← アイリオス・アリステイデス

レウクトラ演説 3

§454-455

テーバイの意図とアテネの主導権喪失の危険

弁論家はテーバイがラケダイモンを完全に破滅させようとする意図を指摘し、アテネがテーバイの望む同盟条件に屈することの屈辱と主導権喪失の危険性を警告します。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§454

μέρει μικρῷ πάντα τἀκείνων ἐξεληλέγχθαι,1 καὶ τοὺς μὲν ἐν ἡλικίᾳ τεθνάναι πάντας, τὴν πόλιν δὲ εἰλῆφθαι, καὶ ταῦτα ἀτείχιστον οὖσαν, παῖδάς τε καὶ γυναῖκας ἄγεσθαι, διαπεπρᾶχθαι δὲ, ὡς εἰπεῖν, τὸ πρᾶγμα πρὶν ἐλθεῖν εἰς βουλὴν καὶ λόγον; ἐπεὶ καὶ νῦν ἐπὶ τοῦτʼ αὐτὸ δή που καλοῦσιν ὑμᾶς Θηβαῖοι, ὥστε συνανελεῖν αὐτούς. ἐπὶ τί γὰρ καὶ φῇ τις ἕτερον, ὅπου περὶ τῆς πόλεως αὐτῆς ὁ λόγος γέγονε; δεῖ τοίνυν ἤδη βεβουλεῦσθαι καὶ μὴ περιμένειν τὰ μηδαμοῦ γενησόμενα. νὴ Δίʼ ἄπιστοι γὰρ Θηβαίοις δόξομεν εἶναι μὴ βοηθήσαντες. πολὺ δέ γε μᾶλλον, ἂν βοηθήσαντες μὴ ποιῶμεν ἐφʼ οἷς παρελήφθημεν. τί οὖν κωλύει, ταῦτα ἂν ἐκείνοις δοκῇ, συναινεῖν; οἷόν τι λέγω, κατασκάπτειν τὴν πόλιν, ἀνδραποδίζεσθαι, παῖδας καὶ γυναῖκας ἀποκτιννύναι πάντας. ἐπὶ γὰρ ταῦτα καλοῦσι. θήσω τοίνυν ἐγὼ καὶ μενεῖν ἡμᾶς τὸ πρᾶγμα2 καὶ μὴ φθάσειν προδιαφθαρέντας ἐκείνους, καὶ ψῆφον προτεθήσεσθαι, ὥσπερ ἀναγκαίᾳ τινὶ περιόδῳ τοῦτο ὀφειλόμενον τοῖς πολεμίοις ἅπασιν· ἂν οὖν ἡμῶν σώζειν τοὺς Λακεδαιμονίους τιθεμένων ψῆφον μὴ πείθωνται, μηδὲ συγχωρῶσιν οἱ Θηβαῖοι, τοῦτο δʼ οὐδὲ ἀποδείξεως δεῖται, ἆρα ἄλλο τι λοιπὸν ἔσται ἢ διεστάναι καὶ δυσχερῶς ἔχειν; οὐκοῦν ἀρχὴ πολέμου καὶ πραγμάτων αὕτη, Λακεδαιμόνιοι δʼ ἢ προαπολώλασιν, ἐὰν τὰ Θηβαίων νικᾷ, ἢ μενοῦσι τὴν τοῦ πολέμου κρίσιν, ἂν ἐξελέσθαι δυνηθῶμεν αὐτούς. ἀνάγκη γὰρ ἢ παθόντων τι παρὰ γνώμην τὴν ἡμετέραν ἡμᾶς ἐπὶ τοὺς Θηβαίους ἔρχεσθαι, ἢ διατηρηθέντων ὑφʼ ἡμῶν, τούτους ἐφʼ ἡμᾶς ὑπʼ ὀργῆς ἰέναι. πότερʼ οὖν βέλτιον ὑπὲρ τῆς σκιᾶς τῆς Λακεδαιμονίων ὕστερον πολεμεῖν Θηβαίοις ἢ κοινωνεῖν ἡμῖν μὴ δυναμένων, ἢ παντελῶς ἀπολωλότων, ἢ τὸν ὀρθὸν καὶ γενναῖον πόλεμον πολεμεῖν ὑπὲρ αὐτῶν, ἕως εἰσὶν ἔτι σῶοι; ἐγὼ μὲν οἶμαι τοῦτο. εἰ δὲ μὴ τῆς αὐτῆς τύχης ἧσπερ ἡμεῖς πεπείρανται, τοῦτο καὶ μάλιστα ὑπὲρ ὑμῶν ἐστιν. ὅτι μὲν γὰρ εἰς πολὺ χείρω βουληθέντων ὑμῶν ἥξουσιν ἅπασι δέδεικται·

