Humanitext Reader

阿里斯·台德斯 · 致卡皮托 §323-324

引用对伯里克利的批评与为批判柏拉图辩护

第 5 段,共 8 段 · 希腊语

内容简介

作者以竞技者为自身利益全力以赴为喻,引用柏拉图《阿尔基比亚德斯》中不必要地批评伯里克利的篇章,以此为自己对柏拉图的批评进行辩护,认为这同样甚至更具合理性。

§323ἀλλὰ τὰ αὑτοῖς συμφέροντα καὶ ποιοῦντας καὶ λέγοντας, ἕως ἂν μή τις περιφανῶς κωλύῃ νόμος.
而是做着和说着对他们自己有利的事,只要没有法律明显地禁止。
ὥστʼ εἰ τὰ μάλιστα μὴ πρὸς ἡδονήν τισιν ἦσαν οἱ λόγοι, ἔλεγχον δὲ εἶχον ἢ τῶν λόγων τῶν ἐκείνου ἢ τοῦ βίου, ἀρχαῖος ὁ νόμος χρῆσθαι τοῖς τοιούτοις, καὶ οὐκ ἐγὼ κατέδειξα αὐτὸν, ἀλλὰ παντάπασα παλαιός ἐστιν· ἢ δέδοικα αὖ λέγειν μὴ Πλάτων ὁ καταδείξας αὐτὸν ᾖ·
因此,即使这些话在最大程度上不合某些人的心意,而是包含了对其言论或生活的检验,使用此类手段的法律也是古老的,并非由我开创,而是完全古老的;或者我甚至担心会说,开创这规矩的正是柏拉图。
κἀμοὶ μὲν ἀπολελόγηται μετρίως ὑπὲρ τῆς αἰτίας, ὡς ἐγὼ νομίζω·
在我看来,我已经就这一指控为自己作了适度的辩护。
ὅτι δὲ ἐκεῖνός ἐστιν ὁ οὐ πάνυ φροντίζων εἴ του δέοι καθάπτεσθαι, μάλιστα μὲν εἰκὸς ἄμεινόν σε ταῦτα ἐπίστασθαί τε καὶ μεμνῆσθαι τούτοις σχολάζοντα, ἃ δʼ οὖν κἀγὼ μέμνημαι φέρε ἀναμνήσθητι.
至于他才是那个当需要攻击某人时完全不在乎的人,想必你对这些事更有闲暇去了解和记住,不过,还是请你想想我所记得的内容吧。
καὶ ὅπως αὖ μή με φήσεις Πλάτωνος κατηγορεῖν.
另外,请注意不要再说我指责柏拉图。
οὐ γὰρ κατηγορίας ἕνεκα ἐκείνου, ἀλλʼ ἀπολογίας ἕνεκα παρʼ αὐτοῦ χρήσομαι τῷ παραδείγματι.
因为我使用这个例子并非为了指责他,而是为了通过他自己来进行辩护。
ὅτι δὲ ἄκων εἰς τούτους ἐμπίπτω τοὺς λόγους σχεδὸν οἶσθα.
至于我并非自愿地陷入这些争论,你是大致清楚的。
οὐδὲ γὰρ ἐξ ἀρχῆς οὕτως ἐκείνους ἐποίουν τοὺς ὑπὲρ τῆς ῥητορικῆς ὡς ἀπολογίας μοι δεῆσαν.
因为我最初并没有把关于雄辩术的那些讨论写得像是需要我进行辩护一样。
οὐχ ὁ μὲν Ἀλκιβιάδης αὐτῷ βούλεται παράκλησιν τοῖς μέλλουσι πολιτεύεσθαι ἐπιμελείας ἑαυτῶν;
《阿尔基比亚デス》中,他不是想向未来的政治参与者提出关照自身的劝告吗?
προελθὼν δὲ τοῦ λόγου κακίζει Περικλέα οὐ πάνυ τι οὐδὲ τοῦ πράγματος ἀναγκάζοντος.
然而,在论证展开后,他却在事情完全没有必要的情况下贬低了伯里克利。
παρρησιάζομαι γὰρ πρὸς σὲ καὶ πρὸς αὐτὸν Πλάτωνα.
因为我对你和对柏拉图本人都是坦诚直言的。
σκέψαι δὲ ἐκ τῶν ῥημάτων.
请从字句上来审视。
ἐκ τοῦ βιβλίου ἀμαθίᾳ γὰρ συνοικεῖς, ὦ βέλτιστε, τῇ ἐσχάτῃ, ὡς ὁ λόγος σου κατηγορεῖ καὶ σὺ σαυτοῦ.
摘自该书:「因为,我优秀的友,你与极端的无知共处,正如你的话语指责你,你自身也指责自己一样。
διὸ καὶ ᾁττεις ἄρα πρὸς τὰ πολιτικὰ πρὶν παιδευθῆναι.
因此,你竟然在接受教育之前就奔向政治。
πέπονθας δὲ τοῦτο οὐ σὺ μόνος, ἀλλὰ καὶ οἱ πολλοὶ τῶν πραττόντων τὰ τῆσδε τῆς πόλεως, πλὴν ὀλίγων καὶ ἴσως γε τοῦ σοῦ ἐπιτρόπου Περικλέους.
而经历这一点的不仅是你一人,也包括管理本城事务的大多数人,除了少数人,或许还有你的监护人伯里克利。
ἔστω ταῦτα ἀναγκαῖα, εἰ βούλει, μέχρι τούτου πέπονθας δὲ τοῦτο οὐ σὺ μόνος, ἀλλὰ καὶ οἱ πολλοὶ τῶν πραττόντων τὰ τῆσδε τῆς πόλεως, τὸ δὲ λοιπὸν ὦ πρὸς θεῶν τί βούλεται τῷ σοφῷ ἀνδρὶ πλὴν ὀλίγων τε καὶ ἴσως τοῦ σοῦ ἐπιτρόπου Περικλέους;
」如果你愿意,我们可以让这些内容在以下部分之前是必要的:「而经历这一点的不仅是你一人,也包括管理本城事务的大多数人,」但剩下的部分,看在神的分上,那位贤者究竟想表达什么呢:「除了少数人,或许还有你的监护人伯里克利」?
ἀλλʼ ὅτι ἡ ἐκβολὴ αὕτη ἐστὶν ἐξεπίτηδες ἐζητημένη ὑπὲρ τοῦ κακῶς εἰπεῖν Περικλέα αὐτὸς μαρτυρήσει.
