§275πρόσθεν ἐμαυτοῦ ῥᾴονος ᾐσθόμην.
以前の自分よりも体が楽になったと感じた。
διήγαγον δὲ περιπάτῳ χρώμενος κατʼ οἰκίαν, καὶ ἅμα παιδιᾷ, οἷα ἑορτῶν οὐσῶν.
そして、ちょうど祭りの最中であったので、家の中で散歩をし、また娯楽を交えたりして過ごした。
καὶ γὰρ ἡ τοῦ θεοῦ παννυχὶς ἐγκατειλήφει τὴν προτέραν ἑορτὴν, τὴν τοῦ Ποσειδῶνος.
というのも、神の徹夜祭が、それに先立つ祭りであるポセイドンの祭りに続いて行われたからである。
μετὰ δὲ τοῦτο ὄναρ γίγνεται, ἔχον μέν τινα ἔννοιαν λουτροῦ, οὐ μέντοι χωρίς γε ὑπονοίας·
この後、夢を見たが、それは入浴に関係する内容を含んでいたものの、懸念がないわけではなかった。
ἀλλʼ ἐδόκουν τι καὶ μολυνθῆναι·
むしろ、私は何か汚れを被ったようにも思われた。
ὅμως δὲ ἔδοξε λούσασθαι, πάντως δʼ εἰ καὶ τῷ ὄντι τοῦτʼ ἐπεπόνθειν, ὕδατος δεῖν.
しかし、それでも入浴すべきであると判断された。 いずれにせよ、実際にそのような汚れを被っていたとしても、水が必要であると思われたからである。
εὐθύς τε οὖν οὐχ ὡς ἥδιστα ἔσχον ἐν τῷ βαλανείῳ καὶ ἐπειδὴ ἐπανῆλθον, ἐδόκει πάντα πλήρη εἶναι, καὶ τὸ πνεῦμα οἷον ἀσθμαίνοντος ἦν.
そこで早速、浴場に入るとすぐに不快な気分になり、戻ってくると、すべてが満ち満ちているように思われ、息づかいはまるで喘いでいる人のようであった。
ὥστε ἐπʼ ἀρχῇ τῆς τροφῆς εὐθὺς ἐπαυσάμην.
そのため、食事を始めるとすぐに食べるのをやめてしまった。
διαφθορὰ μετὰ τοῦτο ἐκ νυκτὸς, καὶ προῆλθεν εἰς τοῦτο, ὥστε μόλις κατέστη πρὸ μεσημβρίας μικρόν.
この後、夜から下痢が始まり、正午の少し前になってようやく治まるほどのひどい状態になった。
ὄψις δὲ ὀνείρατος οὑτωσί πως εἶχεν, ὡς ἄρα εἴην ἐν ὕδασι θερμοῖς, προκεκυφὼς δὲ εἰς τὸ πρόσθεν ὁρῴην τὰ κάτω τῆς κοιλίας ἀτοπώτερον διακείμενα.
その夢の光景は次のようなものであった。 すなわち、私は温水の中にいて、前かがみになって自分の下腹部が非常に奇妙な状態になっているのを見る、というものであった。
ἐβουλευσάμην μὲν δὴ μεῖναι ἐπʼ ἀλουσίας.
私はやはり、入浴を控えたままでいようと決意した。
ἔφη δέ τις ὡς οὐκ ἐπʼ αὐτοῦ γε τοῦ λουτροῦ τὸ δυσχερὲς ἦν τὸ φαινόμενον, οὐδʼ εἰκὸς ὡς αἴτιον φυλάξασθαι.
しかしある人が、夢に現れた不都合な事態は入浴そのもののせいではなく、入浴を原因として避けるのは筋が通らないと言った。
ἐλουσάμην τε εἰς ἑσπέραν, καὶ ἅμα τῷ ὄρθρῳ τὸ ἦτρον ἤλγουν, καὶ ἐπεχώρει τὸ ἄλγημα ἐπὶ δεξιᾷ καὶ μέχρι βουβῶνος κάτω.
そこで私は夕方に入浴したのだが、夜明けとともに下腹部が痛み出し、その痛みは右側へ、そして下の鼠径部にまで広がっていった。
ἑβδόμῃ δʼ ἐπὶ δέκα ἀλουσία ἐξ ὀνείρατος, ὀγδόῃ δʼ ἐπὶ δέκα ἀλουσία.
