Humanitext Reader

阿里斯·台德斯 · 圣书一 §277-278

关于静养与演说的梦境及浴室疗法

第 3 段,共 9 段 · 希腊语

内容简介

阿里斯戴戴斯记录了各种梦境,包括梦中建议静养以治病、模仿德摩斯梯尼进行演说练习,以及在以弗所与一名青年讨论浴室理想大小的对话。他还详述了自己实际进行药浴的经历,以及被可疑武装人员包围的恐怖梦境。

§277τινὰ ὑποχωλεύοντα ἰδὼν ἐκ τῶν περὶ τὴν ἕδραν φάναι πρὸς αὐτὸν ὅτι ταῦτα ἡσυχία θεραπεύοι.
我看见坐在座席周围的人里有一个人有些瘸,便对他说道,这些病痛只要静养便能治好。
ἐπετάχθη καὶ ἔμετος διὰ πολλῶν·
我还被多次指示要催吐。
καὶ ἦν αὕτη πέμπτη ἀλουσιῶν ἑξῆς.
这已是连续第五天不沐浴了。
ἄξιον δὲ καὶ τὸ πάρεργον τῶν ὀνειράτων εἰπεῖν.
梦中的余谈也值得一说。
ἐδόκουν γὰρ ὡς ἐπὶ τῇ εἰωθυίᾳ μελέτῃ τῶν λόγων Δημοσθένη τινὰ μεταχειρίζεσθαι καὶ λέγειν δὴ πρὸς τοὺς Ἀθηναίους ὡς ἐκεῖνος ὤν· ὑμεῖς μὲν οὖν διὰ τοῦ κήρυκος ἐρωτᾶτε τίς ἀγορεύειν βούλεται, ἐγὼ δὲ ὑμᾶς ἡδέως ἂν ἐροίμην τίς ὑμῶν βούλεται πράττειν.
我梦见自己仿佛在进行平时的辩论练习,手里拿着某篇德摩斯梯尼的演说,并像他本人那样对雅典人说:“你们通过传令官询问‘谁想发言’,而我倒想乐意问你们‘你们中谁想行动’。
ἡ κωμῳδία γε τὸ λοιπόν ἐστιν, ἔλεγον δὲ ἀναφέρων εἰς τοὺς Τελμισσέας τοῦ Ἀριστοφάνους ὡς ἐκεῖ λόγῳ τις ἠγωνίζετο, ἔργῳ δὲ οὔ.
”“剩下的就只有喜剧了。 ”我说道,并引用阿里斯托芬的《特尔米塞斯人》,指出戏里有人在言语上竞争,在行动上却不然。
ἐνάτῃ δὲ ἐδόκουν ὡς ἐν Σμύρνῃ περὶ ἑσπέραν προσιέναι τῷ ἱερῷ τοῦ Ἀσκληπιοῦ τοῦ ἐν τῷ γυμνασίῳ, προσιέναι δὲ μετὰ Ζήνωνος, καὶ εἶναι τὸν νεὼν μείζω τε καὶ ἐπειληφότα τῆς στοᾶς ὅσον ἐστὶ τὸ ἐστρωμένον.
在九日,我梦见自己仿佛傍晚在士麦那,走近体育馆里的阿斯克勒庇俄斯神殿,并与芝诺一同走近,神殿显得更大,并且包容了和铺石地面一样大的一段柱廊。
ἅμα δὲ καὶ ὡς περὶ προνάου τούτου διενοούμην.
同时,我也把这柱廊当作了神殿的前室。
προσευχομένου δέ μου καὶ ἀνακαλοῦντος τὸν θεὸν ὁ Ζήνων οὐδὲν ἔφη προσηνέστερον, λέγων δὴ καὶ αὐτὸς τὸν θεὸν, καταφυγήν τε καὶ τοιαῦτα ὠνόμαζε.
在我祈祷并呼唤神的时候,芝诺说没有比这更让人感到温和的了,他自己也口称神为“避难所”等等。
περιεσκόπουν δὲ, ὡς ἐν τῷ προνάῳ δὴ τούτῳ, ἀνδριάντα ἐμαυτοῦ·
我四处寻找,仿佛就在这神殿前室里,寻找自己的一尊雕像。
καὶ τότε μέν γε ὡς ἐμαυτοῦ ὄντα ἑώρων, πάλιν δὲ ἐδόκει μοι εἶναι αὐτοῦ τοῦ Ἀσκληπιοῦ μέγας τις καὶ καλός.
当时我看着它,觉得它是我的雕像,但随后它又显得像是阿斯克勒庇俄斯本人的一尊又大又美妙的神像。
ταῦτα καὶ ὡς ὄναρ μοι φανθέντα αὖθις διηγεῖσθαι πρὸς αὐτὸν τὸν Ζήνωνα·
我又把这些梦中显现的事向芝诺本人叙述了一一遍。
καὶ ἐδόκει σφόδρα ἔντιμον τὸ τοῦ ἀνδριάντος εἶναι.
雕像的事似乎显得极有荣誉。
