Humanitext Reader

阿里斯·台德斯 · 留克特拉演说三 §454-455

底比斯的图谋与雅典丧失主导权的危险

第 4 段,共 5 段 · 希腊语

内容简介

演讲者揭示了底比斯企图彻底摧毁拉栖代梦的意图,并警告雅典,若顺从底比斯的同盟条款,将面临战略屈从和失去威望的危险。

§454μέρει μικρῷ πάντα τἀκείνων ἐξεληλέγχθαι, καὶ τοὺς μὲν ἐν ἡλικίᾳ τεθνάναι πάντας, τὴν πόλιν δὲ εἰλῆφθαι, καὶ ταῦτα ἀτείχιστον οὖσαν, παῖδάς τε καὶ γυναῖκας ἄγεσθαι, διαπεπρᾶχθαι δὲ, ὡς εἰπεῖν, τὸ πρᾶγμα πρὶν ἐλθεῖν εἰς βουλὴν καὶ λόγον;
[在一天中的]极少一部分时间内,他们所有的事务都会被彻底检验并毁灭,所有适龄服役的人都会死去,城市被夺取——尤其是它没有城墙保护,儿童和妇女被掳走,而整件事甚至在付诸议会或讨论之前就已尘埃落定,还有什么能阻止这一切呢?
ἐπεὶ καὶ νῦν ἐπὶ τοῦτʼ αὐτὸ δή που καλοῦσιν ὑμᾶς Θηβαῖοι, ὥστε συνανελεῖν αὐτούς.
因为确实,甚至在现在,底比斯人召集你们,大概也正是为了这同一目的,好让你们同他们一起消灭他们。
ἐπὶ τί γὰρ καὶ φῇ τις ἕτερον, ὅπου περὶ τῆς πόλεως αὐτῆς ὁ λόγος γέγονε;
因为当争论已经关乎城市本身时,谁还能说他们是为了别的什么目的而召集呢?
δεῖ τοίνυν ἤδη βεβουλεῦσθαι καὶ μὴ περιμένειν τὰ μηδαμοῦ γενησόμενα.
因此,我们必须已经做出了决定,而不能等待那些绝不会发生的事情。
νὴ Δίʼ ἄπιστοι γὰρ Θηβαίοις δόξομεν εἶναι μὴ βοηθήσαντες.
「对宙斯起誓,如果我们不提供帮助,我们底比斯人看来就是不守信用的。
πολὺ δέ γε μᾶλλον, ἂν βοηθήσαντες μὴ ποιῶμεν ἐφʼ οἷς παρελήφθημεν.
」但如果提供了帮助,却不履行我们被招纳来所要达到的目的,那就更显得不守信用了。
τί οὖν κωλύει, ταῦτα ἂν ἐκείνοις δοκῇ, συναινεῖν;
那么,如果这符合他们的意愿,又有什么能阻止我们同意这些事情呢?
οἷόν τι λέγω, κατασκάπτειν τὴν πόλιν, ἀνδραποδίζεσθαι, παῖδας καὶ γυναῖκας ἀποκτιννύναι πάντας.
我指的是诸如摧毁城市、奴役人口、杀光所有妇女儿童之类的事情。
ἐπὶ γὰρ ταῦτα καλοῦσι.
因为他们召集我们正是为了这些。
θήσω τοίνυν ἐγὼ καὶ μενεῖν ἡμᾶς τὸ πρᾶγμα καὶ μὴ φθάσειν προδιαφθαρέντας ἐκείνους, καὶ ψῆφον προτεθήσεσθαι, ὥσπερ ἀναγκαίᾳ τινὶ περιόδῳ τοῦτο ὀφειλόμενον τοῖς πολεμίοις ἅπασιν·
因此,我将假定事情会等待我们,他们不会在之前就灭亡,并且会提出投票,仿佛这是在某种必然的命运周期中欠所有敌人的一笔债。
ἂν οὖν ἡμῶν σώζειν τοὺς Λακεδαιμονίους τιθεμένων ψῆφον μὴ πείθωνται, μηδὲ συγχωρῶσιν οἱ Θηβαῖοι, τοῦτο δʼ οὐδὲ ἀποδείξεως δεῖται, ἆρα ἄλλο τι λοιπὸν ἔσται ἢ διεστάναι καὶ δυσχερῶς ἔχειν;
那么,如果我们提议拯救拉栖代梦人而底比斯人不被说服,也不予同意——而这根本不需要证明——除了分道扬镳并陷入交恶之外,还会剩下什么呢?
οὐκοῦν ἀρχὴ πολέμου καὶ πραγμάτων αὕτη, Λακεδαιμόνιοι δʼ ἢ προαπολώλασιν, ἐὰν τὰ Θηβαίων νικᾷ, ἢ μενοῦσι τὴν τοῦ πολέμου κρίσιν, ἂν ἐξελέσθαι δυνηθῶμεν αὐτούς.
因此,这将是战争和危机的开始;如果底比斯人的意图得逞,拉栖代梦人要么已经在之前灭亡,要么如果我们能够将他们解救出来,他们将等待战争的决断。
ἀνάγκη γὰρ ἢ παθόντων τι παρὰ γνώμην τὴν ἡμετέραν ἡμᾶς ἐπὶ τοὺς Θηβαίους ἔρχεσθαι, ἢ διατηρηθέντων ὑφʼ ἡμῶν, τούτους ἐφʼ ἡμᾶς ὑπʼ ὀργῆς ἰέναι.
因为,如果是由于他们遭受了违背我们意愿的事情,我们必须对抗底比斯人,或者是由于他们被我们保存下来,底比斯人会因愤怒而向我们进攻,这两者之一是必然的。
πότερʼ οὖν βέλτιον ὑπὲρ τῆς σκιᾶς τῆς Λακεδαιμονίων ὕστερον πολεμεῖν Θηβαίοις ἢ κοινωνεῖν ἡμῖν μὴ δυναμένων, ἢ παντελῶς ἀπολωλότων, ἢ τὸν ὀρθὸν καὶ γενναῖον πόλεμον πολεμεῖν ὑπὲρ αὐτῶν, ἕως εἰσὶν ἔτι σῶοι;
那么,究竟是以后为了拉栖代梦人的影子(在他们无法与我们结盟或彻底灭亡之后)去与底比斯人作战更好,还是在他们依然完好的时候,为了他们去打一场正义而高尚的战争更好呢?
ἐγὼ μὲν οἶμαι τοῦτο.
我个人认为应当是后者。
εἰ δὲ μὴ τῆς αὐτῆς τύχης ἧσπερ ἡμεῖς πεπείρανται, τοῦτο καὶ μάλιστα ὑπὲρ ὑμῶν ἐστιν.
如果他们还没有经历过与我们相同的命运,这尤其对你们有利。
