Humanitext Reader

阿里斯·台德斯 · 圣书一 §275-276

节日中的沐浴之梦与膝部创伤

第 2 段,共 9 段 · 希腊语

内容简介

作者在节日期间因一个关于沐浴的梦而身体不适,随后详细描述了接下来的各种梦境与现实经历,包括被异族人控制的梦、在神殿与神官的会面、被公牛袭击导致膝盖受伤的梦及随后的溃疡。

§275πρόσθεν ἐμαυτοῦ ῥᾴονος ᾐσθόμην.
我觉得身体比以前轻松了。
διήγαγον δὲ περιπάτῳ χρώμενος κατʼ οἰκίαν, καὶ ἅμα παιδιᾷ, οἷα ἑορτῶν οὐσῶν.
因为正值节日,我便在屋里散步,同时进行一些娱乐来消磨时间。
καὶ γὰρ ἡ τοῦ θεοῦ παννυχὶς ἐγκατειλήφει τὴν προτέραν ἑορτὴν, τὴν τοῦ Ποσειδῶνος.
因为神的彻夜祭紧接着先前的节日——即波塞冬的节日举行。
μετὰ δὲ τοῦτο ὄναρ γίγνεται, ἔχον μέν τινα ἔννοιαν λουτροῦ, οὐ μέντοι χωρίς γε ὑπονοίας· ἀλλʼ ἐδόκουν τι καὶ μολυνθῆναι·
此后,我做了一个梦,梦中有些关于沐浴的意象,但并非没有令人忧虑的暗示;相反,我似乎在某种程度上被玷污了。
ὅμως δὲ ἔδοξε λούσασθαι, πάντως δʼ εἰ καὶ τῷ ὄντι τοῦτʼ ἐπεπόνθειν, ὕδατος δεῖν.
然而,梦里还是决定要去沐浴,因为无论如何,即使我真的遭遇了玷污,水也是必需的。
εὐθύς τε οὖν οὐχ ὡς ἥδιστα ἔσχον ἐν τῷ βαλανείῳ καὶ ἐπειδὴ ἐπανῆλθον, ἐδόκει πάντα πλήρη εἶναι, καὶ τὸ πνεῦμα οἷον ἀσθμαίνοντος ἦν.
于是我立刻去了浴室,但在浴室里感到极不舒服,等我回来时,觉得浑身发胀,呼吸就像气喘吁吁的人一样。
ὥστε ἐπʼ ἀρχῇ τῆς τροφῆς εὐθὺς ἐπαυσάμην.
因此,我刚开始吃东西就立刻停了下来。
διαφθορὰ μετὰ τοῦτο ἐκ νυκτὸς, καὶ προῆλθεν εἰς τοῦτο, ὥστε μόλις κατέστη πρὸ μεσημβρίας μικρόν.
这之后,夜间开始下痢,情况非常严重,直到将近中午才勉强平息下来。
ὄψις δὲ ὀνείρατος οὑτωσί πως εἶχεν, ὡς ἄρα εἴην ἐν ὕδασι θερμοῖς, προκεκυφὼς δὲ εἰς τὸ πρόσθεν ὁρῴην τὰ κάτω τῆς κοιλίας ἀτοπώτερον διακείμενα.
梦中的景象大致如下:我似乎在温水中,向前弯着腰,看到自己的下腹部处于一种相当异常的状态。
ἐβουλευσάμην μὲν δὴ μεῖναι ἐπʼ ἀλουσίας.
于是我决定不洗澡。
ἔφη δέ τις ὡς οὐκ ἐπʼ αὐτοῦ γε τοῦ λουτροῦ τὸ δυσχερὲς ἦν τὸ φαινόμενον, οὐδʼ εἰκὸς ὡς αἴτιον φυλάξασθαι.
但有人说,梦中显现的不适并非由于沐浴本身所致,也不应将其视为原因而加以防范。
ἐλουσάμην τε εἰς ἑσπέραν, καὶ ἅμα τῷ ὄρθρῳ τὸ ἦτρον ἤλγουν, καὶ ἐπεχώρει τὸ ἄλγημα ἐπὶ δεξιᾷ καὶ μέχρι βουβῶνος κάτω.
于是我在傍晚洗了澡,天亮时下腹部便疼痛起来,且疼痛向右侧扩散,一直向下延伸到腹股沟。
ἑβδόμῃ δʼ ἐπὶ δέκα ἀλουσία ἐξ ὀνείρατος, ὀγδόῃ δʼ ἐπὶ δέκα ἀλουσία.
十七日,因梦示而未沐浴;十八日也未沐浴。
ἐνάτῃ ἐπὶ δέκα δʼ ἔδοξά τινας τῶν βαρβάρων ἐγκρατεῖς γεγενῆσθαί μου, καί τινα αὐτῶν ἐπιέναι μοι καὶ δόξαν παρασχεῖν ὡς στίξοντα· ἔπειτα καθεῖναι τὸν δάκτυλον οὑτωσὶ μέχρι τοῦ λαιμοῦ, καί τι ἐγχέαι, κατὰ δή τινα ἐπιχώριον νόμον, ὀνομάσαι δὲ αὐτὸ ὀξυσιτίαν· ταῦτα δὲ ὕστερον ὡς ὄναρ διηγεῖσθαι καὶ τοὺς ἀκούοντας θαυμάζειν καὶ λέγειν ὡς ἄρα τοῦτο αἴτιον εἴη τοῦ διψῆν μὲν, μὴ δύνασθαι δὲ πιεῖν, τὸ τρέπεσθαι εἰς ὄξος τὰ σιτία.
十九日,我梦见自己被一些异族人控制,其中一人向我走来,并表现出要给我烙印的样子;然后他像这样把手指一直伸进我的喉咙,并灌入某种东西,说是按照他们当地的习俗,并称之为“胃酸过多”;后来我在梦中把这些事当作梦境叙述出来,听的人感到惊奇,并说这必定是口渴却无法饮水的原因,即食物在胃里变酸了。
ἐκ δὴ τούτου ἔμετός τε ἐδείκνυτο καὶ προσέταξεν ὁ βάρβαρος λουτροῦ τε ἀποσχέσθαι καὶ διάκονον ἕνα παραστήσασθαι.
由此指示了催吐,那异族人命令我不要沐浴,并让一个仆人随侍左右。
