§90τὴν προσδοχὴν δύναται ποιεῖσθαι.
能支持对其存续的期望。
οὐ γὰρ ἀθροισμὸν δεῖ μόνον γενέσθαι οὐδὲ δῖνον ἐν ᾧ ἐνδέχεται κόσμον γίνεσθαι κενῷ κατὰ τὸ δοξαζόμενον ἐξ ἀνάγκης, αὔξεσθαί τε, ἕως ἂν ἑτέρῳ προσκρούσῃ, καθάπερ τῶν φυσικῶν καλουμένων φησί τις.
因为,不应认为仅在容许世界产生的虚空中产生原子的聚集,或如人们所设想的那样产生必然的旋涡,并且它不断成长直到与另一个相撞,正如所谓物理学家中的一位所说的那样。
τοῦτο γὰρ μαχόμενόν ἐστι τοῖς φαινομένοις.
因为这与现象相冲突。
Ἥλιός τε καὶ σελήνη καὶ τὰ λοιπὰ ἄστρα 〈οὐ〉 καθ’ ἑαυτὰ γενόμενα ὕστερον ἐμπεριελαμβάνετο ὑπὸ τοῦ κόσμου καὶ ὅσα γε δὴ σῴζει, ἀλλ’ εὐθὺς διεπλάττετο καὶ αὔξησιν ἐλάμβανεν (ὁμοίως δὲ καὶ γῆ καὶ θάλαττα) κατὰ προσκρίσεις καὶ δινήσεις λεπτομερῶν τινων φύσεων, ἤτοι πνευματικῶν ἢ πυροειδῶν ἢ τὸ συναμφότερον· καὶ γὰρ ταῦτα οὕτως ἡ αἴσθησις ὑπο βάλλει.
太阳、月亮以及其他星体并不是独立产生后再被世界(以及它所保存的一切事物)所接纳,而是从一开始就通过一些细微本性(或如风的,或如火的,或两者兼具)的积聚和旋涡而立即成形并获得成长(地球和海洋也是如此);因为感觉也是这样提示的。
§91Τὸ δὲ μέγεθος ἡλίου τε 〈καὶ σελήνης〉 καὶ τῶν λοιπῶν ἄστρων κατὰ μὲν τὸ πρὸς ἡμᾶς τηλικοῦτόν ἐστιν ἡλίκον φαίνεται.
太阳(和月亮)以及其他星体的大小,就其与我们的关系而言,正和显现出来的同样大。
(τοῦτο καὶ ἐν τῇ ιᾱ Περὶ φύσεως· εἰ γάρ
, φησί,
τὸ μέγεθος διὰ τὸ διάστημα ἀποβεβλήκει, πολλῷ μᾶλλον ἂν τὴν χρόαν
.
(这也见于《论自然》第十一卷:“因为如果,”他说,“它由于距离而失去了大小,它更会失去颜色。
) ἄλλο γὰρ τούτῳ συμμετρότερον διάστημα οὐθέν ἐστι· κατὰ δὲ τὸ καθ’ αὑτὸ ἤτοι μεῖζον τοῦ ὁρωμένου ἢ μικρῷ ἔλαττον ἢ τηλικοῦτον (οὐχ ἅμα).
”)因为没有其他比这更成比例的距离;但就其自身而言,它要么比所见的大,要么稍微小一些,要么同样大(但并非同时)。
οὕτω γὰρ καὶ τὰ παρ’ ἡμῖν πυρὰ ἐξ ἀποστήματος θεωρούμενα κατὰ τὴν αἴσθησιν θεωρεῖται.
因为我们身边的火在从远处观察时,通过感觉也是这样被观察到的。
καὶ πᾶν δὲ τὸ εἰς τοῦτο τὸ μέρος ἔνστημα ῥᾳδίως διαλυθήσεται, ἐάν τις τοῖς ἐναργήμασι προσέχῃ, ὅπερ ἐν τοῖς περὶ φύσεως βιβλίοις δείκνυμεν.
如果人们注意那些显而易见的事实,关于这一方面的所有异议都将容易消除,正如我们在关于自然的诸书中所表明的那样。
§92Ἀνατολὰς καὶ δύσεις ἡλίου καὶ σελήνης καὶ τῶν λοιπῶν ἄστρων καὶ κατὰ ἄναψιν γίνεσθαι δυνατὸν καὶ κατὰ σβέσιν, τοιαύτης οὔσης περιστάσεως (καὶ καθ’ ἑκατέρους τοὺς τρόπους), ὥστε τὰ προειρημένα ἀποτελεῖσθαι· οὐδὲν γὰρ τῶν φαινομένων ἀντιμαρτυρεῖ.
太阳、月亮以及其他星体的升起和落下,既可能通过点燃产生,也可能通过熄灭产生,只要存在着这样的情况(以这两种方式中的任何一种),从而使前述的结果得以实现;因为没有任何现象对此提出反证。
〈καὶ〉 κατ’ ἐκφάνειάν τε ὑπὲρ γῆς καὶ πάλιν ἐπιπρόσθησιν τὸ προειρημένον δύναιτ’ ἂν συντελεῖσθαι· οὐδὲ γάρ τι τῶν φαινομένων ἀντιμαρτυρεῖ.
