Humanitext Reader

阿里斯·台德斯 · 圣书一 §281-282

皇帝与敌王和解的梦境及新的治疗指示

第 5 段,共 9 段 · 希腊语

内容简介

阿里斯泰德叙述了他梦见罗马皇帝与敌国国王和解并准备听取其演说,以及让他们挑选书籍的经过。接着,他详细记录了一系列与医疗神谕相关的梦境,包括禁食、免浴以及与诗人美特罗多罗斯的交谈。

§281πρὸς τὸν αὐτοκράτορα, ἐπεπόμφειν δὲ ὡς τὸν ἐν τῇ Συρίᾳ τότε αὐτοκράτορα, καὶ συνέβη καλῶς.
……对皇帝的(朝见),而我曾致信给当时在叙利亚的皇帝,结果很圆满。
ἑβδόμῃ ἔν τινι ἀποδυτηρίῳ βαλανείου Χαρίδημον ἰδεῖν τὸν ῥήτορα τὸν ἐκ Φοινίκης φαιδρόν τε καὶ ἄρτι λελουμένον, καὶ φάναι δὴ πρὸς αὐτὸν ἅμα τῇ προσρήσει οὑτωσὶ, ὅτι πρῳαίτερον λούσαιτο· καὶ αὐτὸς ἅμα ἀποδύεσθαι, ἐλουσάμην.
在七日,我似乎在某处浴场的脱衣室里看见来自腓尼基的修辞学家哈里德穆斯,他容光焕发且刚洗完澡,我便在向他致意时对他说,他洗得相当早;我自己也一边脱衣服,一边洗了澡。
καὶ πάλιν τῇ δεκάτῃ τοῦ μηνὸς ἐδόκει μοι Ἀντωνῖνος ὁ Πυθοδώρου διαλέγεσθαι περὶ Νυμφῶν ἐπαίνων· εἰπεῖν οὖν καὶ αὐτὸς ὅτι οὐκ εἶεν θεαὶ χαριέστεραι, πάντως δὲ εἶναι καὶ τῷ ἐπιεικεῖ ἀπολαύειν αὐτῶν, εἰ καὶ μὴ πολλὰ λουμένῳ, τά γε μέτρια.
在同月十日,我似乎梦见皮托多罗斯之子安东尼努斯正在讨论对宁芙女神们的赞美;于是我自己也说,没有比她们更优雅的女神了,而且对于一个克制的人来说,即使不经常沐浴,也完全可以适度地享受她们(温泉)的恩典。
ταῦτά τε δὴ καὶ ὑγιείας ἐδόκουν τι λέγειν ἐγκώμιον.
因此,我似乎也顺便对健康发表了某种赞词。
δωδεκάτῃ ἐδόκουν Ἀντωνῖνον τὸν αὐτοκράτορα τὸν πρεσβύτερον καὶ τὸν τῶν πολεμίων βασιλέα σπονδὰς καὶ φιλίαν πεποιῆσθαι πρὸς ἀλλήλους· προσιόντων δὲ τῶν περὶ τὸν Βολόγεσον φωνὴν εἶναι οὐκ ὀλίγην, καὶ δοκεῖν αὐτοὺς ἑλληνίζειν.
在十二日,我似乎梦见先皇安东尼努斯与敌国国王相互缔结了和约与友谊;当沃洛吉斯的一行随从走近时,传来了不小的喧哗声,他们似乎在说希腊语。
ἔπειτα ἀφικέσθαι παρʼ ἐμὲ ἀμφοτέρους μετὰ τοῦ σχήματος τοῦ βασιλικοῦ, καὶ εἶναι τόν τε Ἀντωνῖνον ἐπιεικῶς ἐν ἀκμῇ κἀκεῖνον βλοσυρόν τι ἰδεῖν· καθέζεσθαι δέ μου αὐτὸν οὐκ ἀπὸ πολλοῦ, ἑτέρωθεν δὲ ἐν θρόνῳ τὸν Ἀντωνῖνον.
随后,两人带着国王的仪容来到我这里,安东尼努斯显得颇显年轻力壮,而那个人(敌国国王)看起来则有些威严庄重;他坐在离我不远的地方,而安东尼努斯则坐在另一边的王座上。
ἐδόκει δέ μοι καὶ ἰατρικῶν τινῶν ἐμπείρως ἔχειν ὁ Μῆδος, δεξιούμενος δέ με εἰπεῖν, πότε ἡμῖν ἀναγιγνώσκεις;
而那名米底人(敌国国王)在我看来似乎也懂一些医术,他向我致意并问道:“你何时为我们朗诵?
κἀγὼ ἡσθῆναί τε τῷ ῥήματι καὶ φάναι, ὅταν ὑμεῖς κελεύητε.
”我为这句话感到高兴,便说:“只要您们吩咐,随时都行。
καὶ οἱ μὲν παρεσκευάζοντο πρὸς τὴν ἀκρόασιν, ἐγὼ δὲ ἀπῄειν ἐκλέξων τῶν βιβλίων.
”他们便准备听朗诵,而我则退下去挑选书籍。
καί μοι ἔδοξε πρόλογόν τινα ὡς ἐν βραχεῖ συνθεῖναι εἰς αὐτοὺς, καὶ εἶχεν οὕτω πως— ἐδόκουν δὲ καὶ πάνυ τοῦ συντεθέντος ἅπαντος μνημονεύειν—ἃ δʼ οὖν διεσωσάμην· ἤδη μέν τις καὶ ἄλλος χρηστοῦ τινος αὐτῷ συμβάντος καὶ βουλόμενος ἐνδείξασθαι τὴν ἡδονὴν εἶπεν ὡς ἄρα εἴη πλεῖν ἢ διπλάσιος γεγονὼς, ἄλλος δέ τις ὡς ἐν μακάρων νήσοις εἶναι δοκοίη, ἐγὼ δὲ καὶ αὐτὸς οὕτως ὑπὸ τῆς παρούσης ἡμέρας τε καὶ τύχης διάκειμαι·
接着我决定为他们临时创作一段简短的序言,其大意如下——虽然我似乎把创作出来的全部内容都记得一清二楚——但以下是我保存下来的内容:“过去,曾有别的人在遇到某件幸事并想要表达喜悦时,说自己仿佛长得比原来大了一倍有余,而另一个人则说自己仿佛置身于福乐诸岛;我本人如今也因这当前的日子和命运而产生同样的心境。
