§279καὶ πάντες ἐλαμπαδηφόρουν οἱ ἐν τῇ ἀγορᾷ, καὶ τὸ Εὐριπίδειον τοῦτο ἔλεγον
"Ἥλιε θοαῖς ἵπποισιν εἱλίσσων φλόγα· "
καὶ γὰρ ἅμα ἡλίου ἀνατολῇ ἐδόκουν εἰσελθεῖν.
广场上的所有人都举着火炬,并口中念着欧里庇得斯的这句诗行:“太阳啊,驾着疾驰的骏马旋转你的烈焰;”因为我似乎是在太阳升起时进入那里的。
ταῦτα καὶ ὕστερον πρὸς Κοδρᾶτον τὸν ἡγεμόνα ἐδόκουν ὡς ὄναρ διηγεῖσθαι, καὶ τὸν εἰπεῖν, ποίησον οὕτω· καὶ ἡ λαμπὰς ἤρθη.
后来,我似乎把这些事作为梦境向总督科德拉图斯叙述,而他似乎说:“照做吧”;于是火炬被高高举起。
ἕκτῃ ἐδόκουν ἅμα Ἀλεξάνδρῳ τῷ διδασκάλῳ προσιέναι τῷ αὐτοκράτορι, καθέζεσθαι δʼ αὐτὸν ἐπί τινος βήματος.
在六日,我似乎与老师亚历山大一同走向皇帝,皇帝正坐在某个讲坛上。
προσειπόντος δὲ αὐτὸν τοῦ Ἀλεξάνδρου προτέρου καὶ προσρηθέντος ὑπʼ αὐτοῦ τε καὶ τῶν περὶ αὐτὸν, ἅτε καὶ ἐκ πολλοῦ γνωρίμου καὶ συνήθους ὄντος, μετὰ τοῦτο προσῄειν ἐγώ.
在亚历山大先向他致敬,并受到皇帝及其身边人的回礼之后——因为亚历山大早已是熟人和密友——,随后我便走上前去。
προσειπόντος δὲ κἀμοῦ καὶ στάντος ἐθαύμασεν ὁ αὐτοκράτωρ, ὡς οὐ καὶ αὐτὸς προσελθὼν φιλήσαιμι.
当我致意并站立时,皇帝感到惊讶,因为我没有像通常那样走上前去亲吻他。
κἀγὼ εἶπον ὅτι ὁ θεραπευτὴς εἴην ὁ τοῦ Ἀσκληπιοῦ· τοσοῦτον γάρ μοι ἤρκεσεν εἰπεῖν περὶ ἐμαυτοῦ.
我便说我是阿斯克勒庇俄斯的侍者;因为关于我自己,说这么多就足够了。
πρὸς οὖν τοῖς ἄλλοις, ἔφην, καὶ τοῦτο ὁ θεός μοι παρήγγειλε μὴ φιλεῖν οὑτωσί·
我说:“因此,除了其他事以外,神也这样命令我不要随随便便亲吻。
καὶ ὃς, ἀρκεῖ, ἔφη.
”他说:“足够了。
κἀγὼ ἐσίγησα.
”我便沉默了。
καὶ ὃς ἔφη, καὶ μὴν θεραπεύειν γε παντὸς κρείττων ὁ Ἀσκληπιός.
他又说:“的确,阿斯克勒庇俄斯治愈疾病的本领比谁都强。
πέμπτῃ ἐφαίνετο μὲν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τὸ ἐν τῷ ὄρει τῷ Μιλύᾳ· ἐδόκει δὲ οἰκήματα ἄττα προσγεγενῆσθαι, καὶ ὄνομα εἶναι τῷ χωρίῳ Ἐλεφαντίνη ἀπὸ Ἐλεφαντίνης τῆς ἐν Αἰγύπτῳ.
