Humanitext Reader

阿里斯·台德斯 · 留克特拉演说三 §452-453

底比斯对波斯的考量与迅速出兵救援的主张

第 3 段,共 5 段 · 希腊语

内容简介

演说者指出,底比斯人依靠波斯国王是不切实际的,这只会导致其盟友倒戈,并敦促雅典为了自身的安全与荣誉而拯救拉栖代梦。他警告说,一旦战争开始,便无法精准控制其进程,必须在手拉栖代梦彻底灭亡之前迅速决定予以援助。

§452τοιαύτην καὶ λαμπροὶ γεγονότες φύγοιεν ἂν, οἶμαι, ταπεινὸν οὕτω σχῆμα λαβεῖν, ὥστʼ ἐπὶ τὸν βάρβαρον καὶ κηλῖδα παλαιὰν ἐπανελθεῖν.
[获得如此胜利]并变得辉煌的他们,在我看来,定会避免采取如此卑下的姿态,以至于重新投靠野蛮人并回到过去的污点。
ὅλως δʼ οὐκ ἔχει λόγον ἡ ὑπόνοια αὕτη.
总之,这种猜疑是毫无道理的。
ὅπου γάρ ἐστι δυοῖν θάτερον, ἢ κρατήσαντας αὐτοὺς ἄλλῳ κεκρατηκέναι καὶ καθʼ αὑτῶν, ἢ κρατηθέντας, ὅπερ καὶ πρότερον συνέβη, καταλειφθῆναι καὶ ἐφʼ ἡμῖν εἶναι, πρὸς πότερον τούτων δέοιντʼ ἂν βασιλέως;
因为在两种情况必居其一的时候——要么他们获胜,通过他人而被征服,甚至是对他们自己而言也是被征服的;要么他们战败(这在以前也发生过),被抛弃并落入我们的掌控之中——在这两种情况中,他们究竟在哪一种情况下会需要国王呢?
καὶ μὴν νῦν μὲν ἐὰν πληγῶσι, προσδοκίαν τινὰ ἕξουσι διʼ ἡμῶν πάλιν σωθήσεσθαι, ὥσπερ αὐτούς τε ἔμπροσθεν καὶ νῦν τοὺς Λακεδαιμονίους τοῦτο πεπονθότας εἰδότες.
况且现在,如果他们遭受打击,他们还会抱有一定的期望,认为可以通过我们再次获获救,就像他们定会知道无论是他们自己过去还是现在的拉栖代梦人都曾遭遇过这种情况一样。
ἔσονται· ἐὰν δὲ τὸν βάρβαρον καλέσαντες ἀποτύχωσιν, ἀπολούμενοι καθαρῶς ἐπίστανται.
但如果他们召来野蛮人却失败了,他们深知自己将彻底毁灭。
πῶς οὖν οὐχ ὃ τὴν μὲν νίκην καθαρὰν, τὴν δὲ συμφορὰν εὔελπιν αὐτοῖς παρίστησιν, αἱρήσονται καθʼ αὑτοὺς ἀγωνίζεσθαι μᾶλλον ἢ ὃ τὴν εὐτυχίαν ἀνόνητον ποιοῦν ἀνήκεστον ἕξει τὸ πρᾶγμα, τὸν βασιλέα κοινωνὸν παραλαβεῖν;
那么,他们怎能不选择靠自己去战斗——这能带给他们纯粹的胜利和充满希望的厄运——而不是召来国王作为伙伴,这不仅使成功变得毫无益处,还会使事态陷入无可挽回的境地?
εἶτα καὶ εἰς ἀνάγκην κατακέκλεινται τοῦ μηδʼ ἂν βούλωνται παραφρονῆσαι.
此外,他们还被束缚在一种必然性之中,即即使他们想要发疯,也无法做到。
οἱ γὰρ νῦν μετʼ αὐτῶν ὄντες Ἠλεῖοι καὶ Ἀρκάδες, ἂν ἐπαγομένους αὐτοὺς τὸν βάρβαρον αἴσθωνται, εὔδηλόν ἐστιν ὡς οὐ μενοῦσιν, ἀλλʼ ὑπόψονται καὶ φυλάξονται, τοῦτο μὲν τὸν κίνδυνον εἰδότες ἔσχατον ἥξοντα αὐτοῖς, τοῦτο δὲ τὴν ἀδοξίαν, εἰ πρὸς ὃν πρότερον μετὰ τῶν τὰ δίκαια φρονούντων Ἑλλήνων παρετάττοντο, τοῦτον νῦν Θηβαίοις συνεπασκήσουσιν αὐτοί.
