- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg047.humanitext-grc2:323-324
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
著者は競技者が自己の利益のために全力を尽くす比喩を用い、プラトンが自著『アルキビアデス』においてペリクレスを不必要に批判している箇所を引用して、自らのプラトン批判もそれと同等またはそれ以上に正当なものであると弁明する。
ἀλλὰ τὰ αὑτοῖς συμφέροντα1 καὶ ποιοῦντας καὶ λέγοντας, ἕως ἂν μή τις περιφανῶς κωλύῃ νόμος. ὥστʼ εἰ τὰ μάλιστα μὴ πρὸς ἡδονήν τισιν ἦσαν οἱ λόγοι, ἔλεγχον δὲ εἶχον ἢ τῶν λόγων τῶν ἐκείνου ἢ τοῦ βίου, ἀρχαῖος ὁ νόμος χρῆσθαι τοῖς τοιούτοις, καὶ οὐκ ἐγὼ κατέδειξα αὐτὸν, ἀλλὰ παντάπασα παλαιός ἐστιν· ἢ δέδοικα αὖ λέγειν μὴ Πλάτων ὁ καταδείξας αὐτὸν ᾖ· κἀμοὶ μὲν ἀπολελόγηται μετρίως ὑπὲρ τῆς αἰτίας, ὡς ἐγὼ νομίζω· ὅτι δὲ ἐκεῖνός ἐστιν ὁ οὐ πάνυ φροντίζων2 εἴ του δέοι καθάπτεσθαι, μάλιστα μὲν εἰκὸς ἄμεινόν σε ταῦτα ἐπίστασθαί τε καὶ μεμνῆσθαι τούτοις σχολάζοντα, ἃ δʼ οὖν κἀγὼ μέμνημαι φέρε ἀναμνήσθητι. καὶ ὅπως αὖ μή με φήσεις3 Πλάτωνος κατηγορεῖν. οὐ γὰρ κατηγορίας ἕνεκα ἐκείνου, ἀλλʼ ἀπολογίας ἕνεκα παρʼ αὐτοῦ χρήσομαι τῷ παραδείγματι. ὅτι δὲ ἄκων εἰς τούτους ἐμπίπτω τοὺς λόγους σχεδὸν οἶσθα. οὐδὲ γὰρ ἐξ ἀρχῆς οὕτως ἐκείνους ἐποίουν τοὺς ὑπὲρ τῆς ῥητορικῆς ὡς ἀπολογίας μοι δεῆσαν. οὐχ ὁ μὲν Ἀλκιβιάδης αὐτῷ βούλεται παράκλησιν τοῖς μέλλουσι πολιτεύεσθαι ἐπιμελείας ἑαυτῶν; προελθὼν δὲ τοῦ λόγου κακίζει Περικλέα οὐ πάνυ τι οὐδὲ τοῦ πράγματος ἀναγκάζοντος. παρρησιάζομαι γὰρ πρὸς σὲ καὶ πρὸς αὐτὸν Πλάτωνα. σκέψαι δὲ ἐκ τῶν ῥημάτων. ἐκ τοῦ βιβλίου ἀμαθίᾳ γὰρ συνοικεῖς, ὦ βέλτιστε, τῇ ἐσχάτῃ, ὡς ὁ λόγος σου κατηγορεῖ καὶ σὺ σαυτοῦ. διὸ καὶ ᾁττεις ἄρα πρὸς τὰ πολιτικὰ πρὶν παιδευθῆναι. πέπονθας δὲ τοῦτο οὐ σὺ μόνος, ἀλλὰ καὶ οἱ πολλοὶ τῶν πραττόντων τὰ τῆσδε τῆς πόλεως, πλὴν ὀλίγων καὶ ἴσως γε τοῦ σοῦ ἐπιτρόπου Περικλέους. ἔστω ταῦτα