- 底本
- Epicurus. Epicuri epistulae tres et ratae sententiae a Laertio Diogene Servatae. von der Mühll, Peter, editor. Leipzig: Teubner, 1922.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0537.tlg011.humanitext-grc1:95-100
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
本チャンクでは、月の顔の模様、日食・月食、天空の周期秩序、昼夜の長さの変化、気象の兆候、雲と雨および雷鳴の形成について、複数の自然的原因の可能性を提示し、神の関与を否定しつつ多重説明を受け入れる認識論的態度を強調する。
καὶ γὰρ παρ’ἡμῖν θεωρεῖται πολλὰ μὲν ἐξ ἑαυτῶν ἔχοντα, πολλὰ δὲ ἀφ’ ἑτέρων. καὶ οὐθὲν ἐμποδοστατεῖ τῶν ἐν τοῖς μετεώροις φαινομένων, ἐάν τις τοῦ πλεοναχοῦ τρόπου ἀεὶ μνήμην ἔχῃ καὶ τὰς ἀκολούθους αὐτοῖς ὑποθέσεις ἅμα καὶ αἰτίας συνθεωρῇ καὶ μὴ ἀναβλέπων εἰς τὰ ἀνακόλουθα ταῦτ’ ὀγκοῖ ματαίως καὶ καταρρέπῃ1 ἄλλοτε ἄλλως ἐπὶ τὸν μοναχὸν τρόπον. Ἡ δὲ ἔμφασις τοῦ προσώπου ἐν αὐτῇ δύναται μὲν γίνεσθαι καὶ κατὰ παραλλαγὴν μερῶν καὶ κατ’ ἐπιπρόσθησιν, καὶ ὅσοι ποτ’ ἂν τρόποι θεωροῖντο τὸ σύμφωνον τοῖς φαινομένοις κεκτημένοι.
というのも、私たちの身の回りでも、多くのものが自ら[光を]持ち、多くのものが他から得ているのが観察されるからです。そして、天空の現象の何ものも障害とはなりません。もし人が、複数の解釈方法を常に念頭に置き、それらに適合する仮定と原因を同時に考察し、不適合なものに目を向けずに、これらを虚しく誇張したり、時と場合によって異なる形で唯一の方法に傾倒したりしないならば。また、月の中に見える顔のような模様は、部分の差異によっても、遮蔽によっても、また現象と調和していることが見出されるいかなる方法によっても生じえます。
ἐπὶ πάντων γὰρ τῶν μετεώρων τὴν τοιαύτην ἴχνευσιν οὐ προετέον. ἢν γάρ τις ᾖ μαχόμενος τοῖς ἐναργήμασιν, οὐδέποτε μὴ δυνήσεται ἀταραξίας γνησίου μεταλαβεῖν. Ἔκλειψις ἡλίου καὶ σελήνης δύναται μὲν γίνεσθαι καὶ κατὰ σβέσιν, καθάπερ καὶ παρὰ ἡμῖν τοῦτο θεωρεῖται γινόμενον· καὶ ἔτι κατ’ ἐπιπρόσθησιν ἄλλων τινῶν, ἢ γῆς ἢ οὐρανοῦ ἢ τινος ἑτέρου τοιούτου. καὶ ὧδε τοὺς οἰκείους ἀλλήλοις τρόπους συνθεωρητέον, καὶ τὰς ἅμα συγκυρήσεις τινῶν ὅτι οὐκ ἀδύνατον γίνεσθαι.2 (ἐν δὲ τῇ ῑβ̄̄ Περὶ φύσεως ταὐτὰ λέγει καὶ πρός, ἥλιον ἐκλείπειν σελήνης ἐπισκοτούσης, σελήνην δὲ τοῦ τῆς γῆς σκιάσματος, ἀλλὰ καὶ κατ’ ἀναχώρησιν.