[一日の]わずかな時間のうちに、彼らのすべての事柄が白日の下に晒され、兵役に適した年代の者たちが全員死に、ポリスが奪われ、しかもそれが城壁のない状態であるためであり、子供たちや女たちが連れ去られ、事態が、いわば評議や議論に付される前に完全に決着してしまうことを、何が妨げるだろうか。というのも、今まさにこのこと自体のためにこそ、テーバイ人はあなた方を呼んでいるのだ、彼らを共同で滅ぼすために。なぜなら、ポリスそのものの存亡について議論がなされているところで、他の何のために呼んでいると誰かが言えるだろうか。したがって、すでに決定を下しているべきであり、決して起こるはずのないことを待っているべきではない。「いやしかしゼウスにかけて、支援しなければ、私たちはテーバイ人に対して不誠実であると思われるだろう」と(言われるかもしれない)。だが、もし支援しながらも、私たちが招き入れられた目的を実行に移さなければ、はるかに不誠実だと思われるだろう。では、もし彼らにそう思えるなら、これらのことに同意することを何が妨げるだろうか。たとえば私の言うのは、ポリスを破壊し、奴隷化し、子供や女たちをすべて殺すことである。なぜなら、彼らはこうしたことのために呼びかけているからである。そこで、私は事態が私たちの到着を待つこと、彼らが先に滅ぼされてしまわないこと、そして投票が提案されることを仮定しよう。あたかもこれが必然的な周期によって、すべての敵に対して負われている債務であるかのように。それゆえ、もし私たちがラケダイモン人を救うために投票しようと提案したときに、テーバイ人が説得されず、同意もしないなら(そしてこのことは証明すら必要としないが)、分裂して反目し合うこと以外に何か残るだろうか。それゆえ、これが戦争と危機の始まりであり、ラケダイモン人は、テーバイ人の側の事態が勝利するなら、先に滅びてしまっているか、あるいは私たちが彼らを救い出すことができるなら、戦争の決着を待つことになるだろう。なぜなら、彼らが私たちの意に反して何かを被ったために私たちがテーバイ人に対して立ち向かうことになるか、あるいは彼らが私たちによって守り抜かれたために、これら〔テーバイ人〕が怒りから私たちに向かって進軍してくることになるか、どちらか一方が必然だからである。それなら、ラケダイモン人の影のために、彼らが私たちと同盟することもできなくなった後で、あるいは完全に滅びてしまった後で、後からテーバイ人と戦う方がよいのか、それとも、彼らがまだ健在であるうちに、彼らのために正しくかつ高潔な戦争を戦う方がよいのか。私は後者だと思う。また、もし彼らが私たちと同じような運命をまだ経験していないなら、このことはとりわけあなた方のためになる。なぜなら、あなた方が望むなら、彼らがはるかに悪い状態に陥るであろうことは、すべての人に示されているからである。