”在五日,米利亚斯山上的阿波罗神殿显现出来;那里似乎增加了一些建筑物,该地名叫做埃勒凡蒂尼,得名于埃及的埃勒凡蒂尼。
ἔχαιρον δὴ καὶ κατʼ αὐτὰ τὰ οἰκήματα καὶ κατὰ τὴν οἰκειότητα τοῦ τόπου τῷ τόπῳ· καὶ δὴ καὶ ἱερέα εἶναι τοῦ θεοῦ τὸν τῆς Ἴσιδος τῆς ἐν Σμύρνῃ ἱερέα, παρʼ ᾧπερ καὶ κατάγεσθαι καὶ ἐνθυμεῖσθαι πρὸς ἐμαυτὸν ὅτι πολλά μοι πρὸς αὐτὸν οἰκεῖα ὑπάρχοι ἐκ πολλοῦ· καί τι καὶ τυγχάνειν παρʼ αὐτοῦ πρόσθεν ἐωνημένος, ἔπειτα ὑπόλοιπόν τι ἔχων ἐθέλειν ἀλλάξασθαι.
我为这些建筑物本身以及该地与那一处的渊源感到高兴;而且,那神的祭司竟然是士麦那的伊西斯祭司,我当时便寄宿在他那里,心中暗想,我和他之间从很久以前起就有很多亲密的渊源;而且以前我曾从他那里买过某物,之后因为还有一些余留物,我想要进行调换。
κἀκ τούτου δὴ ἐδόκουν εἰπεῖν τινὰ κοιφὶ μετὰ οἴνου· λαβεῖν τε δὴ εὐθὺς αὐτὸ ὡς ἴαμα καὶ σκοπεῖν εἴτε τῷ προσώπῳ δέοι προσθέσθαι εἴτε καὶ τοῖς ἐντός.
此后,我似乎对某人说起了掺酒的库菲;并且立刻将其作为药物接受,并考虑是该敷在脸上还是服入体内。
καί τινος εἰπόντος ὅτι ἐπικάοι ὅπου ἐπιτεθείη, ἐνθυμηθῆναι ὡς ἐπιτηδείως ἔχοι παντὸς μᾶλλον ψύξεως εἶναι φάρμακον.
当有人说涂抹之处皆会发烫时,我心中想到,这作为退凉的药物真是再合适不过了。
καί πως ἐκ τούτων εἰπεῖν πρὸς τὸν ἱερέα §280ὅτι δῆλον ἦν ἐξ ὧν ἀνεγίγνωσκον ὅτι οὐχὶ δεήσοι φαγεῖν.
由于这些缘故,不知怎的,我似乎对祭司说,从我所读的内容来看,显然不需要进食。
καὶ δῆτα εὐθὺς εἶχον ἐν νῷ ὡς διατελέσων ἄσιτος τὴν ἡμέραν· ἠσίτησα δή.
因此,我立刻下定决心这一天滴水不进;我确实禁食了。
ἡ δὲ ἐπιοῦσα ἀλουσίας πάλιν ἦν.
而第二天又是免去沐浴的日子。
τρίτῃ φθίνοντος ἐδόκουν ἐφθαρμένης μοι τῆς τροφῆς συμβουλεύεσθαι περὶ λουτροῦ Ζωσίμῳ τῷ τροφεῖ καὶ ἐρωτᾶν εἰ δέοι πλείω λούσασθαι.
在下旬的第三日,由于食物在腹中消化不良,我似乎就沐浴一事向养育我的佐西穆斯咨询,问他是否需要多洗几次澡。
τὸν δὲ οὐ συμφῆσαι.
但他并不同意。
μετὰ δὲ τοῦτο λελοῦσθαί γε καὶ τῆς γαστρὸς φαύλως ἔχειν, καὶ φάναι πρὸς τὸν Ζώσιμον, ἔδει γὰρ ἠσιτηκέναι;
此后,我虽然洗了澡,但胃部极不舒服,我对佐西穆斯说:“因为我本该禁食的,对吧?
καὶ τὸν εἰπεῖν, ἔδει·
”他说:“是的。
ἠσίτησα αὖθις.
”我便再次禁食。
καὶ τῆς ἐπιούσης ἤμουν πάλιν εἰς ἑσπέραν.
到了第二天,临近傍晚时,我又呕吐了。
ἦν δὲ τὸ ὄναρ ὡς ὀστοῦ γε ἐγκειμένου καὶ δέον ἐκβαλεῖν, ἔννοια δὲ καὶ αἵματος ἀφαιρέσεως ἀπὸ τῶν σφυρῶν·
梦中的情景仿佛是喉咙里卡了一根骨头,必须把它吐出来;同时我还产生了一个念头,即从脚踝处放血。
καὶ ἐποίησα οὕτω καὶ προῆλθον οὐ πολύ.
