- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg023.humanitext-grc2:279-280
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
アリスティデスが夢の中で広場のたいまつ行進や皇帝との拝謁について、アスクレピオスの奉仕者としての矜持とともに語り、続けて神託に基づく絶食、瀉血、儀式への参加などの詳細な闘病の経緯を記述している。
καὶ πάντες ἐλαμπαδηφόρουν οἱ ἐν τῇ ἀγορᾷ, καὶ τὸ Εὐριπίδειον τοῦτο ἔλεγον "Ἥλιε θοαῖς ἵπποισιν εἱλίσσων φλόγα·" καὶ γὰρ ἅμα ἡλίου ἀνατολῇ ἐδόκουν εἰσελθεῖν. ταῦτα καὶ ὕστερον πρὸς Κοδρᾶτον τὸν ἡγεμόνα ἐδόκουν ὡς ὄναρ διηγεῖσθαι, καὶ τὸν εἰπεῖν,1 ποίησον οὕτω· καὶ ἡ λαμπὰς ἤρθη. ἕκτῃ ἐδόκουν ἅμα Ἀλεξάνδρῳ τῷ διδασκάλῳ προσιέναι τῷ αὐτοκράτορι, καθέζεσθαι δʼ αὐτὸν ἐπί τινος βήματος. προσειπόντος δὲ αὐτὸν τοῦ Ἀλεξάνδρου προτέρου καὶ προσρηθέντος ὑπʼ αὐτοῦ τε καὶ τῶν περὶ αὐτὸν, ἅτε καὶ ἐκ πολλοῦ γνωρίμου καὶ συνήθους ὄντος, μετὰ τοῦτο προσῄειν ἐγώ. προσειπόντος δὲ κἀμοῦ καὶ στάντος ἐθαύμασεν ὁ αὐτοκράτωρ, ὡς οὐ καὶ αὐτὸς προσελθὼν φιλήσαιμι.2 κἀγὼ εἶπον ὅτι ὁ θεραπευτὴς εἴην ὁ τοῦ Ἀσκληπιοῦ· τοσοῦτον γάρ μοι ἤρκεσεν εἰπεῖν περὶ ἐμαυτοῦ. πρὸς οὖν τοῖς ἄλλοις, ἔφην, καὶ τοῦτο ὁ θεός μοι παρήγγειλε μὴ φιλεῖν οὑτωσί· καὶ ὃς, ἀρκεῖ, ἔφη. κἀγὼ ἐσίγησα. καὶ ὃς ἔφη, καὶ μὴν θεραπεύειν γε παντὸς κρείττων ὁ Ἀσκληπιός. πέμπτῃ ἐφαίνετο μὲν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τὸ ἐν τῷ ὄρει τῷ Μιλύᾳ· ἐδόκει δὲ οἰκήματα ἄττα προσγεγενῆσθαι, καὶ ὄνομα εἶναι τῷ χωρίῳ Ἐλεφαντίνη ἀπὸ Ἐλεφαντίνης τῆς ἐν Αἰγύπτῳ. ἔχαιρον δὴ καὶ κατʼ αὐτὰ τὰ οἰκήματα καὶ κατὰ τὴν οἰκειότητα τοῦ τόπου τῷ τόπῳ· καὶ δὴ καὶ ἱερέα εἶναι τοῦ θεοῦ τὸν τῆς Ἴσιδος τῆς ἐν Σμύρνῃ ἱερέα, παρʼ ᾧπερ καὶ κατάγεσθαι καὶ ἐνθυμεῖσθαι πρὸς ἐμαυτὸν ὅτι πολλά μοι πρὸς αὐτὸν οἰκεῖα ὑπάρχοι ἐκ πολλοῦ· καί τι καὶ τυγχάνειν παρʼ αὐτοῦ πρόσθεν ἐωνημένος, ἔπειτα ὑπόλοιπόν τι ἔχων ἐθέλειν ἀλλάξασθαι. κἀκ τούτου δὴ ἐδόκουν εἰπεῖν τινὰ κοιφὶ μετὰ οἴνου· λαβεῖν τε δὴ εὐθὺς αὐτὸ ὡς ἴαμα καὶ σκοπεῖν εἴτε τῷ προσώπῳ δέοι προσθέσθαι εἴτε καὶ τοῖς ἐντός. καί τινος εἰπόντος ὅτι ἐπικάοι ὅπου ἐπιτεθείη, ἐνθυμηθῆναι ὡς ἐπιτηδείως ἔχοι παντὸς μᾶλλον ψύξεως εἶναι φάρμακον. καί πως ἐκ τούτων εἰπεῖν πρὸς τὸν ἱερέα ὅτι δῆλον ἦν ἐξ ὧν ἀνεγίγνωσκον ὅτι οὐχὶ δεήσοι φαγεῖν. καὶ δῆτα εὐθὺς εἶχον ἐν νῷ ὡς διατελέσων ἄσιτος τὴν ἡμέραν· ἠσίτησα