Humanitext Reader

伊壁鸠鲁 · 致皮托克勒信 §101-105

闪电、落雷、龙卷风与地震的自然成因

第 4 段,共 6 段 · 希腊语

内容简介

探讨了闪电、闪电先于雷鸣的原因、落雷、龙卷风以及地震等气象和地质现象的多种自然成因,强调排斥神话并保持与观测现象的一致性。

§101Καὶ ἀστραπαὶ δ’ ὡσαύτως γίνονται κατὰ πλείους τρόπους· καὶ γὰρ κατὰ παράτριψιν καὶ σύγκρουσιν νεφῶν ὁ πυρὸς ἀποτελεστικὸς σχηματισμὸς ἐξολισθαίνων ἀστραπὴν γεννᾷ· καὶ κατ’ ἐκριπισμὸν ἐκ τῶν νεφῶν ὑπὸ πνευμάτων τῶν τοιούτων σωμάτων ἃ τὴν λαμπηδόνα ταύτην παρασκευάζει· καὶ κατ’ ἐκπιασμόν, θλίψεως τῶν νεφῶν γινομένης εἴθ’ ὑπ’ ἀλλήλων εἴθ’ ὑπὸ πνευμάτων· καὶ κατ’ ἐμπερίληψιν δὲ τοῦ ἀπὸ τῶν ἄστρων κατεσπαρμένου φωτός, εἶτα συνελαυνομένου ὑπὸ τῆς κινήσεως νεφῶν τε καὶ πνευμάτων καὶ διεκπίπτοντος διὰ τῶν νεφῶν· ἢ κατὰ διήθησιν 〈διὰ〉 τῶν νεφῶν τοῦ λεπτομερεστάτου φωτὸς (ἢ ἀπὸ τοῦ πυρὸς νέφη συνειλέχθαι καὶ τὰς βροντὰς ἀποτελεῖσθαι) καὶ κατὰ τὴν τούτου κίνησιν· καὶ κατὰ τὴν τοῦ πνεύματος ἐκπύρωσιν τὴν γινομένην διά τε συντονίαν φορᾶς καὶ διὰ σφοδρὰν κατείλησιν· §102καὶ κατὰ ῥήξεις δὲ νεφῶν ὑπὸ πνευμάτων 〈καὶ〉 ἔκπτωσιν τῶν πυρὸς ἀποτελεστικῶν ἀτόμων καὶ τὸ τῆς ἀστραπῆς φάντασμα ἀποτελουσῶν·
同样,闪电也以多种方式产生:因为由于云的摩擦和碰撞,产生火的原子配置滑落出来,从而生成闪电;也由于产生这种光辉的物体被风从云中吹送出来;也由于挤压,即云在彼此之间或在风的作用下发生压缩时被挤出;也由于星辰散射的光被闭锁,随后在云和风的运动推动下聚集,并穿过云层跌落出来;或者由于极微细的光穿过云层进行滤过(或者是云从火中聚集并产生雷鸣)以及这光的运动;也由于由于运动的剧烈和强烈的闭锁而产生的风的引燃;还由于风对云的破裂,以及产生火并构成闪电现象的原子的坠落。
καὶ κατ’ ἄλλους δὲ πλείους τρόπους ῥᾳδίως ἔσται καθορᾶν ἐχόμενον ἀεὶ τῶν φαινομένων καὶ τὸ τούτοις ὅμοιον δυνάμενον συνθεωρεῖν.
只要始终紧扣现象并能够同时考察与之相似的事物,就很容易看清还可以通过其他更多的方式产生闪电。
Προτερεῖ δὲ ἀστραπὴ βροντῆς ἐν τοιᾷδέ τινι περιστάσει νεφῶν καὶ διὰ τὸ ἅμα τῷ τὸ πνεῦμα ἐμπίπτειν ἐξωθεῖσθαι τὸν ἀστραπῆς ἀποτελεστικὸν σχηματισμόν, ὕστερον δὲ τὸ πνεῦμα ἀνειλούμενον τὸν βόμβον ἀποτελεῖν τοῦτον· καὶ κατ’ ἔμπτωσιν δὲ ἀμφοτέρων ἅμα, τῷ τάχει συντονωτέρῳ κεχρῆσθαι πρὸς ἡμᾶς τὴν §103ἀστραπήν, ὑστερεῖν δὲ τὴν βροντήν, καθάπερ ἐπ’ ἐνίων ἐξ ἀποστήματος θεωρουμένων καὶ πληγάς τινας ποιουμένων.
在云的这样一种状况下,闪电先于雷鸣,既因为在风吹入的同时,产生闪电的原子配置被排挤出来,而随后风被闭锁并产生这种轰鸣;也因为即使两者同时降临,闪电向着我们拥有更快的速度,而雷鸣则落后,正如在某些从远处观察并造成某种击打的事物中所见到的那样。
