Humanitext Reader

阿里斯·台德斯 · 致卡皮托 §321-322

听取完整论证的公正判断与对柏拉图的维护

第 4 段,共 8 段 · 希腊语

内容简介

作者主张,反对者应当像公正的法官或竞技会主持者一样听完整个论证,而非仅凭一小部分下结论,并表明自己的论证实际上对柏拉图充满了敬意与维护。

§321ἐκφέρειν.
揭露它们。
καὶ ὅπως αὖ μή με φήσεις πικρότερα τοῦ δέοντος λέγειν.
另外,请注意不要再说我说话比必要的更刻薄。
οὐ γὰρ ἔγωγέ τις τούτων αἴτιος, ἀλλʼ ἔδει δέχεσθαι τὴν πρόκλησιν.
因为我并不是这一切的原因,而是必须接受挑战。
αὕτη δὲ τίς ἦν;
这一挑战是什么?
τολμᾶν ἀκροᾶσθαι, ὥσπερ ἐν δικαστηρίῳ ἴσους καὶ κοινοὺς ἀμφοῖν.
那就是要像在法庭上一样,作为对双方公正且中立的听众,敢于倾听。
ἀλλὰ γὰρ ὀρθῶς ἐγὼ περὶ τούτων, ὡς ἔοικε, προεωρώμην καὶ προὔλεγον ὡς εἰ μή τις ἅπαντος τοῦ λόγου διακούσεται, οὐ μόνον οὐ τιμήσει τὰ πρέποντα, ἀλλʼ οὐδὲ εἴσεται τοῦ πράγματος οὐδέν.
然而,正如所见,我此前对这些事情的预见和预言是正确的:除非一个人听完整个论证,否则他不仅不会给予适切的尊重,甚至对这件事情也一无所知。
διὰ ταῦτα ἠξίουν ἀκροᾶσθαι διὰ τέλους ὅστις μέλλει τὸ ἀγώνισμα πᾶν ὄψεσθαι καὶ ψῆφον ὀρθὴν καὶ δικαίαν ἐποίσειν.
因此,我要求任何想要观看整个比赛并投下正确且公正一票的人,必须听到最后。
οὐδὲ γὰρ, ὦ ἄριστε ἀνδρῶν, οἱ δικασταὶ τοῦτον τὸν τρόπον κρίνουσι καὶ προοιμίου τινὸς ἢ διηγήσεως ἀκούσαντες ἀπαλλάττονται, οὐδὲ αὖ ταῦτα παρέντες πρὸς μέρος τι τῶν εἰκότων συνῆλθον, ἢ ὅσον μιᾶς τινος μαρτυρίας ἀκοῦσαι ἢ τῆς ἐπανόδου τῶν εἰρημένων, ἀλλʼ ἀκούσαντες ἀπʼ ἀρχῆς εἰς τέλος οὕτω τὴν ψῆφον φέρουσι· καὶ τοῦτο κἀκείνοις οἶμαι λυσιτελεῖ.
因为,我最优秀的朋友,法官们并不是以这种方式进行裁判的,他们不会在听完某种前言或叙述后就离去,也不会忽略这些而仅为了盖然性论证的某一部分,或者仅仅为了听取某一个证言或已说之物的摘要而聚集在一起,而是从头到尾倾听之后才这样投票;而且我认为,这对他们也是有益的。
πρὸς τῶν θεῶν τῶν ὁρκίων οὐδέ γε ὑμεῖς ὅταν ποιῆτε Ὀλύμπια, οὐχ οὕτως ἀγωνοθετεῖτε, τοῦ μὲν ἅπαντα ἀκούσαντες τῶν ἀγωνιστῶν, τοῦ δὲ ὅσον εἰσόδιον, ἢ τῶν μὲν ἐν μέσῳ τι, ἢ τῶν ἐν τέλει.
凭着发誓之神起誓,即使是你们在举办奥林匹亚运动会时,也不会这样主持比赛,即听完某位选手的全部演奏,而对另一位选手只听其入场,或者对某些人只听其中间部分,对其他人只听其结尾。
πρὸς οὖν τί τοῦτο λέγω;
那么,我为什么说这些呢?
ὅτι μικρῷ τινι τοῦ λόγου μέρει προστυχὼν ἀπὸ τούτου τὸ πᾶν ἔκρινας, προοιμίου δὲ οὐκ ἤκουσας οὐδὲ τῆς ὅλης καταστάσεως, ἣν ἐξῆν μηδὲν ἐλάττονος ἀξίαν νομίσαι τοῦ παντὸς ἀγῶνος, ὡς περὶ μέρους εἰπεῖν.
因为你只遇到了论证中极小的一部分,就以此判断了全部,而没有听到前言,也没有听到整个叙述(构架),若作为部分来说,这本可以被认为与整个比赛具有同等的价值。
τὸ γὰρ ἦθος ὅλον ἐνταῦθα ἂν μᾶλλον.
因为整个品格更容易在其中展现出来。
ἐν αὐτοῖς γὰρ ἔγνως ὡς ἐπαινέσοντες πλέον τὸν ἄνδρα ἢ καθαιρήσοντες εἰσῄειμεν.
在这些内容中,你们本可以知道,我们进入论证是为了更多地赞扬那个人,而不是为了贬低他。
οὕτω πᾶσαν αἰδῶ καὶ τιμὴν ἀπεδώκαμεν αὐτῷ, ὥστε εἰ αὐτὸς πρὸς αὑτὸν ἔμελλεν ἀντερεῖν, οὐκ ἄν μοι δοκοίη μᾶλλον αὑτοῦ
我们给予了他如此充分的敬意和名誉,以至于如果他自己要反驳自己,在我看来他也不会对自己更加宽容。
§322φείσασθαι. οἶμαι δὲ εἰ καὶ υἱὸς ἐκείνου ἔμελλεν ἀντερεῖν αὐτῷ, οὐκ ἂν πλείω τὴν παραίτησιν ἐποιήσατο, οὐδʼ ἂν περιφανέστερον ἐκόσμησεν εἰς τοὺς Ἕλληνας.