ἀναγκαῖα, εἰ βούλει, μέχρι τούτου πέπονθας δὲ τοῦτο οὐ σὺ μόνος, ἀλλὰ καὶ οἱ πολλοὶ τῶν πραττόντων τὰ τῆσδε τῆς πόλεως, τὸ δὲ λοιπὸν ὦ πρὸς θεῶν τί βούλεται τῷ σοφῷ ἀνδρὶ πλὴν ὀλίγων τε καὶ ἴσως τοῦ σοῦ ἐπιτρόπου Περικλέους; ἀλλʼ ὅτι ἡ ἐκβολὴ αὕτη ἐστὶν ἐξεπίτηδες ἐζητημένη ὑπὲρ τοῦ κακῶς εἰπεῖν Περικλέα αὐτὸς μαρτυρήσει. καὶ ὅπως μὴ πάλιν ἀχθεσθῇς ὑπὲρ τοῦ αὐτοῦ. σκόπει γὰρ αὐτὰ ἃ λέγει. ἐκ τοῦ Ἀλκιβιάδου λέγεταί γέ τοι, ὦ Σώκρατες, οὐκ ἀπὸ ταὐτομάτου σοφὸς γεγονέναι, ἀλλὰ πολλοῖς καὶ σοφοῖς συγγεγονέναι, καὶ Πυθοκλείδῃ καὶ Ἀναξαγόρᾳ· καὶ νῦν ὅτι τηλικοῦτος ὢν Δάμωνι σύνεστιν αὐτοῦ τούτου ἕνεκα. τί οὖν; ἤδη τινὰ εἶδες σοφὸν ὁντιναοῦν ἀδυνατοῦντα ποιῆσαι ἄλλον σοφὸν ἅπερ αὐτός; ὥσπερ ὅς σε ἐδίδαξε γράμματα αὐτός τε ἦν σοφὸς καὶ σὲ ἐποίησε τῶν τε ἄλλων ὁντιναοῦν ἐβούλετο; ἦ γάρ; ναί. οὐκοῦν καὶ σὺ ὁ παρʼ ἐκείνου μαθὼν ἄλλον οἷός τε ἔσει; ναί. καὶ ὁ κιθαριστὴς δὲ καὶ ὁ παιδοτρίβης ὡσαύτως. πάνυ γε. ἱκανὸν γὰρ δή που τοῦτο τεκμήριον τῶν ἐπισταμένων ὁτιοῦν ὅτι ἐπίστανται, ἐπειδὰν καὶ ἄλλον τινὰ οἷοί τε ὦσιν ἀποδεῖξαι ἐπιστάμενον. ἔμοιγε δοκεῖ. τί οὖν ἔχεις εἰπεῖν, Περικλῆς τίνα ἐποίησε σοφὸν ἀπὸ τῶν υἱέων ἀρξάμενος; τί δὲ εἰ τὼ Περικλέους υἱέε ἠλιθίω ἐγενέσθην,4 ὦ Σώκρατες; ἀλλὰ Κλεινίαν τὸν σὸν ἀδελφόν. τί δʼ ἂν αὖ Κλεινίαν λέγοις, μαινόμενον ἄνθρωπον; ἐπειδὴ τοίνυν Κλεινίας μὲν μαίνεται, τὼ δὲ Περικλέους υἱέε ἠλιθίω ἐγενέσθην, σοὶ τίνα αἰτίαν ἀναθῶμεν, διότι σε οὕτως ἔχοντα περιορᾷ; ἐγὼ, οἶμαι, αἴτιος, οὐ προσέχων τὸν νοῦν. ἀλλὰ τῶν ἄλλων Ἀθηναίων δοῦλον ἢ ἐλεύθερον εἰπὲ ὅστις αἰτίαν ἔχει διὰ τὴν Περικλέους συνουσίαν σοφώτερος γεγονὼς, ὥσπερ ἐγὼ ἔχω σοι διὰ τὴν Ζήνωνος Πυθόδωρον τὸν Ἰσολόχου καὶ Καλλίαν τὸν Καλλιάδου· ὧν ἑκάτερος Ζήνωνι ἑκατὸν μνᾶς τελέσας σοφός