因为现在与他们结盟的伊利斯人和阿卡迪亚人,如果发觉他们引来野蛮人,显然是不会留下的,而是会起疑并加以戒备,因为他们一方面知道极大的危险将降临到自己身上,另一方面也知道这将带来耻辱——如果他们自己现在竟然协助底比斯人,去支持那个他们以前曾与心怀正义的希腊人并肩对抗的敌人。
μᾶλλον δή μοι δοκοῦσι Θηβαῖοι διὰ τοὺς ὑπάρχοντας νῦν συμμάχους ἀμελήσειν βασιλέως ἢ διʼ ἐκεῖνον τούτους παρόψεσθαι.
因此,在我看来,底比斯人更有可能为了现有的盟友而忽略国王,而不是为了国王而忽视这些盟友。
ὅλως δὲ, ὦ Ἀθηναῖοι, εἰ νῦν σώων ὄντων Λακεδαιμονίων δεδοίκαμεν μὴ τῷ βασιλεῖ προσθῶνται Θηβαῖοι, τί ποιήσομεν ἡνίκʼ ἂν μηδὲ τούτους ἔτι κοινωνοὺς ἔχωμεν, ἀλλὰ μόνοι μεταξὺ Θηβαίων καὶ τῶν βαρβάρων ἀπολειφθῶμεν;
总之,雅典人啊,如果现在拉栖代梦人还安然无恙,我们就担心底比斯人会归顺国王,那么当我们不再拥有他们作为伙伴,而只剩我们独自留在底比斯人和野蛮人之间时,我们该怎么办呢?
εἰ μὲν γάρ ἐστί τις ὑμῖν ἐγγυητὴς ἰσχυρὸς, ὡς ἂν Θηβαῖοι Λακεδαιμονίους ἀνέλωσιν, οὐχ ὑμεῖς εὐθέως αὐτοῖς ὑποκείσεσθε, οὐδʼ ἐπὶ τὴν πόλιν ἥξουσι ταύτην· δεινὸν μὲν νὴ τὸν Δία τὸν ἐλευθέριον τὸν Πλαταιᾶσι καὶ τὰ μνήματα τῶν ἐκεῖ πεσόντων κοινῶν ἀμφοτέροις προγόνων περιιδεῖν τὴν Λακεδαιμονίων πόλιν ἐκπεσοῦσαν ἐκ τῆς Ἑλλάδος, καὶ ταῦθʼ ὑπὸ Θηβαίων, οὐ μὴν ἀλλʼ ἔμοιγε τετολμήσθω τοῦτο τὸ §453ἀσέβημα τῷ λόγῳ, προώμεθα, ὦ Ἀθηναῖοι, καὶ περιίδωμεν μηδένα ὑπόλογον θέμενοι, βούλεσθε εἴπω καὶ συνεξέλωμεν;
因为,如果你方有某种强有力的保证,即如果底比斯人消灭了拉栖代梦人,你们不会立即臣服于他们,他们也不会进攻这座城市——尽管以普拉提亚的自由之神宙斯以及在那里牺牲的两国共同祖先的陵墓起誓,容忍拉栖代梦人的城市被逐出希腊,而且是被底比斯人驱逐,这实在是一件可怕的事;然而,请允许我在言语上冒天下之大不韪,雅典人啊,让我们放弃他们吧,让我们毫不理会地袖手旁观吧,或者你们希望我甚至说,让我们一起去消灭他们?
ἢ τοῦτο μὲν οὐδαμῶς;
还是说,这绝对是不可能的?
εἰ δʼ οὐδέπω τοσαύτην οἰκειότητα καὶ συνήθειαν ἔχει τὰ πρὸς ἡμᾶς πεπραγμένα Θηβαίοις, ὥστʼ εἶναι μείζω καὶ πλείω τῶν πρότερον πρὸς Λακεδαιμονίους αὐτοῖς ὑπαρχόντων, ὧν νῦν εἰσι πόρρω τοῦ μεμνῆσθαι, εὐτυχίας δὲ οὐδεὶς κόρος ἐστὶν ἀνθρώποις, ἀλλʼ οἱ τὰ μέγιστα κατορθώσαντες μεγίστων γλίχονται, δυναστείας τε ἐπιθυμοῦντας πολὺ μᾶλλον τὴν ἡμετέραν πόλιν ἢ τὴν Λακεδαιμονίων εἰκός ἐστιν αὐτοὺς δεδιέναι καὶ διὰ φρόνημα καὶ διʼ ἐμπειρίαν πραγμάτων καὶ διʼ ὀξύτητα καὶ τὴν ἐπὶ πᾶσι παρουσίαν ἄοκνον, τοῦτο δʼ ὑπειληφότας ἐκποδὼν ποιῆσαι ζητεῖν ἕπεται, ἐφʼ ἅπασί τε πίστις ἀκριβὴς οὐχ ἡ μὴ βουλήσεσθαί τινα ἀδικήσειν, ἀλλʼ ἡ μηδʼ ἂν βούλωνται δυνήσεσθαι παριστᾶσα· εἰ ταῦθʼ οὕτω φαίνεται, τί κωλύει Λακεδαιμονίους ὁμοῦ σώζειν καὶ τὴν πόλιν διʼ ἀσφαλείας ποιεῖσθαι καὶ δόξαν φιλανθρωπίας, μεγαλοψυχίας, ἀνδρείας προσλαβεῖν;
