← アイリオス・アリステイデス

聖なる話 1

§277-278

安静と演説の夢および浴場での治療

アリステイデスは、夢の中で安静を勧められたことや、デモステネスを模した演説の練習など様々な夢の記憶を綴る。さらに、エフェソスでの若者との風呂に関する対話の夢、そして実際に浴場で入浴して快癒する体験、怪しげな男たちに囲まれる悪夢について詳述している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§277

τινὰ ὑποχωλεύοντα ἰδὼν ἐκ τῶν περὶ τὴν ἕδραν1 φάναι2 πρὸς αὐτὸν ὅτι ταῦτα ἡσυχία θεραπεύοι. ἐπετάχθη καὶ ἔμετος διὰ πολλῶν· καὶ ἦν αὕτη πέμπτη ἀλουσιῶν ἑξῆς. ἄξιον δὲ καὶ τὸ πάρεργον τῶν ὀνειράτων εἰπεῖν. ἐδόκουν γὰρ ὡς ἐπὶ τῇ εἰωθυίᾳ μελέτῃ τῶν λόγων Δημοσθένη τινὰ μεταχειρίζεσθαι καὶ λέγειν δὴ πρὸς τοὺς Ἀθηναίους ὡς ἐκεῖνος ὤν· ὑμεῖς μὲν οὖν διὰ τοῦ κήρυκος ἐρωτᾶτε τίς ἀγορεύειν βούλεται, ἐγὼ δὲ ὑμᾶς ἡδέως ἂν ἐροίμην τίς ὑμῶν βούλεται πράττειν. ἡ κωμῳδία γε τὸ λοιπόν ἐστιν, ἔλεγον δὲ ἀναφέρων εἰς τοὺς Τελμισσέας τοῦ Ἀριστοφάνους ὡς ἐκεῖ λόγῳ τις ἠγωνίζετο, ἔργῳ δὲ οὔ. ἐνάτῃ δὲ ἐδόκουν ὡς ἐν Σμύρνῃ περὶ ἑσπέραν προσιέναι τῷ ἱερῷ τοῦ Ἀσκληπιοῦ τοῦ ἐν τῷ γυμνασίῳ, προσιέναι δὲ μετὰ Ζήνωνος, καὶ εἶναι τὸν νεὼν μείζω τε καὶ ἐπειληφότα τῆς στοᾶς ὅσον ἐστὶ τὸ ἐστρωμένον. ἅμα δὲ καὶ ὡς περὶ προνάου τούτου διενοούμην. προσευχομένου δέ μου καὶ ἀνακαλοῦντος τὸν θεὸν ὁ Ζήνων οὐδὲν ἔφη προσηνέστερον, λέγων δὴ καὶ αὐτὸς τὸν θεὸν, καταφυγήν τε καὶ τοιαῦτα ὠνόμαζε. περιεσκόπουν δὲ, ὡς ἐν τῷ προνάῳ δὴ τούτῳ, ἀνδριάντα ἐμαυτοῦ· καὶ τότε μέν γε ὡς ἐμαυτοῦ ὄντα ἑώρων, πάλιν δὲ ἐδόκει μοι εἶναι αὐτοῦ τοῦ Ἀσκληπιοῦ μέγας τις καὶ καλός. ταῦτα καὶ ὡς ὄναρ μοι φανθέντα αὖθις διηγεῖσθαι πρὸς αὐτὸν τὸν Ζήνωνα· καὶ ἐδόκει σφόδρα ἔντιμον τὸ τοῦ ἀνδριάντος εἶναι. αὖθις δὲ αὖ τὸν ἀνδριάντα ἑώρων, ὡς ἐν τῇ στοᾷ τῇ προμήκει τοῦ γυμνασίου. περὶ δὲ βαλανείου τοιάδε ἔδοξα. πρῶτον μὲν ὡς μεταξὺ ἀνατριβόμενος εἰσελθεῖν εἴς τι βαλανεῖον τῶν ἰδιωτικῶν· ἔπειτα φάναι ὡς ἔλαθον ἐμαυτὸν εἰσελθὼν, ἀλούτων ἡμερῶν ἤδη. ἔπειτα ἐδόκει μοι παραθαρρύνειν Φοῖβος παρὼν, ὥστε καὶ εἰς τὸ ὕδωρ εἰσέβαινον ἀνυπόπτως ἤδη. αὖθις δὲ ἐδόκουν πρὸς αὐτῷ τῷ Ἀσκληπιῷ νεανίσκον τινὰ τῶν γυμναστικῶν ἔτι ἀγένειον περὶ βαλανείων διαλέγεσθαι, τὰ μεγάλα δὴ ἐπαινοῦντα καὶ τοιαύτας