同样,通过在地面上的显现以及再次被遮挡,前述的情形也可能实现;因为确实没有任何现象对此提出反证。
Τάς τε κινήσεις αὐτῶν οὐκ ἀδύνατον μὲν γίνεσθαι κατὰ τὴν τοῦ ὅλου οὐρανοῦ δίνην, ἢ τούτου μὲν στάσιν, §93αὐτῶν δὲ δίνην κατὰ τὴν ἐξ ἀρχῆς ἐν τῇ γενέσει τοῦ κόσμου ἀνάγκην ἀπογεννηθεῖσαν (ἐπ’ ἀνατολῇ τὰ τῇ θερμασίᾳ. . . ) 〈ἢ καὶ〉 κατά τινα ἐπινέμησιν τοῦ πυρὸς ἀεὶ ἐπὶ τοὺς ἑξῆς τόπους ἰόντος.
它们的运动不仅可能根据整个天空的旋转而产生,或者天空静止,而它们自身的旋转是根据在世界产生之初所形成的必然性而产生的(在升起处,由热量……),或者由于始终向相继场所移动的火的某种延烧。
Τροπὰς ἡλίου καὶ σελήνης ἐνδέχεται μὲν γίνεσθαι κατὰ λόξωσιν οὐρανοῦ οὕτω τοῖς χρόνοις κατηναγκασμένου· ὁμοίως δὲ καὶ κατὰ ἀέρος ἀντέξωσιν ἢ καὶ ὕλης ἀεὶ ἐπιτηδείας ἐχομένης ἐμπιπραμένης, τῆς δὲ καταλειπομένης· ἢ καὶ ἐξ ἀρχῆς τοιαύτην δίνην κατειληθῆναι τοῖς ἄστροις τούτοις, ὥσθ’ οἷόν τιν’ ἕλικα κινεῖσθαι.
太阳和月亮的回归可能通过天空的倾斜而产生,天空在不同季节被如此强迫;同样也可能由于空气的阻力,或者由于始终有合适的物质被点燃而另一部分被留下;或者在开始时这些星体就被这样的旋涡所包围,以至于它们像螺旋一样运动。
πάντα γὰρ τὰ τοιαῦτα καὶ τὰ τούτοις συγγενῆ οὐθενὶ τῶν ἐναργημάτων διαφωνεῖ, ἐάν τις ἀεὶ ἐπὶ τῶν τοιούτων μερῶν ἐχόμενος τοῦ δυνατοῦ εἰς τὸ σύμφωνον τοῖς φαινομένοις ἕκαστον τούτων δύνηται ἐπανάγειν, μὴ φοβούμενος τὰς ἀνδραποδώδεις ἀστρολόγων τεχνιτείας.
因为所有这些以及与此相似的事物都不与显而易见的事实相矛盾,只要人们在这些方面始终坚持可能性的原则,能够将其中每一个归于与现象一致的解释,而不惧怕占星术士们的奴隶般的技艺。
§94Κένωσίς τε σελήνης καὶ πάλιν πλήρωσις καὶ κατὰ στροφὴν τοῦ σώματος τούτου δύναιτ’ ἂν γίνεσθαι καὶ κατὰ σχηματισμοὺς ἀέρος ὁμοίως, ἔτι τε καὶ κατ’ ἐπιπροσθήσεις καὶ κατὰ πάντας τρόπους, καθ’ οὓς καὶ τὰ παρ’ ἡμῖν φαινόμενα ἐκκαλεῖται εἰς τὰς τούτου τοῦ εἴδους ἀποδόσεις, ἐὰν μή τις τὸν μοναχῇ τρόπον κατηγαπηκὼς τοὺς ἄλλους κενῶς ἀποδοκιμάζῃ, οὐ τεθεωρηκὼς τί δυνατὸν ἀνθρώπῳ θεωρῆσαι καὶ τί ἀδύνατον, καὶ διὰ τοῦτο ἀδύνατα θεωρεῖν ἐπιθυμῶν.
月的亏缺和再次盈满,既可能通过这个天体自身的旋转而产生,也可能同样通过空气的配置变化,以及遮挡,并以我们身边的现象要求此种解释的一切方式产生,除非有人偏爱单一的方式而空洞地排斥其他方式,因为他没有考察对于人类来说什么是可以观察到的,什么是不可观察到的,并因此渴望观察不可能的事物。
Ἔτι τε ἐνδέχεται 〈μὲν〉 τὴν σελήνην ἐξ ἑαυτῆς ἔχειν τὸ φῶς, ἐνδέχεται δὲ ἀπὸ τοῦ ἡλίου.
此外,月亮既可能自身拥有光,也可能从太阳那里获得光。