ὅτι μὲν γὰρ εἰς πολὺ χείρω βουληθέντων ὑμῶν ἥξουσιν ἅπασι δέδεικται· §455κωλύσαντες δὲ ὑμεῖς τὴν μὲν τιμωρίαν εἰληφέναι τῷ βουληθέντες ἂν δυνηθῆναι ῥᾳδίως, τὴν μεγαλοψυχίαν δὲ ἐνδεδεῖχθαι τῷ μὴ δεδεῆσθαι δόξετε·
因为如果你们希望如此,他们将陷入极其糟糕的境地,这已向所有人证明了;但如果你们加以阻止,一方面,你们将因「只要愿意本来可以轻易做到」而显得已经实现了报复,另一方面,又因不需要这种报复而显得展现了宽大。
ὥστʼ ἀνθʼ ἑνὸς ἀμφότερʼ ἕξετε, καὶ τὴν τιμωρίαν καὶ τὸ πρᾶοι δοκεῖν εἶναι, τοῦτο δὴ τὸ ἐξ ἀρχῆς ὑμέτερον.
因此,你们将得到两样东西来代替一样:报复本身,以及宽宏大度的名声,而这正是你们自始至终所具有的特质。
καὶ μὴν ὅτι γε, ὦ Ἀθηναῖοι, καὶ πολλῷ δεινότερά εἰσι πεπονθότες ὧν ὑμᾶς εἰργάσαντο αὐτοί ποτε ῥᾳδίως δείξω.
况且,雅典人啊,我将轻易地证明,他们现在所遭受的,比他们曾经对你们所做的要悲惨得多。
ἡμεῖς μέν γε ποιοῦντες καὶ πάσχοντες ὡς εἰπεῖν διεγενόμεθα ἐν πολλοῖς ἀγῶσι καὶ μάχαις κακῶς ἀλλήλους, οἱ δὲ μιᾷ κρατηθέντες πάντων ἀφεστᾶσι.
因为我们彼此之间,在许多竞争和战斗中,可以说是通过互相施加和承受痛苦而挺过来的,而他们仅在一场战斗中失败,就失去了一切。
δῆλον τοίνυν κἀκεῖθεν· ἡμᾶς μὲν γὰρ τῆς κατὰ θάλατταν ἡγεμονίας ἀπεστέρησαν, αὐτοὶ δʼ ἀμφότερα σχόντες προεῖνται νῦν.
这一点从以下情况中也显而易见:他们夺走了我们的海上霸权,但他们自己,在同时拥有两项霸权之后,现在却都失去了。
ὥστʼ εἰ τὸ πλειόνων στέρεσθαι μείζονός ἐστι συμφορᾶς δεῖγμα, μείζων ἐστὶν ἡ νῦν Λακεδαιμονίων τῆς πρότερον ἡμᾶς περιστάσης.
因此,如果失去更多是更大不幸的证明,那么拉栖代梦人现在面临的不幸,比以前包围我们的不幸还要大。
οὐ τοίνυν οὐδὲ τὴν τάξιν τῆς συμμαχίας τῆς πρὸς τοὺς Θηβαίους ἐπινοῶ.
此外,我也无法赞同底比斯人同盟中的序列。
προεστᾶσι μὲν γὰρ, ὡς ὁρᾶτε, αὐτοὶ τοῦ πολέμου, δέονται δʼ ὑμῶν ἐν προσθήκης μέρει.
因为正如你们所见,他们自己主导着战争,却需要你们作为一种附加。
τὸ μὲν τοίνυν ἐκείνοις συγχωρεῖν ἡγεῖσθαι αὐτοὶ κρίνατε ὁποῖόν τί ποτʼ ἐστὶν ὑμῖν, μνημονεύοντες τοῦ τροπαίου, ὅ ποτʼ ἐστήσατε ἐν Οἰνοφύτοις·
那么,你们自己判定,对他们让步并接受他们的领导对你们来说意味着什么,请记住你们曾一度在奥诺菲塔树立的纪念碑。
τὸ δʼ αὐτοὺς ἀξιοῦν προΐστασθαι μὴ ἀγνωμοσύνη σαφὴς ᾖ.
但是,要求我们自己来领导,也许是明显的无知。
τὸ γὰρ κληθέντας ὑπʼ ἐκείνων, κἀκείνων τῶν τὰ μέγιστα ἐξειργασμένων ὄντων ἀμφισβητεῖν περὶ τῆς προστασίας οὐκ ἔξω ταύτης τῆς αἰτίας εἶναι δόξει.
因为在我们被他们召集,且他们是取得最大成就的人的情况下,去争夺领导权,将显得无法免于这种无知的指责。
τοὺς δʼ ἐπειγομένους καταπολεμῆσαι τοὺς Λακεδαιμονίους καὶ μὴ δεῖν ἀνεῖναι λέγοντας τοῦτʼ ἐρωτῆσαι βούλομαι, ἂν μὴ διδῶσι τὴν ἡγεμονίαν ἡμῖν οἱ Θηβαῖοι, κελεύετε συμμαχεῖν αὐτοῖς ἐν ὑπηκόων τάξει;
而那些急于彻底击败拉栖代梦人并说不该放手的人,我想问他们:如果底比斯人不把领导权给我们,你们是命令我们作为臣属的身份与他们结盟吗?
νὴ Δίʼ ἀλλὰ δώσουσιν.
「对宙斯起誓,他们会给的。
οὐχ οὗτοί γε, ἕως ἂν ὁρῶσι τὰς Λακεδαιμονίων ἀσπίδας παρʼ αὑτοῖς κρεμαμένας.
」绝对不是他们,只要他们还看到拉栖代梦人的盾牌挂在他们自己家里。
εἰ δʼ ἐπʼ ἀμφότερα ἔστʼ εἰκάσαι, πόθεν καὶ πῶς τἀκριβὲς εἰσόμεθα;
但如果我们对两种可能性进行推测,我们又从何处以及如何得知确切的情况呢?
διδόντων μὲν γὰρ ὡς οὐδὲν μᾶλλον χρὴ τούτοις πολεμεῖν ἔστʼ εἰπεῖν, οὐ συγχωρούντων δὲ τίς ἂν φαίη δεῖν ἀνέχεσθαι;
因为如果他们给,我们就可以说没有必要再与他们作战;但如果他们不同意,谁会说我们应该忍受呢?
ἂν οὖν ἡμῖν συμβῇ κρῖναι μὲν τοῖς Θηβαίοις προσθέσθαι, γενομένης δʼ ἧς λέγω διαφορᾶς διαστῆναι, ἆρα ἄλλο τι συμβεβηκὸς ἔσται ἢ καὶ τούτους περιεορακέναι, καὶ πρὸς ἐκείνους ἐν προσκρούσμασι καὶ μέμψεσιν εἶναι, καὶ μήτʼ ἐπὶ τούτους
因此,如果我们碰巧决定加入底比斯人,但因为我所说的分歧而分道扬镳,除了我们既放任了这些人,又与那些人陷入冲突和指责,并且既不针对这些人