καὶ ἅμα ἐσκοπούμην εἰ κοινοῦν χρὴ τὸν §282λόγον, ἢ πλέον τῷ παρʼ ἡμῖν βασιλεῖ νέμειν, ἔπειτα οὕτως ἐφέπεσθαι τὰ πρὸς τὸν ἕτερον.
”同时,我正考虑是否应当将这篇演说平分,还是多留些给我们的皇帝,然后以此顺序继续对另一位(国王)的部分。
εἶπον δὲ οὕτω πως. ὥστʼ, ἔφην, εἰ μὴ γεγυμνασμένος ἦν ἐν θείαις ὄψεσιν, οὐκ ἄν μοι δοκῶ ῥᾳδίως οὐδὲ πρὸς αὐτὴν τὴν πρόσοψιν ἀντισχεῖν, οὕτω μοι δοκεῖ θαυμαστή τις εἶναι καὶ κρείττων ἢ κατʼ ἄνθρωπον.
我便大体这样说道:“因此,”我说,“如果我没有在神圣的显现中经受过锻炼,我想我连目睹这一景象本身都很难承受得住,因为在我看来,它是如此令人惊叹,且超乎常人。
ἔλεγον δὲ θείας ὄψεις, μάλιστα δὴ ἐνδεικνύμενος τὸν Ἀσκληπιὸν καὶ τὸν Σάραπιν.
”而我所说的心中神圣显现,指的主要是阿斯克勒庇俄斯和萨拉皮斯。
ταυτὶ μὲν τοιαῦτα.
这些事便是如此。
τῶν δὲ βιβλίων τέως μὲν ἐκλέγειν ἠξίουν, ἔπειτα ἔδοξέ μοι τὸ κιβώτιον κομίζειν, καὶ ἐπʼ αὐτοῖς ποιήσασθαι ἀνελέσθαι ὅ τι ἂν βούλωνται· τοῦτο γὰρ καὶ ἄλλως χάριν τινὰ ἔχειν καὶ ἅμα οὕτω μάλιστα αὐτοὺς ἐκπλῆξαι.
关于挑选书籍,起初我以为应该由我来选,但随后我觉得应该把书箱搬来,让他们亲自挑选他们想要的任何东西;因为这样做一方面别有雅致,另一方面也能用这种方式极大地使他们感到惊叹。
ταῦτα καὶ ὕστερον ὡς ὀνείρατα φανθέντα πρὸς Πέλοπα κατὰ ῥῆμα ἐδόκουν διηγεῖσθαι.
这些后来作为梦境显现的事,我似乎也一字一句地向佩洛普斯叙述了一遍。
ὕστερον δὲ ἔδοξα λελουμένῳ μοι προσφέρεσθαι, τοτὲ μὲν ὡς ὕδωρ ψυχρὸν, τοτὲ δὲ ὡς γάλα· ἀμφιγνοεῖν οὖν καὶ λέγειν δὴ πρὸς Ζώσιμον ὅτι οὔτε διψῴην οὔτε πεινῴην.
后来,我似乎在洗过澡后被呈上食物,有时像冷水,有时又像牛奶;我因而感到疑惑,并对佐西穆斯说,我既不渴也不饿。
τί οὖν ἄν τις ἐσθίοι;
“那么,人又何必吃东西呢?
καὶ μετὰ τοῦτο ἐκυροῦτο ἡ ἀσιτία καὶ ὁ ἱερεὺς ἐδόκει μου τὰ χείλη ἐκμυζεῖν.
”在此之后,禁食被确立下来,而祭司似乎在吮吸我的嘴唇。
αὕτη μὲν ἀσιτίας, ἡ δὲ ἐπιοῦσα ἀλουσίας, ἡ δὲ ἀπʼ ἐκείνης ἀλουσίας, καὶ ἐμέτου.
这一天是禁食日,第二天是免浴日,再后一天则是免浴与呕吐日。
πέμπτῃ ἐπὶ δέκα ἐδόκουν τὸν ἡγεμόνα ἐπιστέλλοντά μοι τὴν πρόρρησιν οὕτω ποιήσασθαι· Ἀριστείδῃ τῷ ἱερεῖ χαίρειν· καὶ ἦν ἀλουσίας καὶ αὕτη.
在十五日,我似乎梦见总督给我写信,其称呼如下:“向祭司阿里斯泰德问好”;而这一天同样也是免浴日。
τῇ δὲ ἐπιούσῃ κάδους τινὰς ἔδει καταχέασθαι· ἔπειτα ἀλουσία.
第二天,必须将几桶水淋在身上;之后便是免浴。
ὀγδόῃ ἐπὶ δέκα ἐδόκει μοι Μητρόδωρος ὁ ποιητὴς ἀγωνίζεσθαι ἐν Σμύρνῃ τὸν τῶν ποιητῶν ἀγῶνα, ὅσπερ καὶ ἦν σχεδὸν κατʼ αὐτὴν τὴν ἡμέραν· πρὶν δʼ εἰσιέναι, λαλεῖν μοι περί τινων καὶ ἅμα ἐσθίειν φύλλα πράσων καὶ ὠὸν μετʼ ἄρτου, καὶ μέρος τι τοῦ ὠοῦ ἐγκαταλιπεῖν.
在十八日,我似乎梦见诗人美特罗多罗斯在士麦那参加诗人竞赛,而竞赛确实也差不多在这一天举行;在入场之前,他同我聊了些事情,同时吃着韭葱叶和带面包的鸡蛋,并剩下了一部分鸡蛋。
κἀγὼ μέντοι πρὸς αὐτὸν εἰπεῖν ἐπισχὼν ὀλίγα, ὅπως καὶ ἀγωνίσῃ.
我也确实在稍作停顿后对他说:“好让你也能参赛。
ἐγένετο δὲ ὁ λόγος καὶ περὶ τοῦ ἱεροῦ τοῦ ἐν Περγάμῳ καὶ τοῦ φρέατος, οἷον μέν τι εἴη αὐτὸν προσελθόντα πιεῖν, οἷον δὲ ἕτερον πίνοντα ἰδεῖν, οἷον δὲ αὐτὸ ἰδεῖν.
”谈话还涉及了佩加蒙的神殿和那口井,诸如亲自走上前去喝水是怎样的体验,看别人喝又是怎样的体验,以及看见井本身又是怎么一回事。
ταῦτά τε οὕτως ἐδόκουν διαλέγεσθαι καὶ τυγχάνειν ἀκηκοὼς ὡς εἰ γενοίμην ἐν χερσὶ τοῦ θεοῦ, ἐλπίδες εἶεν.
我似乎就这样交谈着,并碰巧听到:如果我落入神的手中,就会有希望。
καί πως ἅμα τούτοις ἑστάναι μὲν ὡς οἴκοι ἐν τῷ προθύρῳ, ναρκῶντος
伴随着这些,不知怎的,我似乎像在家里一样站在前廊,身体麻木着……