我照做了,并稍微散了散步。
Ληναιῶνος νουμηνίᾳ ἐδόκουν ἐν τῷ Ἀδριανείῳ κεχρῖσθαι μὲν, λελοῦσθαι δʼ οὔ· ὡς δʼ ἐπανελθεῖν, φάναι πρός τινα τῶν φίλων ὅτι οὐ λουσαίμην, ἀλλὰ χρισαίμην· τὸν δὲ, καὶ γὰρ ἐγὼ, φάναι, κέχρισμαι μόνον.
在莱奈昂月的新月,我似乎在哈德良神庙里涂了油,但没有洗澡;而当我回去时,我似乎对某位朋友说,我没洗澡,而是涂了油;他则说:“巧了,我也只是涂了油而已。
ἀλουσία ἡμερῶν ἕξ.
”连续六天不沐浴。
δευτέρᾳ ἐδόκουν ἐν τῷ ἱερῷ εἶναι τοῦ Ἀσκληπιοῦ ὄρθριον εὐθὺς ἐξ ὁδοῦ ποθὲν ἥκων, καὶ χαίρειν ὡς ταχέως ἀνεῴγνυτο.
在二日,我似乎大清早刚从某处旅途中回来,便身处阿斯克勒庇俄斯神殿中,并为神殿这么早就开门而感到高兴。
ἐδόκουν δὲ καὶ τοὺς παῖδας ᾁδειν τὸ ἀρχαῖον ᾆσμα, οὗ ἡ ἀρχή ἐστι
"Δία τὸν πάντων ὕπατον κλῄζω· "
καὶ εἶναι ἐν ἐκείνῳ τῷ μέρει τοῦ ᾁσματος
"πολὺ γὰρ πολύ μοι τὸ μέσον βιότου
μέλπειν τε θεοὺς ἔν τʼ εὐφροσύναις
ἦτορ ἰαίνειν
τοιῷδʼ ὑπὸ παιδονόμῳ.
我还梦见孩子们正在唱一首古老的歌,歌词开头是:“我颂扬万物至高无上的宙斯;”歌中唱到这一段:“因为在我的一生中,在这样一位教官的带领下,颂扬众神并在欢乐中温暖心灵,占了极大部分。
"
ὥστʼ ἐθαύμαζον ὡς αὐτόματον τὸ ᾆσμα εἰς μέσον ἧκε.
”因此,我很惊奇这首歌居然自然而然地响起来了。
πάλιν δὲ ὡς γενεθλίων προσιόντων προπέμπειν εἰς τὸ ἱερὸν τοὺς οἰκέτας ἀποκομίζοντας δή τινα καὶ ἅμα γράμματα ἐγγράφειν ἐπʼ αὐτῶν ὧν ἀπεκόμιζον· καὶ φιλοτεχνεῖν ὑπὲρ συμβούλου ἀγαθοῦ ὅπως χορηγήσειεν ὅσων ἔδει τῷ λόγῳ.
接着,又仿佛生日临近,我让仆人们把某些东西送到神殿去,同时在他们带去的这些东西上写下文字;并为一个好的建言者精心构思,好让他为演说提供所需的一切。
τρίτῃ λύχνων εἰσφορά τις ἐφαίνετο εἰς τὸ ἱερὸν ὑπὸ τοῦ θυρωροῦ κατʼ εὐχὴν ὑπὲρ ἐμοῦ καὶ ἐμεῖν ἔδει, ἤμεσα.
在三日,似乎有看门人按照为我祈福的许愿将灯火带入神殿,而我必须呕吐,我便吐了。
πέμπτῃ θεοῖς ἐδόκουν εὔχεσθαι, τὰ μὲν οἷς εἴωθα κοινῇ, πάλιν δὲ ἰδίᾳ Διὶ καὶ Ἄρει καὶ θεοῖς οἳ Συρίαν ἔχουσι· καὶ παραπλήσια τἀκεῖ τοῖς οἴκοι κατὰ τὴν οἴκησιν ἐφαίνετο.
在五日,我似乎向众神祈祷,一部分是照常向我所习惯的众神共同祈祷,另一部分则是单独向宙斯、阿瑞斯以及掌管叙利亚的众神祈祷;那里的居住环境看起来与家里的情况非常相似。
καὶ μετὰ τοῦτο ἐγίγνετο ἡ πρόσοδος ἡ
在此之后,仪式行进开始……”