但如果底比斯人对我们所做的事情还没有带来如此深的亲密和熟悉,以至于无法超越他们以前与拉栖代梦人之间存在的关系——而他们现在已经远不记得这些关系了——并且如果人类对好运没有满足之时,反而是那些取得最大成功的人在渴望着最大的事物,而且由于他们渴望统治,他们更自然地会害怕我们的城市,而不是拉栖代梦人的城市,这既是因为我们的自豪、我们在事务上的经验、我们的敏捷,也是因为我们在一切事物上不懈的存在,并且如果他们有了这种预设,自然会企图将我们排除在外,而且最重要的是,确凿的安全保障不在于向我们展示某人不想作恶,而在于展示即使他们想作恶也无能为力——如果这些事情看起来确实如此,那么是什么阻止我们在拯救拉栖代梦人的同时,使我们的城市安全,并获得人道、大度和勇敢的名声呢?
ἐν γὰρ τῷ σῶσαι μὴ μνησικακήσαντας τρία ταῦτʼ ἐστὶν εἰς φιλοτιμίαν τείνοντα.
因为在不怀怨恨地拯救他们的过程中,包含了这三样导向荣耀的事物。
πρὸς τοίνυν τὸ μὴ παρεῖναι Λακεδαιμονίους ὑπὸ τὴν αὐτὴν τύχην ἡμῖν, καὶ τῇ μὲν ψήφῳ δεῖν σῶσαι, τοῖς δὲ ὅπλοις ἀπολέσαι, καὶ πρὸς ταύτην τὴν ἀκριβολογίαν, μᾶλλον δʼ ἀπορίαν, ὀκνῶ γὰρ εἰπεῖν ἀποπληξίαν, οὐ χαλεπὸν εὑρεῖν ἁπλοῦν καὶ σαφῆ λόγον.
那么,为了应对关于我们不应让拉栖代梦人与我们遭受相同命运的反对意见——即用我们的投票救他们,却用我们的武器消灭他们——并针对这种过度的纠缠,或者更确切地说是思维困境(因为我不好意思称之为精神麻痹),不难找到一个简单而明确的回答。
εἰ μὲν ἦν, ὦ Ἀθηναῖοι, ταμιεύσασθαι, καὶ μέχρι τούτου κακῶς διαθεῖναι παρὰ τὸν πόλεμον αὐτοὺς, μέχρι τοῦ πρὸς σύμβασιν ἐγχωρεῖν διατηρῆσαι, τάχα ἂν ταῦτά τις ἤκουσεν·
雅典人啊,如果可以调配战争,并在战争期间仅将他们折磨到这样一个限度——即恰好保留他们,使之仍有妥协的余地——那么也许会有人听信这些论调。
οὐκ ὄντος δʼ ἐφʼ ἡμῖν οὕτω τὸν πόλεμον τεμεῖν, τί ποιήσομεν, ἐὰν ἅπαξ ὑπερβάλωμεν;
但既然我们无法以这种方式来割裂战争,如果我们一旦越界,该怎么办?
ἢ μεταγνωσόμεθα;
或者我们会后悔吗?
καὶ τί πλέον τοῦ καιροῦ παρελθόντος;
但时机一旦错过,后悔又有何用?
ἐπεὶ καὶ νῦν μία δή που μάχη πάντʼ αὐτοὺς ἀφῄρηται, τοὺς συμμάχους, τοὺς εἵλωτας, τὴν παρὰ τῶν περιοίκων πίστιν, ἁπλῶς τὴν τάξιν ἐφʼ ἧς βεβηκότες ἦσαν.
因为即使是现在,正如大家所知,仅仅一场战斗就夺走了他们的一切——盟友、黑劳士、周边居民的忠诚,简而言之,就是他们赖以立足的整个体制。
τὸ δὲ προσπταῖσαι τοῖς σαθροῖς ῥᾳδίαν ποιεῖ τὴν αἴσθησιν.
而在已经腐朽的基础上绊倒,会让人很容易察觉到毁灭。
ἂν οὖν πάλιν ἄλλην μάχην μίαν κρατηθῶσιν οἱ λοιποὶ, τί κωλύει μιᾶς ἡμέρας
因此,如果剩下的人在仅剩的又一场战斗中战败,那么在短短的一天之内,还有什么能阻止[他们的彻底灭亡]?