δή. ἡ δὲ ἐπιοῦσα ἀλουσίας πάλιν ἦν. τρίτῃ φθίνοντος ἐδόκουν ἐφθαρμένης μοι τῆς τροφῆς συμβουλεύεσθαι περὶ λουτροῦ Ζωσίμῳ τῷ τροφεῖ καὶ ἐρωτᾶν εἰ δέοι πλείω λούσασθαι. τὸν δὲ οὐ συμφῆσαι. μετὰ δὲ τοῦτο λελοῦσθαί γε καὶ τῆς γαστρὸς φαύλως ἔχειν, καὶ φάναι πρὸς τὸν Ζώσιμον, ἔδει γὰρ ἠσιτηκέναι; καὶ τὸν εἰπεῖν, ἔδει· ἠσίτησα αὖθις. καὶ τῆς ἐπιούσης ἤμουν πάλιν εἰς ἑσπέραν. ἦν δὲ τὸ ὄναρ ὡς ὀστοῦ γε ἐγκειμένου καὶ δέον ἐκβαλεῖν, ἔννοια δὲ καὶ αἵματος ἀφαιρέσεως ἀπὸ τῶν σφυρῶν· καὶ ἐποίησα οὕτω καὶ προῆλθον οὐ πολύ. Ληναιῶνος νουμηνίᾳ ἐδόκουν ἐν τῷ Ἀδριανείῳ κεχρῖσθαι μὲν, λελοῦσθαι δʼ οὔ· ὡς δʼ ἐπανελθεῖν, φάναι πρός τινα τῶν φίλων ὅτι οὐ λουσαίμην, ἀλλὰ χρισαίμην· τὸν δὲ, καὶ γὰρ ἐγὼ, φάναι, κέχρισμαι μόνον. ἀλουσία ἡμερῶν ἕξ. δευτέρᾳ ἐδόκουν ἐν τῷ ἱερῷ εἶναι τοῦ Ἀσκληπιοῦ ὄρθριον εὐθὺς ἐξ ὁδοῦ ποθὲν ἥκων, καὶ χαίρειν ὡς ταχέως ἀνεῴγνυτο. ἐδόκουν δὲ καὶ τοὺς παῖδας ᾁδειν τὸ ἀρχαῖον ᾆσμα, οὗ ἡ ἀρχή ἐστι "Δία τὸν πάντων ὕπατον κλῄζω·" καὶ εἶναι ἐν ἐκείνῳ τῷ μέρει τοῦ ᾁσματος "πολὺ γὰρ πολύ μοι τὸ μέσον βιότου μέλπειν τε θεοὺς3 ἔν τʼ εὐφροσύναις ἦτορ ἰαίνειν τοιῷδʼ ὑπὸ παιδονόμῳ." ὥστʼ ἐθαύμαζον ὡς αὐτόματον τὸ ᾆσμα εἰς μέσον ἧκε. πάλιν δὲ ὡς γενεθλίων προσιόντων προπέμπειν εἰς τὸ ἱερὸν τοὺς οἰκέτας ἀποκομίζοντας δή τινα καὶ ἅμα γράμματα ἐγγράφειν ἐπʼ αὐτῶν ὧν ἀπεκόμιζον· καὶ φιλοτεχνεῖν ὑπὲρ συμβούλου ἀγαθοῦ ὅπως χορηγήσειεν ὅσων ἔδει τῷ λόγῳ. τρίτῃ λύχνων εἰσφορά τις ἐφαίνετο εἰς τὸ ἱερὸν ὑπὸ τοῦ θυρωροῦ κατʼ εὐχὴν ὑπὲρ ἐμοῦ καὶ ἐμεῖν ἔδει, ἤμεσα. πέμπτῃ θεοῖς ἐδόκουν εὔχεσθαι, τὰ μὲν οἷς εἴωθα κοινῇ, πάλιν δὲ ἰδίᾳ Διὶ καὶ Ἄρει καὶ θεοῖς οἳ Συρίαν ἔχουσι· καὶ παραπλήσια τἀκεῖ τοῖς οἴκοι κατὰ τὴν οἴκησιν ἐφαίνετο. καὶ μετὰ τοῦτο ἐγίγνετο ἡ πρόσοδος ἡ
そして広場にいるすべての人がたいまつを掲げて進み、ユーリピデスのこの詩行を口にしていた。「太陽よ、疾き駿馬とともに炎を巡らせる者よ。」というのも、私は日の出とともに広場に入っていくように思われたからである。のちに私はこれらのことを総督コドラトスに夢として語るように思われ、彼が「そのようにしなさい」と言ったように思われた。そしてたいまつが掲げられた。6日には、私は教師アレクサンドロスとともに皇帝に近づいていくように思われた。皇帝はある演壇に座っていた。アレクサンドロスが先に彼に挨拶し、彼およびその周囲の者たちから挨拶を返された後――彼は古くからの知己であり親しい間柄であったからである――、その後に私が進み出た。私も挨拶をして立ち止まると、皇帝は、私も進み寄って口づけしないことを不思議そうにした。そこで私は、自分がアスクレピオスの奉仕者であると言った。自分について語るにはこれだけで十分であったからである。「それゆえ、他のことのほかに、神は私にこのように口づけをしてはならないとも命じられたのです」と私は言った。