§95καὶ γὰρ παρ’ἡμῖν θεωρεῖται πολλὰ μὲν ἐξ ἑαυτῶν ἔχοντα, πολλὰ δὲ ἀφ’ ἑτέρων.
というのも、私たちの身の回りでも、多くのものが自ら[光を]持ち、多くのものが他から得ているのが観察されるからです。
καὶ οὐθὲν ἐμποδοστατεῖ τῶν ἐν τοῖς μετεώροις φαινομένων, ἐάν τις τοῦ πλεοναχοῦ τρόπου ἀεὶ μνήμην ἔχῃ καὶ τὰς ἀκολούθους αὐτοῖς ὑποθέσεις ἅμα καὶ αἰτίας συνθεωρῇ καὶ μὴ ἀναβλέπων εἰς τὰ ἀνακόλουθα ταῦτ’ ὀγκοῖ ματαίως καὶ καταρρέπῃ ἄλλοτε ἄλλως ἐπὶ τὸν μοναχὸν τρόπον.
そして、天空の現象の何ものも障害とはなりません。 もし人が、複数の解釈方法を常に念頭に置き、それらに適合する仮定と原因を同時に考察し、不適合なものに目を向けずに、これらを虚しく誇張したり、時と場合によって異なる形で唯一の方法に傾倒したりしないならば。
Ἡ δὲ ἔμφασις τοῦ προσώπου ἐν αὐτῇ δύναται μὲν γίνεσθαι καὶ κατὰ παραλλαγὴν μερῶν καὶ κατ’ ἐπιπρόσθησιν, καὶ ὅσοι ποτ’ ἂν τρόποι θεωροῖντο τὸ σύμφωνον τοῖς φαινομένοις κεκτημένοι.
また、月の中に見える顔のような模様は、部分の差異によっても、遮蔽によっても、また現象と調和していることが見出されるいかなる方法によっても生じえます。
§96ἐπὶ πάντων γὰρ τῶν μετεώρων τὴν τοιαύτην ἴχνευσιν οὐ προετέον.
というのも、すべての天空の現象において、このような探究を放棄してはならないからです。
ἢν γάρ τις ᾖ μαχόμενος τοῖς ἐναργήμασιν, οὐδέποτε μὴ δυνήσεται ἀταραξίας γνησίου μεταλαβεῖν.
もし人が、明白な事実に反するならば、真の心の平穏(アタラクシア)に与ることは決してできないでしょう。
Ἔκλειψις ἡλίου καὶ σελήνης δύναται μὲν γίνεσθαι καὶ κατὰ σβέσιν, καθάπερ καὶ παρὰ ἡμῖν τοῦτο θεωρεῖται γινόμενον·
太陽と月の食は、私たちの身の回りでもこれが生じるのが観察されるように、消火によっても生じえます。
καὶ ἔτι κατ’ ἐπιπρόσθησιν ἄλλων τινῶν, ἢ γῆς ἢ οὐρανοῦ ἢ τινος ἑτέρου τοιούτου.
さらにまた、地球や天、あるいは何か他のそのようなものといった、他の何らかの天体による遮蔽によっても生じえます。
καὶ ὧδε τοὺς οἰκείους ἀλλήλοις τρόπους συνθεωρητέον, καὶ τὰς ἅμα συγκυρήσεις τινῶν ὅτι οὐκ ἀδύνατον γίνεσθαι.
そして、このように互いに適合する複数の方法を同時に考察すべきであり、ある出来事の同時発生が生じることも不可能ではない[と考えるべきです]。
(ἐν δὲ τῇ ῑβ̄̄ Περὶ φύσεως ταὐτὰ λέγει καὶ πρός, ἥλιον ἐκλείπειν σελήνης ἐπισκοτούσης, σελήνην δὲ τοῦ τῆς γῆς σκιάσματος, ἀλλὰ καὶ κατ’ ἀναχώρησιν.