Κεραυνοὺς ἐνδέχεται γίνεσθαι καὶ κατὰ πλείονας πνευμάτων συλλογὰς καὶ κατείλησιν ἰσχυράν τε ἐκπύρωσιν καὶ κατάρρηξιν μέρους καὶ ἔκπτωσιν ἰσχυροτέραν αὐτοῦ ἐπὶ τοὺς κάτω τόπους, τῆς ῥήξεως γινομένης διὰ τὸ τοὺς ἑξῆς τόπους πυκνοτέρους εἶναι διὰ πίλησιν νεφῶν· καὶ κατ’ αὐτὴν δὲ τὴν τοῦ πυρὸς ἔκπτωσιν ἀνειλουμένου, καθὰ καὶ βροντὴν ἐνδέχεται γίνεσθαι, πλείονος γενομένου καὶ πνευματωθέντος ἰσχυρότερον καὶ ῥήξαντος τὸ νέφος διὰ τὸ μὴ δύνασθαι ὑποχωρεῖν εἰς τὰ ἑξῆς, τῷ πίλησιν γίνεσθαι (τὸ μὲν πολὺ πρὸς ὄρος τι ὑψηλόν, ἐν ᾧ μάλιστα κεραυνοὶ πίπτουσιν) ἀεὶ πρὸς ἄλληλα.
落雷可能由于风的更多聚集、强烈闭锁和剧烈引燃,以及一部分的破裂并向下方场所更强力地坠落而产生,这种破裂之所以发生,是因为相邻的场所由于云的压缩而更加浓密;也可能由于被闭锁的火本身的坠落而产生,正如雷鸣也可能产生那样,当火变得更多且带有更强的风,并因为无法退避到相邻场所而击碎云层,因为压缩总是相互发生(大部分是朝着落雷最常降落的高山)。
§104καὶ κατ’ ἄλλους δὲ τρόπους πλείονας ἐνδέχεται κεραυνοὺς ἀποτελεῖσθαι· μόνον ὁ μῦθος ἀπέστω· ἀπέσται δέ, ἐάν τις καλῶς τοῖς φαινομένοις ἀκολουθῶν περὶ τῶν ἀφανῶν σημειῶται.
落雷还可能通过其他更多的方式产生;只要排除神话即可;如果一个人在很好地遵循现象的同时,对不可见的事物进行推论,神话就会被排除。
Πρηστῆρας ἐνδέχεται γίνεσθαι καὶ κατὰ κάθεσιν νέφους εἰς τοὺς κάτω τόπους στυλοειδῶς ὑπὸ πνεύματος ἀθρόου ὠσθέντος (καὶ διὰ τοῦ πνεύματος πολλοῦ φερομένου), ἅμα καὶ τὸ νέφος εἰς τὸ πλάγιον ὠθοῦντος τοῦ ἐκτὸς πνεύματος· καὶ κατὰ περίστασιν δὲ πνεύματος εἰς κύκλον, ἀέρος τινὸς ἐπισυνωθουμένου ἄνωθεν, καὶ ῥύσεως πολλῆς πνευμάτων γινομένης καὶ οὐ δυναμένης εἰς τὰ πλάγια διαρρυῆναι διὰ τὴν §105πέριξ τοῦ ἀέρος πίλησιν.
龙卷风可能由于云在汇聚成团的风的推动下呈柱状下垂到下方场所而产生(并通过大量运送的风),同时外部的风将云推向侧面;也可能由于风的圆周运动,此时一些空气从上方被向下压缩,产生了大量的风流,但由于周围空气的压缩而无法向侧面消散。
καὶ ἕως μὲν γῆς τοῦ πρηστῆρος καθιεμένου στρόβιλοι γίνονται, ὡς ἂν καὶ ἡ ἀπογέννησις κατὰ τὴν κίνησιν τοῦ πνεύματος γίνηται· ἕως δὲ θαλάττης δῖνοι ἀποτελοῦνται.
当龙卷风降落到地面时,就会产生旋风,其生成方式取决于风的运动;而当其降落到海面时,则会形成涡流。
Σεισμοὺς ἐνδέχεται γίνεσθαι καὶ κατὰ πνεύματος ἐν τῇ γῇ ἀπόληψιν καὶ παρὰ μικροὺς ὄγκους αὐτῆς παράθεσιν καὶ συνεχῆ κίνησιν, ὃ τὸν κραδασμὸν τῇ γῇ παρασκευάζει.
地震可能由于风在地下被闭锁,以及由于它与地的微小碎块并置并持续运动而产生,这给大地带来了震动。
καὶ τὸ πνεῦμα τοῦτο ἢ ἔξωθεν ἐμπεριλαμβάνει 〈ἢ〉 ἐκ τοῦ πίπτειν [εἰς] ἐδάφη εἰς ἀντροειδεῖς τόπους τῆς γῆς ἐκπνευματοῦντα τὸν πεπιλημένον ἀέρα.
这种风要么是从外部被闭锁,要么是由于地面坠入地下的洞穴状场所,从而将压缩的空气转化为风。
〈καὶ〉 κατ’ αὐτὴν δὲ τὴν διάδοσιν τῆς κινήσεως ἐκ τῶν πτώσεων ἐδαφῶν πολλῶν καὶ πάλιν ἀνταπόδοσιν, ὅταν πυκνώμασι σφοδροτέροις τῆς γῆς ἀπαντήσῃ, ἐνδέχεται σεισμοὺς ἀποτελεῖσθαι.
由于许多地面坠落所引起的运动本身的传布,以及当它遇到大地更浓密的压密部分时的反弹,地震也可能产生。