αὖθις δὲ αὖ τὸν ἀνδριάντα ἑώρων, ὡς ἐν τῇ στοᾷ τῇ προμήκει τοῦ γυμνασίου.
随后,我又看见了那尊雕像,仿佛是在体育馆的长柱廊里。
περὶ δὲ βαλανείου τοιάδε ἔδοξα. πρῶτον μὲν ὡς μεταξὺ ἀνατριβόμενος εἰσελθεῖν εἴς τι βαλανεῖον τῶν ἰδιωτικῶν· ἔπειτα φάναι ὡς ἔλαθον ἐμαυτὸν εἰσελθὼν, ἀλούτων ἡμερῶν ἤδη.
关于浴室,我梦见了这样的事:首先,我似乎在按摩的间隙进入了某座私家浴室;然后我说自己在不知不觉中走了进来,而这时已经好几天没沐浴了。
ἔπειτα ἐδόκει μοι παραθαρρύνειν Φοῖβος παρὼν, ὥστε καὶ εἰς τὸ ὕδωρ εἰσέβαινον ἀνυπόπτως ἤδη.
接着,阿波罗显现并鼓励我,以至于我毫无疑虑地走进了水里。
αὖθις δὲ ἐδόκουν πρὸς αὐτῷ τῷ Ἀσκληπιῷ νεανίσκον τινὰ τῶν γυμναστικῶν ἔτι ἀγένειον περὶ βαλανείων διαλέγεσθαι, τὰ μεγάλα δὴ ἐπαινοῦντα καὶ τοιαύτας τινὰς τὰς ἀπολαύσεις τοῦ βίου τιθέμενον.
我又梦见在阿斯克勒庇俄斯神殿旁,一个还在体育馆锻炼、尚未长胡须的年轻人正在谈论浴室,极力赞美大浴室,并把它们视为生活的一种享受。
δείξας οὖν αὐτῷ τὴν §278θάλατταν ἠρόμην εἰ καὶ ἐνταῦθα ἄμεινον λοῦσθαι, ἢ ἐν μικρῷ.
于是我向他指着大海,问他是在大海里沐浴更好,还是在小浴室里。
ἐν μικρῷ, ἔφη.
他说:“在小浴室里。
μετὰ δὲ τοῦτο λίμνην τινὰ ἔδειξα καὶ ἠρόμην εἰ καὶ ἐν λίμνῃ τοσαύτῃ κρεῖττον, ἢ ἐν μικρῷ.
”此后,我指着一个湖,问他是在这么大的湖里更好,还是在小浴室里。
συνεχώρει κἀνταῦθα ὅτι αἱρετώτερον τὸ ἐν μικρῷ.
他在这里也承认在小浴室里更为可取。
οὐκ ἄρα, ἔφην, πανταχοῦ τό γε μεῖζον αἱρετώτερον, ἀλλʼ ἔστι τις καὶ μικροῦ χάρις.
我说:“那么,并不是所有地方都是越大越可取,小东西也有其独特的魅力。
καὶ ἅμα ἐνενόησα πρὸς ἐμαυτὸν ὡς καὶ ἐπιδεικνυμένῳ ποῦ καλὸν εἰπεῖν ὅτι τῶν μὲν ἄλλων ἀνθρώπων αἱ ἡδοναὶ κινδυνεύουσιν ὑῶν τινῶν εἶναι ἡδοναὶ, ἡ δὲ ἐμὴ καθαρῶς ἄρα ἀνθρώπου εἴη, ὅστις σύνειμί τε καὶ χαίρω λόγοις.
”同时我心里想,当我在展现辩论时,说出这样的话是多么美妙:“其他人的快乐可能是某种猪的快乐,而我的快乐则是纯粹的人的快乐,我与言语交融并为此感到喜悦。
ἐδόκει δʼ οὖν ταῦτα λέγειν ὁ νεανίσκος περὶ τοῦ βαλανείου τοῦ πρὸς ταῖς πύλαις ταῖς εἰς Ἔφεσον φερούσαις.
”那年轻人似乎是对通往以弗所城门旁的浴室发表这些议论的。
καὶ τέλος ἔδοξέ μοι χρῆναι ἀποπειραθῆναι—πότε γὰρ δὴ καὶ ἄλλοτε θαρρῆσαι, εἰ μὴ νῦν;
最后,我觉得应该去尝试一下——因为除了现在,还能在什么时候拿出勇气呢?
—οὕτω δὴ συνθέσθαι εἰς ὥραν ἕκτην ὡς τηνικαῦτα ἀσφαλέστατον ὂν κινεῖσθαι·
——于是约定在第六时,因为那个时间行动最为安全。
ἐπεὶ δὲ ἀφίκετο ἡ ὥρα, αἰτιᾶσθαι Βάσσον ὡς διατρίβοντα.
当那个时刻到来时,我梦见指责巴苏斯拖延时间。
ὁρᾷς, ἔφην, ὡς καὶ δὴ παρέρχεται ἡ σκιά;
“你看见阴影已经像这样移过去了吗?