(なお、『自然について』第十二巻において、彼はこれと同じことを述べており、さらに太陽は月が遮光することによって食し、月は地球の影によって[食する]とし、さらにまた[天体の]後退によっても[食する]としています。
§97τοῦτο δὲ καὶ Διογένης ὁ Ἐπικούρειος ἐν τῇ ᾱ τῶν Ἐπιλέκτων.
このことは、エピクロス派のディオゲネスも『選集』第一巻で述べています。
) Ἔτι τε τάξις περιόδου, καθάπερ ἔνια καὶ παρ’ ἡμῖν τῶν τυχόντων γίνεται, λαμβανέσθω·
)さらに、周期の秩序については、私たちの身の回りにあるありふれたもののいくつかがそのようになるのと同様に、受け入れられるべきです。
καὶ ἡ θεία φύσις πρὸς ταῦτα μηδαμῇ προσαγέσθω, ἀλλ’ ἀλειτούργητος διατηρείσθω καὶ ἐν τῇ πάσῃ μακαριότητι.
そして、神的な本性はこれらのことに決して関与させられるべきではなく、いかなる職務も持たず、完全な至福の中に維持されるべきです。
ὡς εἰ τοῦτο μὴ πραχθήσεται, ἅπασα ἡ τῶν μετεώρων αἰτιολογία ματαία ἔσται, καθάπερ τισὶν ἤδη ἐγένετο οὐ δυνατοῦ τρόπου ἐφαψαμένοις, εἰς δὲ τὸ μάταιον ἐκπεσοῦσι τῷ καθ’ ἕνα τρόπον μόνον οἴεσθαι γίνεσθαι, τοὺς δ’ ἄλλους πάντας τοὺς κατὰ τὸ ἐνδεχόμενον ἐκβάλλειν εἴς τε τὸ ἀδιανόητον φερομένους καὶ τὰ φαινόμενα, ἃ δεῖ σημεῖα ἀποδέχεσθαι, μὴ δυναμένους συνθεωρεῖν.
なぜなら、もしこれがなされないならば、天空の現象に関するあらゆる原因究明は無駄になるからです。 可能ではない方法に執着し、ただ一つの方法によってのみ生じると考えることによって無駄に陥り、可能性に応じた他のすべての方法を排斥し、不可解なものへと流され、目印として受け入れるべき現象を同時に考察することができないがゆえに、既に無駄に陥ってしまった人々のように。
§98Μήκη νυκτῶν καὶ ἡμερῶν παραλλάττοντα. . . καὶ παρὰ τὸ ταχείας ἡλίου κινήσεις γίνεσθαι καὶ πάλιν βραδείας 〈καὶ〉 (ὑπὲρ γῆς) παρὰ τὸ μήκη τόπων παραλλάττοντα. . . (καὶ τόπους τινὰς περαιοῦντα τάχιον), ὡς καὶ παρὰ ἡμῖν (ἢ καὶ βραδύτερον) τινα θεωρεῖται, οἷς συμφώνως δεῖ λέγειν ἐπὶ τῶν μετεώρων.
夜と昼の長さが変化することは……また太陽の運動が速くなったり、逆に遅くなったりすることによっても、また(地上の上での)場所の長さが変化することによっても……(そしてある場所をより速く、あるいはより遅く通過することによっても)、私たちの身の回りでもいくつかのものがそのように観察されるのと同様に。 これらと調和するように、天空の現象についても語らねばなりません。
οἱ δὲ τὸ ἓν λαμβάνοντες τοῖς τε φαινομένοις μάχονται καὶ τοῦ ᾗ δυνατὸν ἀνθρώπῳ θεωρῆσαι διαπεπτώκασιν.