17日には夢のお告げにより入浴を控え、18日にも入浴を控えた。
ἐνάτῃ ἐπὶ δέκα δʼ ἔδοξά τινας τῶν βαρβάρων ἐγκρατεῖς γεγενῆσθαί μου, καί τινα αὐτῶν ἐπιέναι μοι καὶ δόξαν παρασχεῖν ὡς στίξοντα·
19日には、数人の異民族が私を捕らえ、そのうちの一人が私に近づき、刺青を入れようとしているかのような様子を見せる夢を見た。
ἔπειτα καθεῖναι τὸν δάκτυλον οὑτωσὶ μέχρι τοῦ λαιμοῦ, καί τι ἐγχέαι, κατὰ δή τινα ἐπιχώριον νόμον, ὀνομάσαι δὲ αὐτὸ ὀξυσιτίαν·
それから彼は、自分の指をこのように喉の奥まで差し込んで何かを流し込み、それは彼らの土地の習慣なのだと言い、それを「酸性消化不良」と呼んだ。
ταῦτα δὲ ὕστερον ὡς ὄναρ διηγεῖσθαι καὶ τοὺς ἀκούοντας θαυμάζειν καὶ λέγειν ὡς ἄρα τοῦτο αἴτιον εἴη τοῦ διψῆν μὲν, μὴ δύνασθαι δὲ πιεῖν, τὸ τρέπεσθαι εἰς ὄξος τὰ σιτία.
夢の中で私は後でこれらのことを夢として語り、それを聞く人々は驚いて、これこそが、喉が渇くのに飲むことができない原因、すなわち食物が胃の中で酸に変わってしまうことなのだと言い合っていた。
ἐκ δὴ τούτου ἔμετός τε ἐδείκνυτο καὶ προσέταξεν ὁ βάρβαρος λουτροῦ τε ἀποσχέσθαι καὶ διάκονον ἕνα παραστήσασθαι.
このことから嘔吐が指示され、異民族は入浴を控えることと、一人の従者をそばに置くことを命じた。
τὸ τήμερον εἶναι ἀλουσία καὶ ἔμετος μετὰ ῥᾳστώνης, ὡς εἰκάσαι ἐδόκουν ἐν προπυλαίοις εἶναι τοῦ Ἀσκληπιοῦ, καί τινα τῶν ἐπιτηδείων ἐντυχόντα μοι περιβάλλειν καὶ φιλοφρονεῖσθαι, οἷα δὴ διὰ χρόνου ἑορακότα·
今日一日は入浴を控え、嘔吐によって楽になるようにとのことだった。 私はアスクレピオスの神殿の前庭にいる夢を見たように思う。 そこで知人の一人が私に出会って抱きしめ、久しぶりに会ったかのように親切にもてなしてくれた。
εἰπεῖν δὴ πρὸς αὐτὸν ὡς ἐν ἀηδίᾳ τε εἴην γεγονὼς §276καὶ προϊόντος τοῦ λόγου μνησθῆναι ὅσα δὴ καὶ περὶ τὸ ἱερὸν τυγχάνοι κεκινημένα.
そして私は彼に、体調が非常に悪かったことを話し、話が進むにつれて、神殿の周辺で起こった様々な変化についても言及した。
καὶ ἅμα ταῦτα λέγοντες εἰσῄειμεν εἴσω.
そして私たちはこのように語り合いながら、中へと入っていった。
ὡς δὲ ἐγενόμεθα οὗ ἡ ἀγαθὴ τύχη καὶ ὁ ἀγαθὸς δαίμων ἐπιστάντες, ἔτι διελεγόμεθα.
そして、「善き運命」と「善き精霊」が立っている場所に私たちが至ったときにも、私たちはまだ語り合っていた。
καί τινα τῶν ὑπηρετῶν ἰδὼν τῶν περὶ τὸ ἱερὸν ἠρόμην ὅπου ὁ ἱερεὺς εἴη.
そして、神殿の奉仕者の一人を見かけたので、神官はどこにいるのかと尋ねた。
ὁ δʼ ἔφη, ἐξόπισθε τοῦ νεώ·
すると彼は、「神殿の裏手におられます。
καὶ γὰρ εἶναι περὶ λύχνους ἤδη τοὺς ἱεροὺς, τάς τε δὴ κλεῖς ἀνακομίζειν τὸν νεωκόρον·
すでに聖なる灯火を灯す時間であり、堂守が鍵を運んできているところですから」と言った。
καὶ τυχεῖν ἐν τούτῳ κλεισθὲν τὸ ἱερὸν, οὕτω μέντοι ὥστε καὶ συγκεκλεισμένου εἴσοδόν τέ τινα λείπεσθαι καὶ τὰ ἔνδον ὁρᾶσθαι.
そしてちょうどその時、神殿は閉ざされていたのだが、閉ざされているとはいえ、ある種の入り口が残されており、中の様子が見えるほどであった。
προσῆλθόν τε δὴ ταῖς θύραις καὶ ὁρῶ ἄγαλμα ἕτερον ἀντὶ τοῦ παλαιοῦ κατηφές.