词汇与语法注释

  1. 452τοιαύτην — 省略了宾格名词 `νίκην`,承接前文末尾的 `νενικηκότες νίκην`。
  2. 452ἢ κρατήσαντας αὐτοὺς ἄλλῳ κεκρατηκέναι καὶ καθʼ αὑτῶν — 与格 `ἄλλῳ`(“被他人”,指波斯国王)修饰被动不定式 `κεκρατηκέναι`(意为“被征服”)。这表达了一个悖论,即即使底比斯人获胜,他们也会被另一个势力所征服,从而在实质上也是违背他们自己利益的被征服。
  3. 452εἰδότες ἔσονται — 由完成时分词 `εἰδότες` 和将来时动词 `ἔσονται` 构成的迂言将来时表达,增强了对底比斯人“定会深知”(即非常清楚这些历史教训)的确信程度。
  4. 452τοῦτο μὲν ... τοῦτο δὲ ... — 宾格代词用作副词,用以引入并列的关系,表示“一方面……,另一方面……”。
  5. 453οὐκ ὄντος δʼ ἐφʼ ἡμῖν — 使用非人称表达 `ἔστιν ἐπί τινι`(“在某人的控制/裁量之下”)的属格绝对结构。带否定词 `οὐκ`,意为“既然我们无法以这种方式来掌控(划分)战争”。

引用这一段

阿里斯·台德斯, 留克特拉演说三 §452-453. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg035.humanitext-grc2:452-453

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。