而且我认为,即使他的儿子要反驳他,也不会做出更多的辩解,也不会在希腊人面前把他装饰得更加显赫。
σὺ δὲ τούτων ἀπολειφθεὶς ὅμοιος εἶ τῷ πρὶν ἀμφοῖν ἀκοῦσαι τὸν μῦθον δικάζοντι.
但是,你由于缺少这些,就像是在听取双方陈述之前就做出判决的法官。
καίτοι ἕτερός γʼ ἂν ἔχων συνέχειαν ἐπελάθετο καὶ αὐτὸς ἑαυτοῦ, μὴ ὅτι τοῦ ἀντιπάλου, καὶ τὸ προκείμενον δεικνὺς οὐδὲν ἂν πλέον ἐζήτει.
然而,换作另一个人,在保持论证连贯的同时,甚至会忘记自己,更不用说对手了,只要展示出既定的命题,就不会再寻求更多。
ἐγὼ δὲ ὥσπερ δεδοικὼς μὴ φαυλότερος περὶ ταῦτα ἐκεῖνος νομισθῇ, τὸ ἐκείνου σπεύδων παρὰ πάντα τὸν λόγον διαγίγνομαι· καὶ τῆς ἀποδείξεως οὕτω συνεχοῦς καὶ πυκνῆς οὔσης, ἐξέστω γὰρ εἰπεῖν, τὸ σχῆμα τῶν λόγων τῶν πρὸς τὸν ἄνδρα οὐχ ἧττον ἀγαστόν ἐστιν, ὅτι οὐχ ἑτέρως μὲν τὴν κρηπῖδα ὑπέθηκα, ἑτέρως δὲ τὸ λοιπὸν ἐπήγαγον, ἀλλʼ ἀκολουθεῖ πανταχοῦ τῷ λόγῳ τὸ τοῦ ἀνδρὸς προορώμενον, καὶ δείκνυμεν ὅτι ἀντιλέγοντες τὰ ἀναγκαῖα κοσμοῦμεν ἐκ περιουσίας.
但我仿佛害怕他在这些事情上被认为更加平庸一样,在整个论证过程中都热切地维护他的利益;而且,在论证如此连贯和紧密的同时——如果允许这样说的话——对那个人所使用的言论形式同样令人赞叹,因为我并没有以一种方式奠定基础,而以另一种方式引入其余部分,而是在论证的每一处都伴随着对那个人的体贴,我们表明在反驳必要事物的同时,我们也以绰绰有余的敬意在装饰着他。
καίτοι ἐβουλόμην ἂν ἐκεῖνον οὕτως ἀντειπεῖν μοι δεῦρο γενόμενον, ἀλλʼ ἴσως ἧττον ἂν τοῦ τοιούτου ἐμέλησεν αὐτῷ.
然而,我本希望他能来到这里并这样反驳我,但也许他不会那么在意这种事情。
σκόπει τοίνυν καὶ τὰ ἐπὶ τῆς τελευτῆς τῶν λόγων ὡς ἀκόλουθα τῷ προοιμίῳ· τοῦτο μὲν περὶ τῶν τῷ ὄντι ῥητόρων διαλεγόμενοι, Πλάτων δʼ ἡμῖν ποῦ χοροῦ, φαμὲν, στήσεται;
因此,也请看论证结尾处的内容是如何与前言相一致的:一方面,我们在讨论那些真正的雄辩家时说,“柏拉图将在我们的合唱队中站在什么位置?
ἡμεῖς μὲν αὐτὸν ἐν τῷ καλλίστῳ τάττειν ἕτοιμοι τοιουτοισί τισι τοῖς ῥήμασιν, οὐ γὰρ τό γʼ ἀκριβέστερον μέμνημαι· τοῦτο δὲ ἑτέρων τινῶν ἀνθρωπίσκων μνησθέντες, πρὸς δὲ δὴ Πλάτωνα, τὸν τῶν ῥητόρων πατέρα τε καὶ διδάσκαλον, οὕτως οἶμαι τὸ ἐφεξῆς εἰρήκαμεν, καὶ τοσαῦτά γʼ ἐστὶν οὐ τὸν βίον τὸν ἐκείνου καὶ τοὺς λόγους εἰς ὅσον οἷόν τε σεμνύνοντος, καὶ ταυτὶ πάντα ὑπὲρ τῆς ἀληθείας ἀκριβολογοῦμαι καὶ διεξέρχομαι, φησὶ Δημοσθένης, ἐπεὶ τό γε τοῦ Πινδάρου πολλοὶ ὑμνοῦσι "χρὴ δὲ πᾶν ἔρδοντʼ ἀμαυρῶσαι τὸν ἐχθρόν.
”我们准备用类似这样的话(因为我不记得更精确的词句了)将他安排在最美好的位置;另一方面,在提到其他一些平庸之辈后,我认为我们接下来对柏拉图——雄辩家们的父亲和老师——是这样说的,而这些话正是出自一个尽可能尊崇他的生活和论证的人之口;正如德摩斯梯尼所说,“为了真理,我对这一切进行了精确的讨论和详细的阐述”,因为许多人都赞颂宾达洛斯的这句名言: “必须尽一切努力使敌人黯然失色。
" ἐχθρὸν δέ που λέγει τὸν ἀντίπαλον.
” 这里他所说的“敌人”大概是指“对手”。
καὶ σχεδὸν ἔν τε ταῖς σφαιρομαχίαις καὶ τοῖς γυμνικοῖς αὐτοῖς ἀγῶσι, προσθήσω δὲ καὶ ἱππικοῖς, οὕτως ὁρῶμεν οὐ τοῖς τῶν ἀντιπάλων βουλήμασιν ἀκολουθοῦντας τοὺς περὶ τῆς νίκης ἐρίζοντας,
我们确实可以看到,无论是在球戏中,还是在体育竞技本身中,我还要加上马术比赛中,那些争夺胜利的人都是这样做的,而不是顺从对手的意愿,

