§325εὐγνωμοσύνης.
公正。
ἐγὼ μὲν γὰρ ἐφαινόμην οὐδʼ ἐν αὐτοῖς τοῖς ἀναγκαίοις ἀποτόμως τῷ λόγῳ χρώμενος, ἀλλὰ πεφεισμένως καὶ σχηματιζόμενος τὰ πρέποντα, ὁ δʼ ἀνδρὶ τῶν κατʼ αὐτὸν ἐνδοξοτάτῳ οὕτω ῥᾳδίως ἀμαθίαν ἐγκέκληκε, καὶ ταῦτα ἀκούοντος μειρακίου ἐπιτηδείου καταφρονῆσαι καὶ ὁτουοῦν, καὶ ᾧ θεῖός τε καὶ ἐπίτροπος καὶ ἀντὶ τοῦ πατρὸς ἂν ἦν.
因为在我这一方面,我显得即使在必要的事务中,也没有在言辞中进行无情的攻击,而是克制地、并以合适的方式塑造得体的表达;而他那方面,却对同时代最有名望的人如此轻易地指责其无知,而且还是在一个容易蔑视任何人的年轻人在听的时候,而那个人对这个年轻人来说是叔父、监护人,本应是父亲般的角色。
ὥστʼ ἐγὼ μὲν οὐδὲ ψέγω οὐδʼ ἐξελέγξω, δέδοικα δὲ μή τις ἐμοῦ γοργότερον βλέπων φῇ συνῳδὰ ταῦτα εἶναι ταῖς αἰτίαις ἃς Σωκράτης εἶχεν, ὡς ἀναπείθων τοὺς νέους τῶν πρεσβυτέρων καταφρονεῖν.
因此,我既不指责也不反驳,但我担心有比我目光更敏锐的人会说,这些内容与苏格拉底所面临的“劝说年轻人蔑视长辈”的控诉是相吻合的。
καὶ ἐὰν δὴ λέγω ὅτι Περικλέα φασὶ καὶ τὰ ἴδια οὐδὲν ἀτιμότερον βιῶναι Σωκράτους σεμνότητος ἕνεκα κἀν ταῖς στρατείαις ταῖς κοιναῖς λυσιτελέστερον εἶναι Σωκράτους συμπαρόντα, ἐὰν ταῦτα λέγω, φήσεις με ῥητορεύειν.
如果我真的说,人们说伯里克利在私生活中因其尊严而活得绝不比苏格拉底逊色,且在共同的征伐中,因其在场而比苏格拉底更为有益,如果我说了这些,你会说我在玩弄修辞。
οὐκοῦν ταῦτα ἐῶ σὴν χάριν.
所以,看在你的分上,我就不提这些了。
ἀλλὰ τοσοῦτον δέομαι πυθέσθαι, ποῦ ταῦτα ἀναγκαῖον ἐγκαταμῖξαι τοῖς διαλόγοις;
但我只想请教这一点:在对话录中混入这些内容在何处是必要的?
οὐ γὰρ ἄν μοι θαυμαστὸν εἴη εἰ μηδεὶς ἔχοι δεῖξαι.
因为即使没有人能指明这一点,我也不会感到奇怪。
τεκμαίρομαι δʼ ἑνὶ μικρῷ.
我通过一个细节来推论。
εἰ γάρ τις ἅπαν τοῦτο ἐξέλοι, ἀρξάμενος ἀπὸ τοῦ
πέπονθας δὲ οὐ σὺ μόνος τοῦτο, ἀλλὰ καὶ οἱ πολλοὶ τῶν πραττόντων τὰ τῆσδε τῆς πόλεως
ἢ καὶ ἔτι ἀπʼ ἐκείνου
διὸ καὶ ᾁττεις ἄρα πρὸς τὰ πολιτικὰ πρὶν παιδευθῆναι
μέχρι τοῦ
ἀλλὰ μὰ Δίʼ οὐκ ἔχω,
εἰ τοῦτό τις ἐξέλοι, τί χείρων ὁ λόγος γίγνεται, ἢ τί ἧττον προτρέπει τὸν Ἀλκιβιάδην, ἐὰν οὕτω τὸ συνεχὲς ᾖ
ἀμαθίᾳ γὰρ συνοικεῖς, ὦ βέλτιστε, τῇ ἐσχάτῃ, ὡς ὁ λόγος σοῦ κατηγορεῖ καὶ σὺ σαυτοῦ.