§455

κωλύσαντες δὲ ὑμεῖς τὴν μὲν τιμωρίαν εἰληφέναι τῷ βουληθέντες ἂν δυνηθῆναι ῥᾳδίως,3 τὴν μεγαλοψυχίαν δὲ ἐνδεδεῖχθαι τῷ μὴ δεδεῆσθαι δόξετε· ὥστʼ ἀνθʼ ἑνὸς ἀμφότερʼ ἕξετε, καὶ τὴν τιμωρίαν καὶ τὸ πρᾶοι δοκεῖν εἶναι, τοῦτο δὴ τὸ ἐξ ἀρχῆς ὑμέτερον. καὶ μὴν ὅτι γε, ὦ Ἀθηναῖοι, καὶ πολλῷ δεινότερά εἰσι πεπονθότες ὧν ὑμᾶς εἰργάσαντο αὐτοί ποτε ῥᾳδίως δείξω. ἡμεῖς μέν γε ποιοῦντες καὶ πάσχοντες ὡς εἰπεῖν διεγενόμεθα ἐν πολλοῖς ἀγῶσι καὶ μάχαις κακῶς ἀλλήλους, οἱ δὲ μιᾷ κρατηθέντες πάντων ἀφεστᾶσι. δῆλον τοίνυν κἀκεῖθεν· ἡμᾶς μὲν γὰρ τῆς κατὰ θάλατταν ἡγεμονίας ἀπεστέρησαν, αὐτοὶ δʼ ἀμφότερα σχόντες προεῖνται νῦν. ὥστʼ εἰ τὸ πλειόνων στέρεσθαι μείζονός ἐστι συμφορᾶς δεῖγμα, μείζων ἐστὶν ἡ νῦν Λακεδαιμονίων τῆς πρότερον ἡμᾶς περιστάσης. οὐ τοίνυν οὐδὲ τὴν τάξιν τῆς συμμαχίας τῆς πρὸς τοὺς Θηβαίους ἐπινοῶ. προεστᾶσι μὲν γὰρ, ὡς ὁρᾶτε, αὐτοὶ τοῦ πολέμου, δέονται δʼ ὑμῶν ἐν προσθήκης μέρει. τὸ μὲν τοίνυν ἐκείνοις συγχωρεῖν ἡγεῖσθαι αὐτοὶ κρίνατε ὁποῖόν τί ποτʼ ἐστὶν ὑμῖν, μνημονεύοντες τοῦ τροπαίου, ὅ ποτʼ ἐστήσατε ἐν Οἰνοφύτοις· τὸ δʼ αὐτοὺς ἀξιοῦν προΐστασθαι μὴ ἀγνωμοσύνη σαφὴς ᾖ. τὸ γὰρ κληθέντας ὑπʼ ἐκείνων, κἀκείνων τῶν τὰ μέγιστα ἐξειργασμένων ὄντων ἀμφισβητεῖν περὶ τῆς προστασίας οὐκ ἔξω ταύτης τῆς αἰτίας εἶναι δόξει. τοὺς δʼ ἐπειγομένους καταπολεμῆσαι τοὺς Λακεδαιμονίους καὶ μὴ δεῖν ἀνεῖναι λέγοντας τοῦτʼ ἐρωτῆσαι βούλομαι, ἂν μὴ διδῶσι τὴν ἡγεμονίαν ἡμῖν οἱ Θηβαῖοι, κελεύετε συμμαχεῖν αὐτοῖς ἐν ὑπηκόων τάξει; νὴ Δίʼ ἀλλὰ δώσουσιν. οὐχ οὗτοί γε, ἕως ἂν ὁρῶσι τὰς Λακεδαιμονίων ἀσπίδας παρʼ αὑτοῖς κρεμαμένας. εἰ δʼ ἐπʼ ἀμφότερα ἔστʼ εἰκάσαι, πόθεν καὶ πῶς τἀκριβὲς εἰσόμεθα; διδόντων μὲν γὰρ ὡς οὐδὲν μᾶλλον χρὴ τούτοις πολεμεῖν ἔστʼ εἰπεῖν, οὐ συγχωρούντων δὲ τίς ἂν φαίη δεῖν ἀνέχεσθαι; ἂν οὖν ἡμῖν συμβῇ κρῖναι μὲν τοῖς Θηβαίοις προσθέσθαι, γενομένης δʼ ἧς λέγω διαφορᾶς διαστῆναι, ἆρα ἄλλο τι συμβεβηκὸς ἔσται ἢ καὶ τούτους περιεορακέναι, καὶ πρὸς ἐκείνους ἐν προσκρούσμασι καὶ μέμψεσιν εἶναι, καὶ μήτʼ ἐπὶ τούτους