τινὰς τὰς ἀπολαύσεις τοῦ βίου τιθέμενον. δείξας οὖν αὐτῷ τὴν θάλατταν ἠρόμην εἰ καὶ ἐνταῦθα ἄμεινον λοῦσθαι, ἢ ἐν μικρῷ. ἐν μικρῷ, ἔφη. μετὰ δὲ τοῦτο λίμνην τινὰ ἔδειξα καὶ ἠρόμην εἰ καὶ ἐν λίμνῃ τοσαύτῃ κρεῖττον, ἢ ἐν μικρῷ. συνεχώρει κἀνταῦθα ὅτι αἱρετώτερον τὸ ἐν μικρῷ. οὐκ ἄρα, ἔφην, πανταχοῦ τό γε μεῖζον αἱρετώτερον, ἀλλʼ ἔστι τις καὶ μικροῦ χάρις. καὶ ἅμα ἐνενόησα πρὸς ἐμαυτὸν ὡς καὶ ἐπιδεικνυμένῳ ποῦ καλὸν εἰπεῖν ὅτι τῶν μὲν ἄλλων ἀνθρώπων αἱ ἡδοναὶ κινδυνεύουσιν ὑῶν τινῶν εἶναι ἡδοναὶ, ἡ δὲ ἐμὴ καθαρῶς ἄρα ἀνθρώπου εἴη, ὅστις σύνειμί τε καὶ χαίρω λόγοις. ἐδόκει δʼ οὖν ταῦτα λέγειν ὁ νεανίσκος περὶ τοῦ βαλανείου τοῦ πρὸς ταῖς πύλαις ταῖς εἰς Ἔφεσον φερούσαις. καὶ τέλος ἔδοξέ μοι χρῆναι ἀποπειραθῆναι—πότε γὰρ δὴ καὶ ἄλλοτε θαρρῆσαι, εἰ μὴ νῦν; —οὕτω δὴ συνθέσθαι εἰς ὥραν ἕκτην ὡς τηνικαῦτα ἀσφαλέστατον ὂν κινεῖσθαι· ἐπεὶ δὲ ἀφίκετο ἡ ὥρα, αἰτιᾶσθαι Βάσσον ὡς διατρίβοντα. ὁρᾷς, ἔφην, ὡς καὶ δὴ παρέρχεται ἡ σκιά; δεικνὺς τὴν τῶν κιόνων. ἐπορευόμεθά τε, καὶ ὡς ἠνύσαμεν, ἐπιστὰς τῇ δεξαμενῇ τοῦ ψυχροῦ τοῦ ἔξω ἐπειρώμην τοῦ ὕδατος, καί μοι ἔδοξε παρʼ ἐλπίδας οὐ μάλα ψυχρὸν εἶναι, κυανοῦν δὲ καὶ ἡδὺ ἰδεῖν. κἀγὼ, καλὸν, ἔφην, οἷα δὴ γνωρίζων τὸ τοῦ ὕδατος ἀγαθόν. ὡς δὲ παρῆλθον εἴσω, πάλιν εὗρον ἕτερον ἐν θερμοτέρῳ οἴκῳ ἀνειμένον μᾶλλον. καὶ ἅμα ἐγιγνόμην τε ἐν τῷ θερμῷ καὶ ἀπεδυόμην, ἐλουσάμην καὶ μάλα ἡδέως. ὀγδόῃ ἔμετος εἰς ἑσπέραν κατὰ ὄναρ καὶ οὗτος. ἑβδόμῃ ἐδόκουν ἐν ὕδασιν εἶναί που θερμοῖς. τυχεῖν οὖν τινας πλησίον ἀνθρώπους ἐγχειρίδια ἔχοντας καὶ ἄλλως οὐκ ἀνυπόπτους. καὶ δῆτα προσελθεῖν μοί τινας αὐτῶν, ὥς τινος προστασίας χρῄζοντας, ἐγκαλεῖσθαι γὰρ ὑπό τινων. ὡς δʼ ἅπαξ περιεσχέθην, ἐν παντὶ εἶναι,3 οὔτε πιστεύων ἐνδείξασθαί τε οὐκ ἐθέλων ὅτι ἀπιστοίην. ἰέναι τε δή τινα ὁδὸν καὶ ἐκδέχεσθαι ψαλίδα πάνυ μακρὰν, ἐν ᾗ καὶ σφόδρα δεῖσαι μὴ ἐπιθεῖντό μοι. ὡς δὲ διεξελθεῖν ἀσμένως, φανῆναί τε ἐν τῇ πόλει τῶν Σμυρναίων ἐν τῇ ἀγορᾷ καὶ σκοπεῖν ὅπως ὡς τάχιστα πολλοί τε ἀθροισθεῖεν καὶ ἐνδειξαίμην τὸ ὄν. κἀκ τούτου αὐτός τε λαμπάδα λαμβάνω