すると彼は「それで十分だ」と言った。そこで私は黙った。そして彼は言った。「しかし実に、治療することにおいて、アスクレピオスは何者よりも優れている。」5日には、ミリュアス山にあるアポロンの神殿が現れた。そこにはいくつかの建物が付け加えられているように思われ、その土地の名はエジプトのエレファンティネにちなんで「エレファンティネ」であるように思われた。私はその建物自体についても、またその土地とその土地との親和性についても喜んでいた。さらに、スミュルナにいるイシスの神官がその神の神官でもあり、その者のところに私は身を寄せていて、心の中で、私と彼との間には古くから多くの親しい関係があると自省していた。そして、以前彼から何かを買い求めていたのだが、その後、何か残りがあって、それを交換したいと望んでいるように思われた。そしてこのことから、ある者がワインを混ぜたコイピと言ったように思われた。そして、すぐにそれを治療薬として受け取り、顔に塗るべきか、それとも体内に用いるべきかを検討するように思われた。そして、誰かが「塗ったところがどこでも焼けるように熱くなる」と言ったとき、これが冷えに対する薬として何よりも好都合である、と心の中で思うように思われた。そして、これらのことからどういうわけか神官に対して、自分が読んでいた書物からして、食べる必要がないことは明らかである、と言うように思われた。そこで実際、私はその日を食事をせずに通そうとすぐに決意し、現に絶食した。そして翌日は、再び不入浴であった。3日の末に、私は食べ物が消化不良を起こしているので、養育係のゾシモスに浴場について相談し、もっと念入りに入浴すべきかと尋ねるように思われた。しかし、彼は同意しなかった。その後に、とにかく入浴したものの、胃の具合が悪くなり、ゾシモスに「食事を抜くべきだったのだろうか?」と言い、彼が「そうすべきだった」と言うように思われた。そこで私は再び絶食した。そして翌日、私は夕方に向けて再び嘔吐した。夢は、骨が引っかかっていて、それを吐き出さねばならないというものであり、また足首から血を抜くという考えも生じた。そこで私はそのようにし、少しだけ前に進んだ。レナイオン月の新月に、私はハドリアネイオンで、オイルを塗りはしたものの、入浴はしないように思われた。そして戻ってきたとき、友人の一人に対して、私は入浴せず、ただオイルを塗っただけだと言うと、彼もまた「実は私も、ただオイルを塗っただけなのだ」と言うように思われた。6日間の不入浴であった。2日には、私はどこか旅先から戻ってきて、早朝にすぐアスクレピオス神殿にいるように思われ、そこが早く開いたことを喜ぶように思われた。また、少年たちが古い歌を歌っているように思われ、その歌い出しは「万物の至高者たるゼウスを私は讃え歌う」というものであった。そして、歌のその部分には次のようにあった。「なぜなら、神々を賛美し、このような指導者のもとで喜びの中に心を和ませることは、私の人生にとって非常に、非常に大きな割合を占めているからだ。」そのため、私はその歌がひとりでに現れたことを不思議に思った。さらにまた、誕生日が近づいているかのように、召使いたちに何かを運ばせて神殿へと送り出し、同時に、彼らが運ぶものの上に文字を書き記すように思われた。そして、言論のために必要なものをすべて供給してくれるような、良き助言者のために工夫を凝らしているように思われた。3日には、門番によって、私のための祈願とともに神殿へランプを運び入れる儀式が行われているのが見え、私には嘔吐する必要があり、現に嘔吐した。5日には、私は神々に祈りを捧げるように思われ、一部はいつものように共通して祈り、他方で個別にゼウス、アレス、そしてシリアを支配する神々に祈った。そして、あちらの住居のあり方は、我が家と非常によく似ているように見えた。そしてこの後、行進が行われ……
- 279καὶ τὸν εἰπεῖν
対格不定詞構文(いわゆる「歴史的不定詞」に類する表現、あるいは主動詞 ἐδόκουν から引き継がれた構文)。男性単数対格の冠詞 τόν が不定詞の主語(コドラトス)を示している。
- 279ὡς οὐ καὶ αὐτὸς προσελθὼν φιλήσαιμι
間接疑問節を導く ὡς に続く希求法(optative)。主節の動詞が歴史時制(ἐθαύμασεν)であるために、本来の直説法過去(または接続法・直説法現在)が希求法に代わっている(斜格の希求法)。
- 280πολὺ γὰρ πολύ μοι τὸ μέσον βιότου / μέλπειν τε θεοὺς...
「πολὺ ... τὸ μέσον」(隔たりが大きい)という成句に由来するが、ここでは「私の人生の大部分は〜することである」という意味として機能している。続く不定詞句(μέλπειν, ἰαίνειν)が主語の実質的内容をなす。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 4 件