因为如果有人把这一整段删去,从:「而经历这一点的不仅是你一人,也包括管理本城事务的大多数人」开始,或者甚至从更早的:「因此,你竟然在接受教育之前就奔向政治」直到:「但凭宙斯起誓,我列举不出来」如果有人把这段删去,论证会变得怎么糟糕,或者对阿尔基比亚德斯的劝勉会有什么减损,如果上下文这样连接的话:「因为,我优秀的友,你与极端的无知共处,正如你的话语指责你,你自身也指责自己一样。
εἶεν.
好。
τί οὖν διανοεῖ περὶ σεαυτοῦ;
那么,你对你自己有什么打算?
πότερον ἐᾶν ὡς νῦν ἔχεις, ἢ ἐπιμέλειάν τινα ποιεῖσθαι;
是像现在这样听之任之,还是进行某种照料?
τί χείρων ἐγίγνετο ὁ λόγος, εἰ ταῦτα οὑτωσί πως εἶχεν;
」如果这些话大致是这样写的,论证会变得怎么糟糕?
ἐγὼ μὲν οὐχ ὁρῶ.
我个人是看不出来。
εἰ γὰρ τῶν ἄλλων τισὶ τῶν πολλῶν ἐβούλετο ἐπιτιμῆσαι προτροπῆς ἕνεκα τοῦ μειρακίου, ἐξῆν ὅπερ εἴρηκα ποιῆσαι.
因为如果他为了劝勉这个年轻人而想指责其他多数人中的某些人,他本可以按照我所说的方式去做。
διείλεκται γάρ που καὶ περὶ τούτων ἰδίᾳ, ὡς οὐ χρὴ πρὸς τὸν δεῖνα ὁρᾶν αὐτὸν, ἀλλὰ πρὸς τοὺς ἀληθινοὺς ἀνταγωνιστάς.
因为他在别处也单独谈过这些,说他不应该看某某人,而应该看真正的竞争对手。
οὐκοῦν δεινὸν, εἰ Πλάτων μὲν §326κωμῳδεῖ Περικλέα μηδεμιᾶς ἀνάγκης οὔσης, ἡμῖν δὲ μηδὲ τοσοῦτον εἰπεῖν ἄνευ μέμψεως ἐξέσται ὡς ἀπεδήμησε Πλάτων εἰς Σικελίαν.
那么,这岂不是很荒谬:如果柏拉图在毫无必要的情况下嘲弄伯里克利,而我们却连柏拉图曾前往西西里这样的话,都不能在不受指责的情况下说出来。
καίτοι τί τοῦτο αἰσχυνόμεθα οἱ φιλοῦντες ἐκεῖνον;
然而,我们这些爱戴他的人,为什么要为此感到羞耻呢?
Παρμενίδης τοίνυν ἔστιν αὐτῷ σύγγραμμα θεῖον.
此外,他有一篇神圣的著作《巴门尼德》。
τί οὖν πρὸς τὸ ἓν καὶ πολλὰ καὶ τὰς πολλὰς ταύτας στροφὰς τὸ γενέσθαι Ζήνωνα παιδικὰ Παρμενίδου;
那么,对于“一”与“多”以及这些繁复的论辩逻辑,芝诺成为巴门尼德的爱童这一事实有什么用呢?
ποῦ τοῦτο ἀναγκαῖον ἦν προφέρειν ἀνδρὶ τηλικούτῳ;
对如此年长的人提起这事在何处是必要的?
ἀλλʼ ὅμως εἴρηκε κόσμου τινὸς ἕνεκα τῶν λόγων.
但尽管如此,他为了给论证增添某种装饰还是说了。
ἀλλὰ νὴ Δία ὡς Ὅμηρον μύρῳ χρίσας ἐκπέμπει χελιδόνος τιμὴν καταθεὶς, οὕτως ἡμεῖς Πλάτωνα ἐκπέμπειν ἐκ τῶν πόλεων ἐκελεύομεν ἢ μετʼ ἀδείας τοσαύτης κακῶς αὐτὸν εἰρήκαμεν;
但是,凭宙斯起誓,就像他给荷马涂上香油,献上燕子的尊荣并将其送走一样,我们是否也曾这样要求将柏拉图从城邦中送走,还是我们以极大的放肆诽谤过他?