词汇与语法注释

  1. §321ὅπως αὖ μή με φήσεις — 在独立子句中 ὅπως μή 连用将来直说式的结构,表示强烈的警告或告诫(“千万不要……”)。其功能相当于省略了表示命令或留心的主句动词。
  2. §321ὡς εἰ μή τις ἅπαντος τοῦ λόγου διακούσεται — 连词 ὡς 引导前文表示预见和预言的动词(προεωρώμην καὶ προὔλεγον)的宾语内容,其功能相当于 ὅτι(“即……”)。
  3. §321τὸ γὰρ ἦθος ὅλον ἐνταῦθα ἂν μᾶλλον — 在省略句中,小词 ἂν 后面省略了过去时直说式动词(如 ἦν)。它表示过去的可能性或反事实假设,应理解为“整个品格本来会更多地存在于其中”。
  4. §322τῷ πρὶν ἀμφοῖν ἀκοῦσαι τὸν μῦθον δικάζοντι — 典出希腊著名格言“在听取双方陈述之前切勿判决”。定冠词 τῷ 与分词 δικάζοντι 一致,而 πρὶν 搭配不定式(ἀκοῦσαι)构成的副词短语则作为时间状语修饰该分词。
  5. §322μὴ ὅτι — 意为“更不用说”、“且不说”的习惯表达,用以引入不言而喻的事物来衬托和加强主句的论述。
  6. §322ποῦ χοροῦ — 疑问地方副词 ποῦ 与部分属格 χοροῦ(“合唱队的”)相结合的表达,字面意思是“在合唱队的哪个位置”,用于询问某人在群体或序列中的定位。

引用这一段

阿里斯·台德斯, 致卡皮托 §321-322. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg047.humanitext-grc2:321-322

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。