τε καὶ ἐλλόγιμος γέγονεν. ἀλλὰ μὰ Δίʼ οὐκ ἔχω. πράγματά σοι παρέχειν ἔοικα· οὐ μέντοι πλείω ἢ ἐμαυτῷ καὶ τῷ ὑπογραφεῖ. περὶ γὰρ λύχνων ἁφὰς ταῦτα ἐζητεῖτο, καὶ ἔδει πρὶν εἰς εὐνὴν ἰέναι τέλος ἔχειν. οὐκοῦν ὃ λέγω σκόπει. ταῦτα εἰ μὲν ἀναγκαῖα τῷ λόγῳ, καὶ τὰ παρʼ ἡμῶν εἰς ἐκεῖνον μετέχει τῆς ἀπολογίας, εἰ δὲ μὴ ἀναγκαῖα, ὅρα τὸ περιὸν τῆς
そうではなく、自分たちに利益になることを、いかなる明白な法律がそれを禁じない限り、行い、かつ語るのである。したがって、たとえ私の言葉が誰かにとって最も不愉快なものであり、彼(プラトン)の言葉や生涯に対する吟味を含んでいたとしても、そのような手段を用いることは古い慣習であり、私がそれを導入したのではなく、完全に古いものなのだ。あるいはむしろ、それを導入したのはプラトン自身ではないかと私は恐れるほどだ。そして私自身については、私自身の起訴に対してそれなりに弁明がなされたと私は考えている。しかし、彼こそが、誰かを非難する必要がある場合に全く気にかけない者であるということは、何よりもまず、これら(プラトンの著作)に親しんでいるあなたの方がより良く知り、覚えているのが自然なことだが、ともかく私自身が覚えていることを、さあ、思い起こしてみてほしい。そしてまた、私がプラトンを告発しているなどと言わないように。なぜなら、彼を告発するためではなく、彼自身からの弁明のために、私はその例を用いるのだから。しかし、私が不本意ながらこれらの議論に陥っていることは、あなたもほぼ知っていることだ。なぜなら、私は最初から、弁明が必要になるかのように、弁論術に関するあの議論を(このような形で)作っていたわけではないからだ。(プラトンの)『アルキビアデス』は彼にとって、これから国政に関わろうとする人々への自分自身への配慮を促す勧告であることを意図していないだろうか。しかし、議論を進めるうちに、彼はペリクレスを非難するが、それは事柄自体がそれを全く要求していないにもかかわらずである。というのも、私はあなたに対しても、プラトン自身に対しても、率直に語っているのだから。言葉から検討してほしい。著作から: 「実に、優れた友よ、君は極限の無知と同居している。それは君の議論が君を告発し、君自身も自分を告発している通りだ。それゆえ、君は教育を受ける前に国政へと飛び出そうとしているのだ。そしてこのことを経験しているのは君一人ではなく、この都市の国政に携わる多くの人々も同様だ。ただし、少数の者たち、そしておそらくは君の保護者であるペリクレスを除いては。」 君が望むなら、これらが「このことを経験しているのは君一人ではなく、この都市の国政に携わる多くの人々も同様だ」というところまでは必要なものであったとしよう。しかし、神々の名において、残りの部分「ただし、少数の者たち、そしておそらくは君の保護者であるペリクレスを除いては」は、あの賢者にとって何を意図しているのだろうか。そうではなく、この脱線がペリクレスを誹謗するために意図的に求められたものであることは、彼自身が証言することになるだろう。そしてあなたが再び腹を立てることのないように、同じことについて。彼が語っていることそのものを見てほしい。『アルキビアデス』から: 「ともかく、ソクラテス、彼は偶然に賢くなったのではなく、多くの賢者たち、すなわちピュトクレイデスやアナクサゴラスと交わったからだと言われています。そして今でも、あの年齢でありながら、まさにそのためにダモンと交わっているのだと。」「ではどうだ。君はこれまでに、自分が賢い事柄において、他の者を賢くすることができないような賢者を一人でも見たことがあるか。