ἢ τούτους πάλιν αὖ τοὺς Γοργιείους λόγους παραιτούμεθα μὴ δυσχεραίνειν ἐὰν διαγράφωμεν, ὥσπερ ἐκεῖνος βούλεται τὸν Ὅμηρον διαγράφειν, ὡσπερεί τις ἑλλανοδίκης πρὸς ἐπῶν κρίσιν ᾑρημένος;
或者,我们是否也在请求,如果我们删除《哥尔吉亚斯》中的这些论述,请不要感到不快,正如他希望删除荷马一样,仿佛他是被选来评判史诗的希腊裁判官?
ἀλλὰ τοὺς ἑταίρους τοῦ Πλάτωνος κωμῳδοῦμεν ὥσπερ ἐκεῖνος τοὺς Ὁμήρου, καὶ ταῦτα μέντοι πρὸς θεῶν τί τοῦ λόγου προσαναγκάζοντος αὐτόν;
然而,我们是否像他嘲弄荷马的同伴那样,去嘲弄柏拉图的同伴?
οὐ γὰρ ἔγωγε ἐπινοῶ.
而这,看在神的分上,又是何种论证的必要性在强迫他呢?
οὐκ ἂν οἱ φύλακες καθʼ αὑτοὺς ᾤκουν, εἰ μὴ κακῶς Ὅμηρος ἤκουσεν;
因为我实在想不出。
ἀλλὰ γυναῖκες κοιναὶ ταῦτα ἐπηνάγκαζον;
如果荷马没有受到恶评,守护者们难道就不会独立居住吗?
ἀλλʼ ἡ χιλιέτης πορεία χεῖρον ἂν εἴρητο αὐτῷ, εἰ μὴ Κρεόφυλος ἤκουσε κακῶς;
或者是妇女的共有强迫了这些?
ἀλλὰ τί τοῦτο ἐβούλετο αὐτῷ κωμῳδεῖν Ὅμηρον διὰ κενῆς;
或者如果克雷奥菲洛斯没有受到恶评,他那千年的旅程难道就会写得更糟吗?
καὶ μὴν οὐδὲ αὐτό γε τοῦτο παρῃτήσατο εἰς τοσοῦτον οὔτε ἀρχόμενος τῶν πρὸς αὐτὸν λόγων, ὥσπερ ἡμεῖς πολλὰ παρῃτησάμεθα, οὔτε ἐν τοῖς ὕστερον, ἀλλʼ ἓν γὰρ τοῦτʼ εἶπε βραχὺ, ὡς οὐ πρό γε τῆς ἀληθείας τιμητέος ἁνήρ.
但他为什么想要这样,无端地去嘲弄荷马呢?
ἡ δὲ ἀλήθεια οὐκ ἐπηνάγκαζε Κρεόφυλον ἄγειν εἰς λόγον.
况且,他自己甚至在开始对他进行论证时,并没有像我们那样请求许多宽免,在之后的论证中也没有,他只是说了这一句简短的话,即不应在真理之前尊重那个人。
ἢ Πλάτωνι μὲν καὶ ἀπὸ τῶν ὀνομάτων ἐξέσται διασύρειν οὓς βούλεται καὶ διὰ τούτων ἑτέρους πάλιν, ἡμῖν δὲ οὐδὲ ἀπὸ τῶν ἔργων τῶν ἐκείνου τοὺς ἐκείνου λόγους ἐλέγχειν ἐξέσται;
然而,真理并没有强迫他把克雷奥菲洛斯带入论证。
καὶ τὸ μὲν δὴ περὶ τῶν ἐπῶν ἀφῶμεν αὐτῷ
难道说柏拉图可以仅仅凭着名字就去诋毁他想诋毁的任何人,进而通过这些人再去诋毁其他人,而我们甚至不能根据他自己的作品来反驳他的论证吗? 那么,关于史诗的事情,我们就向他让步吧