词汇与语法注释

  1. 454μέρει μικρῷ πάντα τἀκείνων ἐξεληλέγχθαι — 这是承接前一节 "τί κωλύει μιᾶς ἡμέρας" 的一系列宾格加不定式从句的开始。其中 "μέρει μικρῷ" 作为时间与格,修饰 "μιᾶς ἡμέρας"(在一天中的极少一部分时间内),详细列举了未来可能发生的彻底毁灭的图景。
  2. 454θήσω τοίνυν ἐγὼ καὶ μενεῖν ἡμᾶς τὸ πρᾶγμα — 动词 "θήσω"(我将假定/设定)引入宾格加不定式结构 "μενεῖν ἡμᾶς τὸ πρᾶγμα",以为论证设立一个假设情境。在此,"ἡμᾶς" 是 "μενεῖν" 的宾格主语,而 "τὸ πρᾶγμα" 是其直接宾语。
  3. 455τῷ βουληθέντες ἂν δυνηθῆναι ῥᾳδίως — 这是一个原因与格结构,由冠词 "τῷ" 名词化的不定式 "δυνηθῆναι" 与分词 "βουληθέντες" 及潜能小词 "ἄν" 结合而成。"βουληθέντες ἂν" 带有条件语气(“如果你们曾希望,你们本能够做成”),整句意为“由于如果你们愿意,本能够轻易做到这一点”。

引用这一段

阿里斯·台德斯, 留克特拉演说三 §454-455. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg035.humanitext-grc2:454-455

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。