そこで私は扉に近づき、そこにかつての古い像の代わりに、うつむいて沈鬱な表情をした別の神像があるのを見た。
θαυμάζοντι δέ μοι καὶ ζητοῦντι τὸ ἀρχαῖον οὗ εἴη, προσφέρει τις, καὶ οὐδʼ αὐτὸ πάνυ ἔδοξα γνωρίσαι, προσεκύνησα δʼ οὖν σπουδῇ.
私が驚き、古い像はどこにあるのだろうと探していると、ある人がそれを持ってきてくれたが、それについても私はよく見分けることができなかったように思う。 それでも、私はそれを熱心に礼拝した。
μετὰ δὲ ταῦτα περιελθόντες ἐντυγχάνομεν τῷ ἱερεῖ καὶ ἠρχόμην ἐγὼ πρὸς αὐτὸν λόγου τοιοῦδε·
この後、私たちは辺りを回って神官に出会い、私は彼に次のように話し始めた。
ἐμοὶ καὶ ἐν Σμύρνῃ ὀνείρατα ἐγίγνετο διαλεχθῆναί σοι περὶ τοῦ ἱεροῦ, καὶ νομίσας τὸ πρᾶγμα μεῖζον εἶναι ἢ κατʼ ἐμὲ ἐσιώπησα·
「私にはスミュルナにいた時にも、あなたと神殿について話をする夢が何度も現れたのですが、その事柄が私には身に余るほど重大なことだと思われたので、沈黙しておりました。
καὶ νῦν ἔναγχός μοι περὶ αὐτῶν τούτων γεγένηται.
そして今また、ごく最近、まさにこのことについて夢を見たのです」。
καὶ ἅμα ἐν νῷ εἶχον λέγειν περὶ τοῦ τὸ ἕδος εἰς τὴν ἀρχαίαν χώραν καταστῆσαι.
そして同時に、私は神像を元の場所に戻すことについて話そうと心の中で思っていた。
περιπατοῦντος δέ μου ἀποπίπτει τὸ διάβαθρον τοῦ ἑτέρου ποδὸς, καὶ ὁ ἱερεὺς ἀνελόμενος προσφέρει.
ところが、私が歩いていると、片方の足のサンダルが脱げ落ち、神官がそれを拾い上げて差し出してくれた。
κἀγὼ τῆς μὲν τιμῆς ἕνεκα ἥσθην, βουλόμενος δὲ αὐτὸν οἷον ἀμείβεσθαι καὶ δεξιοῦσθαι κύψας λαμβάνω.
私はその厚意を嬉しく思い、彼にお返しをし、敬意を表したいと思って、身をかがめてそれを受け取った。
κἀν τούτῳ ταῦρός τις ἐπῄει μοι κατʼ αὐτὰς τὰς ἀκοὰς τοῦ θεοῦ.
その時、まさに神の神託所のところで、一頭の雄牛が私に向かって突進してきた。
κἀγὼ ἐδεδοίκειν τε καί πως ἐπειρώμην φυλάττεσθαι.
私は恐ろしくなり、何とか身を守ろうとした。
ὁ δʼ ἄλλο μὲν οὐδὲν ἔδρασεν, ὑπὸ δὲ τὸ γόνυ τὸ δεξιὸν ἐνέθλασεν.
しかし、雄牛は他には何もせず、私の右膝の下を激しく突いた。
ὁ δὲ Θεόδοτος σμίλην τινὰ λαβὼν ἀνεκάθαρεν· ὥστε ἔμελλον πρὸς αὐτὸν ἐρεῖν ὅτι σὺ αὐτὸ ἐποίησας ἕλκος.
するとテオドトスが小刀を手にして傷口をきれいに削り取ったので、私は彼に「あなたがそこを傷口にしてしまったのですよ」と言おうとしたほどだった。
ταῦτʼ ἦν τὰ φανθέντα καὶ ἐνταῦθα ἔληξεν ὁ φόβος καὶ ἐγένετο ὑπὸ τὸ γόνυ τὸ δεξιὸν ἑλκύδιον ἄνθρακι ἐοικὸς, καὶ ἐδόκει ἀγαθὸν εἶναι πρὸς τὰ ἄνω.
これらが夢に現れた事柄であり、そこで恐怖は消え去った。 そして、右膝の下に炭疽に似た小さな腫れ物ができたが、それは身体の上部の症状を改善するのに良いことのように思われた。
δεκάτῃ δʼ ὑστέρᾳ ἐδόκουν ἐσθῆτα ἔχειν ἱερέως καὶ αὐτὸν παρόντα ὁρᾶν τὸν ἱερέα·
20日には、私は神官の衣服を身にまとっており、神官自身がそこに居合わせるのを見る夢を見た。
ἐδόκουν δὲ καὶ τῶν ἐπιτηδείων
また、親しい者たちのうちの