(神殿の)座席の周辺にいる人々のうちから少し足を引きずっている者を見て、彼に対して「これらは安静が治療する」と言ったように思われた。また多くの機会を通じて嘔吐も命じられたが、これが連続して5日目の不入浴であった。夢の余談を語ることもまた価値がある。私は、いつもの弁論の練習のようにデモステネスのある演説を手に取って、まるで彼自身であるかのようにアテナイ人たちに向かってこう語っているように思われた。「あなたがたは伝令官を通じて『誰が演説することを望むか』と問いかけているが、私はあなたがたに『あなたがたのうち誰が行動することを望むか』と喜んで問いたい。」「残るは喜劇だ」と、私はアリストパネスの『テルミッセイス』を引き合いに出して、そこである者が言葉では闘っていたが、行動ではそうではなかったことを指摘しながら言っていた。9日には、私はスミュルナにいるかのように、夕方頃に体育館にあるアスクレピオス神殿に近づいていき、しかもゼノンとともに近づいていくように思われた。そして神殿はより大きく、舗装されているのと同じくらいの広さの柱廊を包み込んでいるように思われた。同時に、私はこれを神殿の前室のように考えていた。私が祈りを捧げ、神を呼び求めていると、ゼノンはこれほど心強いものはないと言い、彼自身も神について語りながら「避難所」などとそのような名前で呼んでいた。私は、まさにこの前室の中にあるかのように、自分自身の彫像をあたりを見回して探していた。そしてある時は、それが私自身のものであるかのように見ていたが、別の時には、それがアスクレピオスご自身の、何か大きくて美しい像であるように思われた。これらのことを、夢として私に現れたこととして、私は再びゼノン自身に語っていた。すると、彫像の件は非常に名誉なことであるように思われた。そしてまた、私はその彫像を、体育館の細長い柱廊にあるかのように見ていた。浴場については次のような夢を見た。まず、途中で身体をマッサージされながら、ある私設の浴場に入っていくように思われた。それから、すでに何日も入浴していないのに、自分でも気づかないうちに入ってしまった、と言うように思われた。次いで、ポイボスがその場に現れて私を元気づけてくれているように思われ、そのため私はもはや何の疑念も抱かずに水の中へ入っていった。さらにまた、私はアスクレピオス神殿のそばで、体育の訓練を受けている、まだ髭のない若者の一人が浴場について議論しているのを見る夢を見た。彼は大浴場を称賛し、それらを人生の享受すべき喜びのように位置づけていた。そこで私は彼に海を指し示し、ここ(海)で入浴する方が良いのか、それとも小さな浴場で入浴する方が良いのかと尋ねた。「小さなところで」と彼は言った。この後、私はある湖を指し示し、このような大きな湖で入浴する方が勝っているのか、それとも小さなところで入浴する方が勝っているのかと尋ねた。彼はそこでも、小さなところで入浴する方が好ましいということに同意した。「それなら」と私は言った、「どこでも大きい方が好ましいというわけではなく、小さなものにもまたそれなりの味わいがあるのだな。」そして同時に、私は心の中で、自分の弁論を披露しているときに次のようにつぶやくのはなんと素晴らしいことだろうと思った。