かくしてあなた方がそれを阻止するなら、一方で、もしそう望みさえすれば容易に復讐を果たすことができたはずだということによって復讐を遂げたように思われ、他方で、それを必要としなかったことによって寛大さを示したと思われるだろう。したがって、一つの代わりに両方を手に入れることになる。すなわち、復讐と、寛大であると思われることの両方を。これこそ、まさに当初からのあなた方の特質なのだ。さらにまた、アテネの皆さん、彼らがかつてあなた方に加えた仕打ちよりも、はるかに恐ろしい目に今や彼らが遭っていることを、私は容易に示そう。というのも、私たちは多くの戦いや戦闘の中で、互いに害を与えたり被ったりしながら、いわば生き長らえてきたのに対し、彼らはただ一回の敗北によって、すべてを失ってしまったからである。それゆえ、次のことからも明らかである。彼らは私たちから海上覇権を奪ったが、彼ら自身は両方の覇権を手に入れながら、今やそれを手放してしまった。したがって、もしより多くのものを奪われることが、より大きな不幸の証拠であるならば、現在のラケダイモン人の不幸は、かつて私たちを取り巻いていた不幸よりも大きいのである。さらに、私はテーバイ人との同盟における序列を納得することができない。なぜなら、ご覧のように、彼ら自身が戦争を主導しており、あなた方を単なる付け足しとして必要としているからである。そうであるなら、彼らに主導権を譲ることがあなた方にとって一体どのようなことであるか、かつてあなた方がオイノフュタにおいて打ち立てた記念碑を思い起こしつつ、自ら判断してほしい。しかし、私たち自身が主導することを要求することは、明らかな無分別になるのではないか。なぜなら、彼らによって招かれ、しかも彼らが最大の功績を挙げた者たちであるにもかかわらず、私たちが主導権について争うことは、この非難を免れないと思われるからである。ラケダイモン人を徹底的に討ち滅ぼすことを急ぎ、攻撃の手を緩めるべきではないと主張する者たちに、私はこう尋ねたい。もしテーバイ人が私たちに指導権を与えないなら、あなた方は従属者の立場で彼らと同盟を結べと言うのか。「いや、ゼウスにかけて、彼らは指導権を与えるだろう」と。決して彼らは与えないだろう、自分たちのところにラケダイモン人の盾が掛けられているのを見ている限りは。しかし、もし両方の可能性を推測できるとするなら、私たちは一体どこから、どのようにして確実なところを知ることができるのか。なぜなら、もし彼らが与えるなら、彼らと戦う必要はこれ以上全くないと主張できるが、同意しないなら、誰がそれに耐えるべきだと言うだろうか。それゆえ、もし私たちがテーバイ人に味方すると決めたものの、私の言う不一致が生じて袂を分かつことになったなら、これらを見過ごしてしまい、他方で彼らとは衝突と非難の中に陥り、これらに対しても

構文注3 件
  1. 454μέρει μικρῷ πάντα τἀκείνων ἐξεληλέγχθαι

    前節の "τί κωλύει μιᾶς ἡμέρας" に続く対格不定詞句の連なりの開始部であり、"μέρει μικρῷ" は "μιᾶς ἡμέρας" 内の「一日のわずかな部分で」という時間を表す与格として機能しています。この全体が将来起こり得る徹底的な破壊の様相を詳述しています。

  2. 454θήσω τοίνυν ἐγὼ καὶ μενεῖν ἡμᾶς τὸ πρᾶγμα

    動詞 "θήσω"(仮定する、設定する)が、対格不定詞構文 "μενεῖν ἡμᾶς τὸ πρᾶγμα" を従えて論証上の仮定を導入しています。ここで "τὸ πρᾶγμα" は "μενεῖν" の対格主語、"ἡμᾶς" は対格目的語です。

  3. 455τῷ βουληθέντες ἂν δυνηθῆναι ῥᾳδίως

    冠詞 "τῷ" によって名詞化された不定詞 "δυνηθῆναι" に、分詞 "βουληθέντες" と可能の小辞 "ἄν" が結合した原因の与格句です。"βουληθέντες ἂν" には「もし望んだならできたであろうに」という条件文のニュアンスが含まれており、全体として「そう望みさえすれば容易に(復讐を)果たすことができたはずだという事実によって」という意味を構成します。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0284.tlg035.humanitext-grc2:454-455