δεικνὺς τὴν τῶν κιόνων.
”我指着柱子的投影说道。
ἐπορευόμεθά τε, καὶ ὡς ἠνύσαμεν, ἐπιστὰς τῇ δεξαμενῇ τοῦ ψυχροῦ τοῦ ἔξω ἐπειρώμην τοῦ ὕδατος, καί μοι ἔδοξε παρʼ ἐλπίδας οὐ μάλα ψυχρὸν εἶναι, κυανοῦν δὲ καὶ ἡδὺ ἰδεῖν.
我们出发了,当我们到达时,我站在外面的冷水槽旁试了试水,它出乎意料地并不怎么冷,呈现出深蓝色,看着十分怡人。
κἀγὼ, καλὸν, ἔφην, οἷα δὴ γνωρίζων τὸ τοῦ ὕδατος ἀγαθόν.
我说道:“太好了。 ”仿佛非常清楚这水的好处。
ὡς δὲ παρῆλθον εἴσω, πάλιν εὗρον ἕτερον ἐν θερμοτέρῳ οἴκῳ ἀνειμένον μᾶλλον.
等我进到里面,又发现另一个人在更暖和的房间里,显得更加放松。
καὶ ἅμα ἐγιγνόμην τε ἐν τῷ θερμῷ καὶ ἀπεδυόμην, ἐλουσάμην καὶ μάλα ἡδέως.
同时,我进入了温水室并脱了衣服,非常惬意地洗了澡。
ὀγδόῃ ἔμετος εἰς ἑσπέραν κατὰ ὄναρ καὶ οὗτος.
八日,傍晚时分在梦中也催了吐。
ἑβδόμῃ ἐδόκουν ἐν ὕδασιν εἶναί που θερμοῖς.
七日,我梦见自己似乎在温水中。
τυχεῖν οὖν τινας πλησίον ἀνθρώπους ἐγχειρίδια ἔχοντας καὶ ἄλλως οὐκ ἀνυπόπτους.
碰巧身边有几个人拿着短剑,而且看起来很不寻常。
καὶ δῆτα προσελθεῖν μοί τινας αὐτῶν, ὥς τινος προστασίας χρῄζοντας, ἐγκαλεῖσθαι γὰρ ὑπό τινων.
确实,他们中的一些人向我走来,似乎需要某种庇护,因为他们正被某些人指控。
ὡς δʼ ἅπαξ περιεσχέθην, ἐν παντὶ εἶναι, οὔτε πιστεύων ἐνδείξασθαί τε οὐκ ἐθέλων ὅτι ἀπιστοίην.
一旦我被他们包围,我就陷入了极大的焦虑之中,既不敢信任他们,又不想表现出我的不信任。
ἰέναι τε δή τινα ὁδὸν καὶ ἐκδέχεσθαι ψαλίδα πάνυ μακρὰν, ἐν ᾗ καὶ σφόδρα δεῖσαι μὴ ἐπιθεῖντό μοι.
我走在某条路上,等待着一个非常长的拱形通道,在那里我非常害怕他们会袭击我。
ὡς δὲ διεξελθεῖν ἀσμένως, φανῆναί τε ἐν τῇ πόλει τῶν Σμυρναίων ἐν τῇ ἀγορᾷ καὶ σκοπεῖν ὅπως ὡς τάχιστα πολλοί τε ἀθροισθεῖεν καὶ ἐνδειξαίμην τὸ ὄν.
当我高高兴兴地穿过去后,我出现在士麦那市的广场上,并思索着如何才能尽快聚集众人,展示事情的真相。
κἀκ τούτου αὐτός τε λαμπάδα λαμβάνω
此后,我自己也接过火炬……

词汇与语法注释

  1. §277ἐκ τῶν περὶ τὴν ἕδραν — 上下文延续自前一个分卷末尾的 'τῶν ἐπιτηδείων...'。此处的 'ἕδραν' 指神殿的“座席”或“会众”,意为“在座席周围的人当中”。
  2. §277φάναι — 此不定式受间接引语中表示梦境的主导动词('ἐδόκουν...')支配,主语为叙述者自己。随后的希求法动词 'θεραπεύοι' 是间接引语从句中的斜格希求法。
  3. §278ἐν παντὶ εἶναι — 字面意思是“处于一切事物之中”,转义为表示陷入绝境、极度困惑或恐慌的古典时期惯用语(通常是 'ἐν παντὶ κακῷ εἶναι' 等句子的省略)。

引用这一段

阿里斯·台德斯, 圣书一 §277-278. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg023.humanitext-grc2:277-278

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。