というのも、すべての天空の現象において、このような探究を放棄してはならないからです。もし人が、明白な事実に反するならば、真の心の平穏(アタラクシア)に与ることは決してできないでしょう。 太陽と月の食は、私たちの身の回りでもこれが生じるのが観察されるように、消火によっても生じえます。さらにまた、地球や天、あるいは何か他のそのようなものといった、他の何らかの天体による遮蔽によっても生じえます。そして、このように互いに適合する複数の方法を同時に考察すべきであり、ある出来事の同時発生が生じることも不可能ではない[と考えるべきです]。(なお、『自然について』第十二巻において、彼はこれと同じことを述べており、さらに太陽は月が遮光することによって食し、月は地球の影によって[食する]とし、さらにまた[天体の]後退によっても[食する]としています。
τοῦτο δὲ καὶ Διογένης ὁ Ἐπικούρειος ἐν τῇ ᾱ τῶν Ἐπιλέκτων.) Ἔτι τε τάξις περιόδου, καθάπερ ἔνια καὶ παρ’ ἡμῖν τῶν τυχόντων γίνεται, λαμβανέσθω· καὶ ἡ θεία φύσις πρὸς ταῦτα μηδαμῇ προσαγέσθω, ἀλλ’ ἀλειτούργητος διατηρείσθω καὶ ἐν τῇ πάσῃ μακαριότητι. ὡς εἰ τοῦτο μὴ πραχθήσεται, ἅπασα ἡ τῶν μετεώρων αἰτιολογία ματαία ἔσται, καθάπερ τισὶν ἤδη ἐγένετο οὐ δυνατοῦ τρόπου ἐφαψαμένοις,3 εἰς δὲ τὸ μάταιον ἐκπεσοῦσι τῷ καθ’ ἕνα τρόπον μόνον οἴεσθαι γίνεσθαι, τοὺς δ’ ἄλλους πάντας τοὺς κατὰ τὸ ἐνδεχόμενον ἐκβάλλειν εἴς τε τὸ ἀδιανόητον φερομένους καὶ τὰ φαινόμενα, ἃ δεῖ σημεῖα ἀποδέχεσθαι, μὴ δυναμένους συνθεωρεῖν.
このことは、エピクロス派のディオゲネスも『選集』第一巻で述べています。)さらに、周期の秩序については、私たちの身の回りにあるありふれたもののいくつかがそのようになるのと同様に、受け入れられるべきです。そして、神的な本性はこれらのことに決して関与させられるべきではなく、いかなる職務も持たず、完全な至福の中に維持されるべきです。なぜなら、もしこれがなされないならば、天空の現象に関するあらゆる原因究明は無駄になるからです。可能ではない方法に執着し、ただ一つの方法によってのみ生じると考えることによって無駄に陥り、可能性に応じた他のすべての方法を排斥し、不可解なものへと流され、目印として受け入れるべき現象を同時に考察することができないがゆえに、既に無駄に陥ってしまった人々のように。
Μήκη νυκτῶν καὶ ἡμερῶν παραλλάττοντα... καὶ παρὰ τὸ ταχείας ἡλίου κινήσεις γίνεσθαι καὶ πάλιν βραδείας 〈καὶ〉 (ὑπὲρ γῆς) παρὰ τὸ μήκη τόπων παραλλάττοντα... (καὶ τόπους τινὰς περαιοῦντα τάχιον), ὡς καὶ παρὰ ἡμῖν (ἢ καὶ βραδύτερον) τινα θεωρεῖται, οἷς συμφώνως δεῖ λέγειν ἐπὶ τῶν μετεώρων. οἱ δὲ τὸ ἓν λαμβάνοντες τοῖς τε φαινομένοις μάχονται καὶ τοῦ ᾗ δυνατὸν ἀνθρώπῳ θεωρῆσαι διαπεπτώκασιν. Ἐπισημασίαι δύνανται γίνεσθαι καὶ κατὰ συγκυρήσεις καιρῶν, καθάπερ ἐν τοῖς ἐμφανέσι παρ’ ἡμῖν ζῴοις, καὶ παρ’ ἑτεροιώσεις ἀέρος καὶ μεταβολάς·
夜と昼の長さが変化することは……また太陽の運動が速くなったり、逆に遅くなったりすることによっても、また(地上の上での)場所の長さが変化することによっても……(そしてある場所をより速く、あるいはより遅く通過することによっても)、私たちの身の回りでもいくつかのものがそのように観察されるのと同様に。これらと調和するように、天空の現象についても語らねばなりません。しかし、唯一の方法のみを受け入れる人々は、現象と矛盾しており、人間に観察可能な方法から踏み外してしまっています。 気象の兆候は、私たちの身の回りに現れる動物たちに見られるように、季節の同時発生によっても生じえますし、また空気の変化や変転によっても生じえます。