τὸ τήμερον εἶναι ἀλουσία καὶ ἔμετος μετὰ ῥᾳστώνης, ὡς εἰκάσαι ἐδόκουν ἐν προπυλαίοις εἶναι τοῦ Ἀσκληπιοῦ, καί τινα τῶν ἐπιτηδείων ἐντυχόντα μοι περιβάλλειν καὶ φιλοφρονεῖσθαι, οἷα δὴ διὰ χρόνου ἑορακότα· εἰπεῖν δὴ πρὸς αὐτὸν ὡς ἐν ἀηδίᾳ τε εἴην γεγονὼς §276καὶ προϊόντος τοῦ λόγου μνησθῆναι ὅσα δὴ καὶ περὶ τὸ ἱερὸν τυγχάνοι κεκινημένα.
今天不沐浴,催吐后感到轻松,我似乎——正如我所推测的——是在阿斯克勒庇俄斯神殿的前廊,我的一位熟人遇见了我,拥抱我并热情地问候,仿佛很久没见一样;我对他提起自己身体一直不适,随着谈话的继续,我提到了神殿周围所发生的一切变动。
καὶ ἅμα ταῦτα λέγοντες εἰσῄειμεν εἴσω.
我们边说边往里走。
ὡς δὲ ἐγενόμεθα οὗ ἡ ἀγαθὴ τύχη καὶ ὁ ἀγαθὸς δαίμων ἐπιστάντες, ἔτι διελεγόμεθα.
当我们走到“好运”与“善灵”神像伫立的地方时,我们仍在交谈。
καί τινα τῶν ὑπηρετῶν ἰδὼν τῶν περὶ τὸ ἱερὸν ἠρόμην ὅπου ὁ ἱερεὺς εἴη.
我看到一位神殿周围的侍从,便问他神官在哪里。
ὁ δʼ ἔφη, ἐξόπισθε τοῦ νεώ· καὶ γὰρ εἶναι περὶ λύχνους ἤδη τοὺς ἱεροὺς, τάς τε δὴ κλεῖς ἀνακομίζειν τὸν νεωκόρον·
他说:“在神殿后面;因为他已经在忙着点圣灯了,庙祝也正把钥匙拿来。
καὶ τυχεῖν ἐν τούτῳ κλεισθὲν τὸ ἱερὸν, οὕτω μέντοι ὥστε καὶ συγκεκλεισμένου εἴσοδόν τέ τινα λείπεσθαι καὶ τὰ ἔνδον ὁρᾶσθαι.
”当时神殿恰好锁着,然而,虽然锁着,却还留有某种入口,可以看见里面的景象。
προσῆλθόν τε δὴ ταῖς θύραις καὶ ὁρῶ ἄγαλμα ἕτερον ἀντὶ τοῦ παλαιοῦ κατηφές.
我走近大门,看见一尊神情忧郁的异于旧像的新神像代替了原来的神像。
θαυμάζοντι δέ μοι καὶ ζητοῦντι τὸ ἀρχαῖον οὗ εἴη, προσφέρει τις, καὶ οὐδʼ αὐτὸ πάνυ ἔδοξα γνωρίσαι, προσεκύνησα δʼ οὖν σπουδῇ.
当我正在诧异并寻找旧像在哪里时,有人把旧像拿了过来,我觉得自己也未能完全认出它,但还是虔诚地顶礼膜拜。
μετὰ δὲ ταῦτα περιελθόντες ἐντυγχάνομεν τῷ ἱερεῖ καὶ ἠρχόμην ἐγὼ πρὸς αὐτὸν λόγου τοιοῦδε· ἐμοὶ καὶ ἐν Σμύρνῃ ὀνείρατα ἐγίγνετο διαλεχθῆναί σοι περὶ τοῦ ἱεροῦ, καὶ νομίσας τὸ πρᾶγμα μεῖζον εἶναι ἢ κατʼ ἐμὲ ἐσιώπησα· καὶ νῦν ἔναγχός μοι περὶ αὐτῶν τούτων γεγένηται.
此后,我们绕了一圈遇到了神官,我便向他开口说道:“我在士麦那的时候,也曾做梦梦见要与你谈论神殿的事,但当时我认为这件事情对我来说太重大了,所以保持了沉默;而就在最近,关于这些事,我又做梦了。
καὶ ἅμα ἐν νῷ εἶχον λέγειν περὶ τοῦ τὸ ἕδος εἰς τὴν ἀρχαίαν χώραν καταστῆσαι.
”同时,我心里正打算谈谈将神像恢复到原来位置的事。
περιπατοῦντος δέ μου ἀποπίπτει τὸ διάβαθρον τοῦ ἑτέρου ποδὸς, καὶ ὁ ἱερεὺς ἀνελόμενος προσφέρει.
然而,正当我走着的时候,我另一只脚的凉鞋脱落了,神官捡起来递给我。
κἀγὼ τῆς μὲν τιμῆς ἕνεκα ἥσθην, βουλόμενος δὲ αὐτὸν οἷον ἀμείβεσθαι καὶ δεξιοῦσθαι κύψας λαμβάνω.
我因这份敬意而感到高兴,想要回礼并向他致意,便弯腰接了过来。
κἀν τούτῳ ταῦρός τις ἐπῄει μοι κατʼ αὐτὰς τὰς ἀκοὰς τοῦ θεοῦ.
就在这时,一头公牛在神的聆听所前朝我冲了过来。
κἀγὼ ἐδεδοίκειν τε καί πως ἐπειρώμην φυλάττεσθαι.
我感到害怕,并设法躲避。
ὁ δʼ ἄλλο μὲν οὐδὲν ἔδρασεν, ὑπὸ δὲ τὸ γόνυ τὸ δεξιὸν ἐνέθλασεν.
但它没有做别的事,只是在我的右膝盖下方猛烈地撞了一下。
ὁ δὲ Θεόδοτος σμίλην τινὰ λαβὼν ἀνεκάθαρεν· ὥστε ἔμελλον πρὸς αὐτὸν ἐρεῖν ὅτι σὺ αὐτὸ ἐποίησας ἕλκος.
塞奥多托斯拿了一把小刀把伤口清理干净;以至于我差点要对他说:“是你自己把这里弄成伤口的。
ταῦτʼ ἦν τὰ φανθέντα καὶ ἐνταῦθα ἔληξεν ὁ φόβος καὶ ἐγένετο ὑπὸ τὸ γόνυ τὸ δεξιὸν ἑλκύδιον ἄνθρακι ἐοικὸς, καὶ ἐδόκει ἀγαθὸν εἶναι πρὸς τὰ ἄνω.
”这就是梦中所显现的景象,恐惧到此结束,右膝盖下方形成了一个像炭疽一样的小溃疡,这似乎对身体上部的症状大有裨益。
δεκάτῃ δʼ ὑστέρᾳ ἐδόκουν ἐσθῆτα ἔχειν ἱερέως καὶ αὐτὸν παρόντα ὁρᾶν τὸν ἱερέα· ἐδόκουν δὲ καὶ τῶν ἐπιτηδείων
二十日,我梦见自己穿着神官的衣服,并看到神官本人在场;我还梦见熟人中的一些人……