词汇与语法注释

  1. 281πρὸς τὸν αὐτοκράτορα — 此介词短语承接前一分段末尾的阴性名词 ἡ πρόσοδος(朝见、觐见),在文意上构成“对皇帝的(朝见)”,属于跨越分段边界的句法延续。
  2. 281ὅτι πρῳαίτερον λούσαιτο — 这是在由 φάναι(最终受过去时动词 ἐδόκει 控制)引导的间接陈述 ὅτι 从句中使用的斜格祈愿(oblique optative),用以替代直接引语中的直说过去时。
  3. 281ἐδόκουν δὲ καὶ πάνυ τοῦ συντεθέντος ἅπαντος μνημονεύειν—ἃ δʼ οὖν διεσωσάμην· — 紧随插入句 ἐδόκουν δὲ ... μνημονεύειν 之后的关系从句。语气词 δʼ οὖ(“无论如何”、“总之”)用于在插叙后收回话题,将叙述限制在作者实际上从梦境记忆中保存下来的内容上。
  4. 282εἰ μὴ γεγυμνασμένος ἦν ... οὐκ ἄν μοι δοκῶ ... ἀντισχεῖν — 这是一个过去虚拟(与过去事实相反)的条件句。条件从句(protasis)为 εἰ μὴ ... ἦν(直说过去时),而本应为 οὐκ ἂν ἀντέσχον 的结论从句(apodosis)在句法上被纳入了主控动词 δοκῶ 之下,表现为 ἄν 搭配不定过去时不定式 ἀντισχεῖν。

引用这一段

阿里斯·台德斯, 圣书一 §281-282. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg023.humanitext-grc2:281-282

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。