例えば、君に読み書きを教えた者は、彼自身が賢く、君をも、また他の誰でも彼が望む者を賢くしたのではないか。」「その通りです。」「ならば、彼から学んだ君も、他の者を賢くすることができるだろうか。」「はい。」「そして琴の奏者や体育の教師も同様だろうか。」「まさにその通りです。」「というのも、何らかを知っている人々がそれを知っているということの、おそらく十分な証拠は、他の誰かをも知っている者として示すことができることなのだから。」「私にもそう思われます。」「では、君は何と言えるか。ペリクレスは、自分の息子たちをはじめとして、誰を賢くしたか。」「しかし、ソクラテス、ペリクレスの二人の息子が愚か者になったとしたらどうですか。」「ならば、君の弟であるクレイニアスはどうか。」「クレイニアスのことをまた言うのですか、あの狂った男を。」「それなら、クレイニアスは狂っており、ペリクレスの二人の息子は愚か者になったのだから、彼が君をそのような状態のまま放置していることについて、私たちは誰のせいにすべきだろうか。」「私に原因があるのだと思います、注意を払っていないのですから。」「しかし、他のアテナイ人、奴隷であれ自由人であれ、ペリクレスとの交わりによってより賢くなったという理由を持つ者がいるなら言ってほしい。私がゼノンの交わりによって、イソロコスの子ピュトドロスとカリアデスの子カリアスを挙げることができるように。彼らはそれぞれゼノンに100ミナを支払って、賢く、また著名になったのだ。」「しかし、ゼウスにかけて、私には挙げられません。」 私はあなたに面倒をかけているようだ。しかし、私自身や私の筆記者以上にではない。というのも、これらのことはランプが灯る頃に探求されており、寝床に入る前に終わらせる必要があったからだ。 それゆえ、私の言うことを検討してほしい。もしこれらが議論において必要なものであったなら、私たちが彼に対して述べたこともまた弁明を分かち合うことになる。しかし、もし必要でないものであったなら、その過剰さを見てほしい。
- 323ἀλλὰ τὰ αὑτοῖς συμφέροντα
直前の文(§322最後)の οὐ τοῖς τῶν ἀντιπάλων βουλήμασιν ἀκολουθοῦντας(対戦相手の望みに従うのではなく)と対をなす構造。対格の現在分詞句 ποιοῦντας καὶ λέγοντας は、知覚動詞 ὁρῶμεν の対格補語として機能しており、「(勝利を争う者たちが)〜を行っているのを目にする」という構文を形成している。
- 323ὅτι δὲ ἐκεῖνός ἐστιν ὁ οὐ πάνυ φροντίζων
この ὅτι 節(「彼が〜を気にかけない者であるということ」)は、続く不定詞 ἐπίστασθαί τε καὶ μεμνῆσθαι(知り、かつ覚えていること)の目的語(ταῦτα によって受け直される名詞節)として機能している。τούτοις は、続く分詞 σχολάζοντα(〜に専念している、親しんでいる)が要求する与格の補語である。
- 323ὅπως αὖ μή με φήσεις
接続詞 ὅπως に否定辞 μή と直説法未来(φήσεις)が続くことで、否定の命令または強い警告・懇願(「〜と言わないように」)を表す慣用的な構文。主節(ὅρα や φυλάττου など)が省略されている。
- 324τὼ Περικλέους υἱέε ἠλιθίω ἐγενέσθην
名詞 υἱέε、形容詞 ἠλιθίω、および動詞 ἐγενέσθην(アオリスト三人称双数)はすべて双数形(dual)であり、ペリクレスの「二人の」息子(パラロスとクサンティッポス)を指す。プラトンの対話篇の文体を反映した特徴的な文法形式である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-09-21 AI校閲 — 注 1 件