词汇与语法注释

  1. §101ὁ πυρὸς ἀποτελεστικὸς σχηματισμὸς — 意为“产生火的(原子)配置”。在埃比科鲁斯的物理学中,它指的是产生火的性质或现象的特定原子排列(σχηματισμός),而不是指火本身是一种独立的主体。
  2. §102ἐχόμενον ἀεὶ τῶν φαινομένων — 分词 ἐχόμενον 为中性主格单数,修饰无主格不定式句或整个上下文。中间态 ἔχομαι 接属格表示“固执于、紧扣”。译为“始终紧扣现象(不脱离现象)”。
  3. §102διὰ τὸ ἅμα τῷ τὸ πνεῦμα ἐμπίπτειν ἐξωθεῖσθαι τὸν ἀστραπῆς ἀποτελεστικὸν σχηματισμόν — 双重带冠词不定式(名物化不定式)结构。整体是由 διὰ τὸ ἐξωθεῖσθαι ...(由于……被排挤出来)引导的原因从句,其内部插入了表示同时性的 ἅμα τῷ ... ἐμπίπτειν(在风吹入的同时)。
  4. §103τῷ πίλησιν γίνεσθαι ... ἀεὶ πρὸς ἄλληλα — 与格带冠词不定式 τῷ γίνεσθαι 表示原因(由于、因为……产生)。尽管中间插入了括号中的插入语(τὸ μὲν πολὺ...)使句子结构变复杂,但 πρὸς ἄλληλα 依然修饰 γίνεσθαι(即“压缩总是相互发生”)。

引用这一段

伊壁鸠鲁, 致皮托克勒信 §101-105. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0537.tlg011.humanitext-grc1:101-105

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。