水供给。
Βροντὰς ἐνδέχεται γίνεσθαι καὶ κατὰ πνεύματος ἐν τοῖς κοιλώμασι τῶν νεφῶν ἀνείλησιν, καθάπερ ἐν τοῖς ἡμετέροις ἀγγείοις, καὶ παρὰ πυρὸς πεπνευματωμένου βόμβον ἐν αὐτοῖς, καὶ κατὰ ῥήξεις δὲ νεφῶν καὶ διαστάσεις, καὶ κατὰ παρατρίψεις νεφῶν καὶ †τάξεις πῆξιν εἰληφότων κρυσταλλοειδῆ·
雷鸣的产生,既可能由于风在云的空洞中被包裹,正如在我们的容器中一样,也由于其中带风之火的轰鸣,还由于云的破裂和分裂,以及凝固成水晶状的云的摩擦和碰撞。
καὶ τὸ ὅλον καὶ τοῦτο τὸ μέρος πλεοναχῶς γίνεσθαι λέγειν ἐκκαλεῖται τὰ φαινόμενα.
总之,现象要求我们说这一部分也是以多种方式产生的。