「他の人々の快楽は豚の快楽である恐れがあるが、私の快楽は純粋に人間の快楽であり、私は言葉(ロゴス)と交わり、それを楽しんでいる。」ともあれ、その若者はエフェソスへと通じる門のそばにある浴場について、これらのことを語っているように思われた。そしてついに、私は試みてみるべきだと思われた――今でなければ、いったいいつ勇気を出すというのか?――そこで、その時間が動き回るのに最も安全であるとして、第6時に待ち合わせる約束をした。そしてその時間が来ると、私はバッソスが時間を潰していると非難する夢を見た。「影がもうあのように過ぎ去っていくのが見えるかい?」と、私は柱の影を指し示しながら言った。私たちは歩いていき、到着すると、外にある冷水槽の傍らに立ち、水を試してみた。するとそれは、予想に反してそれほど冷たくはなく、濃い青色で、見るからに心地よく思われた。そこで私は、その水の良さをよく知っている者のように「素晴らしい」と言った。そして中に入ると、より暖かい部屋で、さらに温度の緩やかな別の水を見つけた。同時に、私は温室に入り、服を脱ぎ、非常に心地よく入浴した。8日には、夕方に向けて夢の中でこれもまた嘔吐をした。7日には、私は温水の中にどこかいるように思われた。すると、短剣を手にした、いかにも怪しげな何人かの男たちが近くに居合わせた。そして実際、彼らのうちの何人かが、誰かから告発されているために、何らかの保護を求めているかのように私に近づいてきた。そして一度包囲されると、私はひどい不安な状態に陥り、彼らを信用することもできず、また自分が疑っていることを示すのも好まなかった。そしてある道を進んでいき、非常に長いアーチ通路が待ち構えており、その中で彼らが私を襲いはしないかと非常に恐れた。そこを喜んで通り抜けると、スミュルナの街の広場に現れ、どうすればできるだけ早く多くの人が集まり、事の真相を示すことができるかと考えた。そしてこのことから、私自身もたいまつを受け取り……

構文注3 件
  1. 277ἐκ τῶν περὶ τὴν ἕδραν

    直前のチャンクの最後「τῶν ἐπιτηδείων...」(親しい者たちのうちの…)から文脈が継続しており、ここでの「ἕδραν」は神殿の「座席」あるいは「神座、会衆」を指し、「座席のまわりにいる人々の中から」という意味を表す。

  2. 277φάναι

    この不定詞は、一連の夢の記述(「ἐδόκουν...」)に支配された間接話法における不定詞であり、主語は「自分(アリステイデス)」である。後に続く「θεραπεύοι」は、間接話法内の従属節における斜格希求法である。

  3. 278ἐν παντὶ εἶναι

    「あらゆることの中にある」という直訳から転じ、絶体絶命の危機や、極度の困惑・パニック状態にあることを示す古典期の慣用表現(典型的には「ἐν παντὶ κακῷ εἶναι」などの省略)。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0284.tlg023.humanitext-grc2:277-278