§456ἐπανελθεῖν εἶναι μήθʼ ὅ τι χρὴ ποιεῖν ἔχειν εὑρεῖν;
(除了……之外,还会剩下什么呢? )既不能回到这任意一方的立场,也找不到应该做什么?
ἂν δὲ δὴ τοῦτο νικήσῃ πᾶσι συνδόξαν, ἑκάστους ἐκ περιτροπῆς ἡγεῖσθαι, οἷον Θηβαίους, Ἀργείους, Ἠλείους, Ἀρκάδας, ὑμᾶς, καλόν γε ὄντας Ἀθηναίους διαλαγχάνειν πρὸς τοὺς πάντας ἀνθρώπους περὶ τῆς ἡγεμονίας, καὶ ἄρχειν τῶν Ἑλλήνων ἐκ περιτροπῆς, ὥσπερ ἄλλην τινὰ μοῖραν ἢ ἔρανον διῃρημένους.
如果这个方案作为所有人的共识最终胜出,即各方轮流领导,例如底比斯人、阿哥斯人、伊利斯人、阿卡迪亚人以及你们。 作为雅典人,与所有人就霸权进行抽签,轮流统治希腊人,仿佛分得另一份份额或凑份子的宴席一样,这真是太美妙了!
καὶ πότερον βέλτιον τὸ πέμπτον μέρος μεταλαμβάνειν, ἂν οὕτω τύχῃ, τῆς προστασίας, τὰ δʼ ἄλλα πάντα ἀρχομένους διατελεῖν ὑφʼ ὧν εἶπον, ἢ Λακεδαιμονίους ἐφʼ ἡμισείᾳ προσδέξασθαι καὶ δύʼ εἶναι μέρη προεστηκότα, εἰς ἅπερ ἐξ ἀρχῆς ἡ Ἑλλὰς διῄρηται;
那么,如果是这样的话,参与分享五分之一的主导权,而在其余所有时间里继续受我所说的那些人的统治更好呢,还是在对半分的条约下接纳拉栖代梦人,使主导权分为两个部分(这正是希腊自始至终所划分的样子)更好呢?
οὐ γὰρ μὴ Φλιάσιοί γε ὑμῖν ἀμφισβητήσωσι δέδιτε, καὶ οὔπω λέγω δεῖν ἐπὶ τούτῳ δέξασθαι τοὺς Λακεδαιμονίους· οὐχ ὁρίζω τοῦτο, ἀλλὰ μάλιστα μὲν οἶμαι καὶ καθάπαξ αὐτοὺς παραχωρήσειν·
因为你们肯定不担心普里阿西奥人会与你们争夺! 事实上,我还没有说必须在此条件下接纳拉栖代梦人;我没有限定这一点,但我最认为他们会完全让出主导权。
καὶ νὴ Δίʼ ἔγωγε κελεύω, εἴπερ ὡς ἀληθῶς ἡμῶν δέονται καὶ τῆς σεμνότητος καθυφείκασί τι, ἢ φήσαιμʼ ἂν τοῖς πρέσβεσιν αὐτῶν τοὺς Θηβαίους αἱρήσεσθαι, ἐὰν ἐκεῖνοι ταῦθʼ ὑπακούωσιν, εἰ δὲ μὴ, μετριώτερον, ὦ Ἀθηναῖοι, Λακεδαιμονίους ἐξ ἴσου δέξασθαι ἢ τοιαύτην ἀκρισίαν κοινωνίας ὑποστῆναι Θηβαίοις.
对宙斯起誓,如果他们真的需要我们,并且已经降低了他们的傲慢,我确实要求他们这样做;或者我是否应该对他们的使者说,如果他们服从那些要求,我们将选择底比斯人? 否则,雅典人啊,对等接纳拉栖代梦人,也比忍受与底比斯人之间如此混乱的合作关系更为稳妥。
οἶμαι τοίνυν κἀκεῖνο προσήκειν ὑμῖν σκοπεῖν, ὅπως μὴ εἰς τὰς αὐτὰς αἰτίας Λακεδαιμονίοις ἔλθητε, μηδʼ ἃ μέμφεσθε δικαίως, ταῦτα μιμήσεσθε.