词汇与语法注释

  1. §275πρόσθεν ἐμαυτοῦ ῥᾴονος ᾐσθόμην — 比较级形容词 ῥᾴονος(属格、阳性、单数)修饰用作比较属格的 ἐμαυτοῦ。它作为 ᾐσθόμην 的补足语,表示说话者感到“比以前的自己更轻松(健康状况更好)”。
  2. §275οἷα ἑορτῶν οὐσῶν — 属格绝对结构(独立分词短语)。前置的 οἷα 表示原因或客观情况,意为“因为(恰逢)是节日”。
  3. §275τὸ τήμερον εἶναι — 不定词 εἶναι 与中性单数宾格定冠词连用,作为限制性副词短语,意为“就今天而言”或“今天一天”。
  4. §276κατʼ αὐτὰς τὰς ἀκοὰς τοῦ θεοῦ — 单词 αἱ ἀκοαί(通常指“听觉”或“耳朵”)在此处或指神殿内神“倾听”祈祷的特定神圣场所,或字面指神像耳朵的近旁。
  5. §276δεκάτῃ δʼ ὑστέρᾳ — 指代19日之后的“二十日”的表达。字面意思是第一个十天之后的第十天(即二十日)。结合前文连续的日期(十七、十八、十九日),此处指代的是紧接着的“二十日”。

引用这一段

阿里斯·台德斯, 圣书一 §275-276. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg023.humanitext-grc2:275-276

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。