しかし、唯一の方法のみを受け入れる人々は、現象と矛盾しており、人間に観察可能な方法から踏み外してしまっています。
Ἐπισημασίαι δύνανται γίνεσθαι καὶ κατὰ συγκυρήσεις καιρῶν, καθάπερ ἐν τοῖς ἐμφανέσι παρ’ ἡμῖν ζῴοις, καὶ παρ’ ἑτεροιώσεις ἀέρος καὶ μεταβολάς·
気象の兆候は、私たちの身の回りに現れる動物たちに見られるように、季節の同時発生によっても生じえますし、また空気の変化や変転によっても生じえます。
§99ἀμφότερα γὰρ ταῦτα οὐ μάχεται τοῖς φαινομένοις.
というのも、これら両者は現象と矛盾しないからです。
ἐπὶ δὲ ποίοις παρὰ τοῦτο ἢ τοῦτο τὸ αἴτιον γίνεται, οὐκ ἔστι συνιδεῖν.
しかし、どのような場合にこれまたはあれの原因によってこれが生じるのかを、見極めることはできません。
Νέφη δύναται γίνεσθαι καὶ συνίστασθαι καὶ παρὰ πιλήσεις ἀέρος πνευμάτων συνώσει καὶ παρὰ περιπλοκὰς ἀλληλούχων ἀτόμων καὶ ἐπιτηδείων εἰς τὸ τοῦτο τελέσαι καὶ κατὰ ῥευμάτων συλλογὴν ἀπό τε γῆς καὶ ὑδάτων·
雲は、風の圧縮による空気の凝縮によっても、また、互いに絡み合い、このことを成し遂げるのに適した原子たちの絡み合いによっても、また、地や水からの上昇気流の集積によっても、発生し形成されることが可能です。
καὶ κατ’ ἄλλους δὲ τρόπους πλείους αἱ τῶν τοιούτων συστάσεις οὐκ ἀδυνατοῦσι συντελεῖσθαι.
また、他のさらに多くの方法によっても、このようなものの形成が完了することは不可能ではありません。
Ἤδη δ’ ἀπ’ αὐτῶν ᾗ μὲν θλιβομένων, ᾗ δὲ μεταβαλλόντων ὕδατα δύναται συντελεῖσθαι,
そして、それらから、一方は圧縮され、他方は変化することによって、雨がもたらされることも可能です。
§100ἔτι τε (πνεύματα κατὰ ἀποφορὰν ἀπὸ ἐπιτηδείων τόπων) καὶ δι’ ἀέρος κινουμένων, βιαιοτέρας ἐπαρδεύσεως γινομένης ἀπό τινων ἀθροισμάτων ἐπιτηδείων εἰς τὰς τοιαύτας ἐπιπέμψεις.
さらにまた、(適した場所からの発散による風)が、空気を通って動かされ、そのような放出に適した何らかの集積物から、より激しい雨の供給がもたらされることによっても可能です。
Βροντὰς ἐνδέχεται γίνεσθαι καὶ κατὰ πνεύματος ἐν τοῖς κοιλώμασι τῶν νεφῶν ἀνείλησιν, καθάπερ ἐν τοῖς ἡμετέροις ἀγγείοις, καὶ παρὰ πυρὸς πεπνευματωμένου βόμβον ἐν αὐτοῖς, καὶ κατὰ ῥήξεις δὲ νεφῶν καὶ διαστάσεις, καὶ κατὰ παρατρίψεις νεφῶν καὶ †τάξεις πῆξιν εἰληφότων κρυσταλλοειδῆ·
雷鳴は、私たちの容器の中でそうなるように、雲の空洞の中に風が閉じ込められることによっても生じえますし、また、それらの中で、風を帯びた火がうなることによっても、また、雲の破裂や分裂によっても、また、氷結晶のように凝固した雲の摩擦や衝突によっても生じえます。
καὶ τὸ ὅλον καὶ τοῦτο τὸ μέρος πλεοναχῶς γίνεσθαι λέγειν ἐκκαλεῖται τὰ φαινόμενα.
そして全体として、この現象についても、複数の方法で生じると言うことを、現象が要求しているのです。