因此,我认为你们也应该考虑这一点:不要陷入与拉栖代梦人相同的指责中,也不要模仿你们所公正谴责的那些行为。
ἔστι τοίνυν τούτων οὐ μικρὸν κατηγόρημα, ὅτι Θηβαίοις τουτοισὶ συνεξεῖλον Πλαταιὰς καὶ παρέδοσαν, καὶ πάλιν τὸ τελευταῖον, ὅτι τοὺς Ἴωνας ἐκδότους ἐποίησαν ἐν ταύταις ταῖς συνθήκαις ταῖς πρὸς βασιλέα.
因为对他们的指责绝非小事:他们曾与眼前的这些底比斯人共同毁灭了普拉提亚并交给了他们,而且最近,在与波斯国王的那项条约中,他们出卖了爱奥尼亚人。
μὴ τοίνυν ὑμῖν τὸ τὴν Σπάρτην Θηβαίοις συνεξελεῖν καλὸν οἴεσθε λόγον σχήσειν, μηδὲ Λακεδαιμονίοις ἐγκαλοῦντες, ἐπειδήπερ τοὺς ἀποίκους ὑμῶν ἐξέδοσαν τῷ βασιλεῖ, αὐτοὶ Θηβαίοις ἐκδῶτε ὑμᾶς αὐτούς· ἐκδώσετε δὲ, ἂν πρὸς οὓς ἄσχολοι νῦν εἰσι Λακεδαιμονίους, τούτους ἐκποδὼν αὐτοῖς θήσετε.
因此,不要以为与底比斯人共同毁灭斯巴达会给你们带来光荣的名声,也不要在指责拉栖代梦人将你们的殖民者出卖给国王的同时,自己却将自己出卖给底比斯人;而如果你们将底比斯人目前正忙于对付的拉栖代梦人从他们的道路上排除,你们就是将自己出卖。
μικρὸν δʼ ἔτι προσθήσω· εἰ μὲν εὐπορήσουσιν ἑτέρων Λακεδαιμόνιοι συμμάχων ὑμῶν ἁμαρτόντες, τις ἂν μείζων αἰσχύνη γένοιτο τῶν πασῶν ἢ τὸ πρῶτον μὲν ἐζητηκέναι τινὰς ἄλλους, εἶτα καὶ ἀνευρηκέναι τοὺς συνδιατηρήσοντας τὴν Σπάρτην αὐτὴν, ὄντων Ἀθηναίων, εἰ δʼ οὐδένων ἑτέρων
我还要再补充一点:如果拉栖代梦人在失去你们之后,找到了充足的其他盟友,那么在雅典人依然存在的情况下,他们首先去寻找其他盟友,接着竟然真的找到了愿意共同保卫斯巴达本身的人,这难道不是所有耻辱中最大的一种吗?
§457τεύξονται βοηθῶν, ὑμῖν οὐκ ἀμελητέον, οὓς ἔχουσι μόνους.
但如果他们得不到其他任何救援者,你们绝不能忽视他们,因为他们只有你们作为唯一的依靠。
εὔχομαι δʼ αὐτοῖς, εἰ μὲν ὑμεῖς συναγωνιεῖσθε, σωτηρίαν καὶ κράτος· εἰ δʼ ἐγκαταλείψετε, ἀπολεῖσθαι μᾶλλον ἢ διʼ ἑτέρων ἀνενεγκεῖν, ἵνα καὶ ἁπλοῦν ἡμῖν τοὔνειδος ᾖ.
我为他们祈祷,如果你们并肩作战,愿他们获得拯救和胜利;但如果你们抛弃他们,我祈祷他们宁可灭亡,也不要通过他人重新站起来,好让我们的耻辱是单一的。
ἐμοὶ μὲν ταῦτʼ ἔδοξεν ἀμφότερα ἐξετάζοντι· ἔτι δὲ, ὦ Ἀθηναῖοι, καὶ ὑμῖν δεικνύοιτʼ ἂν ἤδη τό γʼ ἐμὸν μέρος.
在我审视了双方之后,我的看法便是如此;此外,雅典人啊,我已经向你们展示了我所能做的部分。