ἀμφότερα γὰρ ταῦτα οὐ μάχεται τοῖς φαινομένοις. ἐπὶ δὲ ποίοις παρὰ τοῦτο ἢ τοῦτο τὸ αἴτιον γίνεται, οὐκ ἔστι συνιδεῖν. Νέφη δύναται γίνεσθαι καὶ συνίστασθαι καὶ παρὰ πιλήσεις ἀέρος πνευμάτων συνώσει καὶ παρὰ περιπλοκὰς ἀλληλούχων ἀτόμων καὶ ἐπιτηδείων εἰς τὸ τοῦτο τελέσαι καὶ κατὰ ῥευμάτων συλλογὴν ἀπό τε γῆς καὶ ὑδάτων· καὶ κατ’ ἄλλους δὲ τρόπους πλείους αἱ τῶν τοιούτων συστάσεις οὐκ ἀδυνατοῦσι συντελεῖσθαι. Ἤδη δ’ ἀπ’ αὐτῶν ᾗ μὲν θλιβομένων, ᾗ δὲ μεταβαλλόντων ὕδατα δύναται συντελεῖσθαι, ἔτι τε (πνεύματα κατὰ ἀποφορὰν ἀπὸ ἐπιτηδείων τόπων) καὶ δι’ ἀέρος κινουμένων, βιαιοτέρας ἐπαρδεύσεως γινομένης ἀπό τινων ἀθροισμάτων ἐπιτηδείων εἰς τὰς τοιαύτας ἐπιπέμψεις. Βροντὰς ἐνδέχεται γίνεσθαι καὶ κατὰ πνεύματος ἐν τοῖς κοιλώμασι τῶν νεφῶν ἀνείλησιν, καθάπερ ἐν τοῖς ἡμετέροις ἀγγείοις, καὶ παρὰ πυρὸς πεπνευματωμένου βόμβον ἐν αὐτοῖς, καὶ κατὰ ῥήξεις δὲ νεφῶν καὶ διαστάσεις, καὶ κατὰ παρατρίψεις νεφῶν καὶ †τάξεις πῆξιν εἰληφότων κρυσταλλοειδῆ· καὶ τὸ ὅλον καὶ τοῦτο τὸ μέρος πλεοναχῶς γίνεσθαι λέγειν ἐκκαλεῖται τὰ φαινόμενα.
というのも、これら両者は現象と矛盾しないからです。しかし、どのような場合にこれまたはあれの原因によってこれが生じるのかを、見極めることはできません。 雲は、風の圧縮による空気の凝縮によっても、また、互いに絡み合い、このことを成し遂げるのに適した原子たちの絡み合いによっても、また、地や水からの上昇気流の集積によっても、発生し形成されることが可能です。また、他のさらに多くの方法によっても、このようなものの形成が完了することは不可能ではありません。そして、それらから、一方は圧縮され、他方は変化することによって、雨がもたらされることも可能です。さらにまた、(適した場所からの発散による風)が、空気を通って動かされ、そのような放出に適した何らかの集積物から、より激しい雨の供給がもたらされることによっても可能です。 雷鳴は、私たちの容器の中でそうなるように、雲の空洞の中に風が閉じ込められることによっても生じえますし、また、それらの中で、風を帯びた火がうなることによっても、また、雲の破裂や分裂によっても、また、氷結晶のように凝固した雲の摩擦や衝突によっても生じえます。そして全体として、この現象についても、複数の方法で生じると言うことを、現象が要求しているのです。
- 95μὴ ἀναβλέπων εἰς τὰ ἀνακόλουθα ταῦτ’ ὀγκοῖ ματαίως καὶ καταρρέπῃ
否定の小辞 μὴ を伴う分詞 ἀναβλέπων(目を向けないこと)は、条件文 ἐάν τις...(もし〜ならば)の内部にある2つの動詞 ὀγκοῖ(誇張する)および καταρρέπῃ(傾倒する)の両方に係っている。不適合な現象(ἀνακόλουθα)を視野に入れないことが、単一の解釈への執着を招く原因として批判されている。
- 96ὅτι οὐκ ἀδύνατον γίνεσθαι
接続詞 ὅτι の後ろに不定詞 γίνεσθαι が置かれる変則的な構造。前文の συνθεωρητέον(同時に考察されるべきである)の目的語節として機能しており、「〜ということが不可能ではない」という命題を導入している。
- 97καθάπερ τισὶν ἤδη ἐγένετο οὐ δυνατοῦ τρόπου ἐφαψαμένοις
非人称の ἐγένετο(生じた)が、与格 τισὶν(ある人々に)およびそれに呼応する分詞 ἐφαψαμένοις(執着した)を支配し、「不可能である方法に執着した人々において既に生じたように」という比較節を成している。主節に示された「無駄になる」という事態が、ここでの事実上の主語として想定されている。