但是,这一脱线逸脱是为了说伯里克利坏话而刻意寻求的,他自己将为此作证。
καὶ ὅπως μὴ πάλιν ἀχθεσθῇς §324ὑπὲρ τοῦ αὐτοῦ.
为了不让你再次感到恼怒,针对同一件事。
σκόπει γὰρ αὐτὰ ἃ λέγει.
请看他自己所说的话。
ἐκ τοῦ Ἀλκιβιάδου λέγεταί γέ τοι, ὦ Σώκρατες, οὐκ ἀπὸ ταὐτομάτου σοφὸς γεγονέναι, ἀλλὰ πολλοῖς καὶ σοφοῖς συγγεγονέναι, καὶ Πυθοκλείδῃ καὶ Ἀναξαγόρᾳ· καὶ νῦν ὅτι τηλικοῦτος ὢν Δάμωνι σύνεστιν αὐτοῦ τούτου ἕνεκα.
摘自《阿尔基比亚デス》:「至少人们说,苏格拉底,他并非偶然变得聪明,而是与许多聪明人交往过,包括皮托克雷德和阿那克萨哥拉;而现在,他虽已是如此高龄,仍为了这一目的而与达蒙交往。
τί οὖν;
」「那么?
ἤδη τινὰ εἶδες σοφὸν ὁντιναοῦν ἀδυνατοῦντα ποιῆσαι ἄλλον σοφὸν ἅπερ αὐτός;
你曾见过任何一个聪明人,无法让另一个人在自己所擅长的事情上变得一样聪明吗?
ὥσπερ ὅς σε ἐδίδαξε γράμματα αὐτός τε ἦν σοφὸς καὶ σὲ ἐποίησε τῶν τε ἄλλων ὁντιναοῦν ἐβούλετο;
就像教你写字的人,他自己聪明,也让你以及他所希望的其他任何人变得聪明一样?
ἦ γάρ;
」「确实如此。
ναί. οὐκοῦν καὶ σὺ ὁ παρʼ ἐκείνου μαθὼν ἄλλον οἷός τε ἔσει;
」「因此,你从他那里学到后,也能让另一个人变得聪明吗?
ναί.
」「能。
καὶ ὁ κιθαριστὴς δὲ καὶ ὁ παιδοτρίβης ὡσαύτως.
」「琴师和体育教师也是如此吗?
πάνυ γε.
」「完全是的。
ἱκανὸν γὰρ δή που τοῦτο τεκμήριον τῶν ἐπισταμένων ὁτιοῦν ὅτι ἐπίστανται, ἐπειδὰν καὶ ἄλλον τινὰ οἷοί τε ὦσιν ἀποδεῖξαι ἐπιστάμενον.
」「因为这大概是那些懂得某事的人表明自己懂得的充分证据,即当他们也能证明另一个人懂的时候。
ἔμοιγε δοκεῖ.
」「在我看来也是如此。
τί οὖν ἔχεις εἰπεῖν, Περικλῆς τίνα ἐποίησε σοφὸν ἀπὸ τῶν υἱέων ἀρξάμενος;
」「那么你有什么可说的,伯里克利让谁变得聪明了,从他的儿子们开始算起?
τί δὲ εἰ τὼ Περικλέους υἱέε ἠλιθίω ἐγενέσθην, ὦ Σώκρατες;
」「但如果伯里克利的两个儿子成了傻瓜呢,苏格拉底?
ἀλλὰ Κλεινίαν τὸν σὸν ἀδελφόν.
」「那你的弟弟克雷尼亚斯呢?
τί δʼ ἂν αὖ Κλεινίαν λέγοις, μαινόμενον ἄνθρωπον;
」「你又何必提克雷尼亚斯这个疯子呢?
ἐπειδὴ τοίνυν Κλεινίας μὲν μαίνεται, τὼ δὲ Περικλέους υἱέε ἠλιθίω ἐγενέσθην, σοὶ τίνα αἰτίαν ἀναθῶμεν, διότι σε οὕτως ἔχοντα περιορᾷ;
」「那么,既然克雷尼亚斯疯了,而伯里克利的两个儿子成了傻瓜,我们该把什么原因归咎于你,因为他听任你处于这样的状态?
ἐγὼ, οἶμαι, αἴτιος, οὐ προσέχων τὸν νοῦν.
」「我想,原因在我,因为我没有专心。
ἀλλὰ τῶν ἄλλων Ἀθηναίων δοῦλον ἢ ἐλεύθερον εἰπὲ ὅστις αἰτίαν ἔχει διὰ τὴν Περικλέους συνουσίαν σοφώτερος γεγονὼς, ὥσπερ ἐγὼ ἔχω σοι διὰ τὴν Ζήνωνος Πυθόδωρον τὸν Ἰσολόχου καὶ Καλλίαν τὸν Καλλιάδου· ὧν ἑκάτερος Ζήνωνι ἑκατὸν μνᾶς τελέσας σοφός τε καὶ ἐλλόγιμος γέγονεν.
」「但至于其他雅典人,无论是奴隶还是自由人,请告诉我谁因为与伯里克利交往而有变得更聪明的名声,正如我能因为芝诺的交往而向你列举伊索洛克斯之子皮托多罗斯和卡里亚德斯之子卡里亚斯一样;他们每人向芝诺支付了一百米纳,从而变得聪明和著名。
ἀλλὰ μὰ Δίʼ οὐκ ἔχω.
」「但凭宙斯起誓,我列举不出来。
πράγματά σοι παρέχειν ἔοικα· οὐ μέντοι πλείω ἢ ἐμαυτῷ καὶ τῷ ὑπογραφεῖ.
」我似乎给你添了麻烦;但绝对没有比给我自己和我的抄写员带来的麻烦更多。
περὶ γὰρ λύχνων ἁφὰς ταῦτα ἐζητεῖτο, καὶ ἔδει πρὶν εἰς εὐνὴν ἰέναι τέλος ἔχειν.
因为这些事情是在点灯时分探讨的,必须在睡觉前结束。
οὐκοῦν ὃ λέγω σκόπει.
因此,请考虑我所说的话。
ταῦτα εἰ μὲν ἀναγκαῖα τῷ λόγῳ, καὶ τὰ παρʼ ἡμῶν εἰς ἐκεῖνον μετέχει τῆς ἀπολογίας, εἰ δὲ μὴ ἀναγκαῖα, ὅρα τὸ περιὸν τῆς
如果这些对论证是必要的,那么我们针对他的话也同样享有辩护;但如果不是必要的,请看看这溢出的...

词汇与语法注释

  1. §323ἀλλὰ τὰ αὑτοῖς συμφέροντα — 此结构与前句(§322末尾)的 `οὐ τοῖς τῶν ἀντιπάλων βουλήμασιν ἀκολουθοῦντας`(不顺从对手的意愿)相对应。宾格现在分词短语 `ποιοῦντας καὶ λέγοντας` 作为感官动词 `ὁρῶμεν`(我们看到)的宾格补足语,构成了“我们看到(争夺胜利的人)正在做和说……”的句式。
  2. §323ὅπως αὖ μή με φήσεις — 连接词 `ὅπως` 后接否定词 `μή` 和直陈式将来时(`φήσεις`),用于表示否定的命令、强烈的警告或恳求(“注意不要说”)。此处省略了主句动词(如 `ὅρα` 或 `φυλάττου`)。
  3. §323ὅτι δὲ ἐκεῖνός ἐστιν ὁ οὐ πάνυ φροντίζων — 此 `ὅτι` 从句(“他是一个完全不在乎的人”)作为主句谓语 `εἰκό斯`(理所当然/很可能)的实质主语(名词性从句)。而 `τούτοις` 是由其后的分词 `σχολάζοντα`(专心于、熟稔于)所要求的与格补足语。
  4. §324τὼ Περικλέους υἱέε ἠλιθίω ἐγενέσθην — 名词 `υἱέε`、形容词 `ἠλιθίω` 以及动词 `ἐγενέσθην`(不定过去时第三人称双数)均为双数(dual)形式,指代伯里克利的“两个”儿子(帕拉鲁斯和克桑提普斯)。这一特征性的语法形式反映了柏拉图对话录的文体风格。

引用这一段

阿里斯·台德斯, 致卡皮托 §323-324. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg047.humanitext-grc2:323-324

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。