§273δοκῶ μοι κατὰ τὴν Ἑλένην τὴν Ὁμήρου τὸν λόγον ποιήσεσθαι.
我想我将仿照荷马笔下的海伦来进行我的叙述。
καὶ γὰρ ἐκείνη πάντας μὲν οὐκ ἄν φησιν εἰπεῖν
"ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι.
因为她也说自己无法说尽: “那坚忍的奥德修斯所有的重重磨难。
" §274πρᾶξιν δέ τινα αὐτοῦ μίαν ἀπολαβοῦσα, οἶμαι, διηγεῖται πρὸς τὸν Τηλέμαχον καὶ Μενέλεων·
” 我想,她只挑选了他的某一件功绩,对忒勒马科斯和梅涅劳斯进行叙述。
κἀγὼ πάντα μὲν οὐκ ἂν εἴποιμι τὰ τοῦ σωτῆρος ἀγωνίσματα, ὅσων ἀπέλαυσα εἰς τήνδε τὴν ἡμέραν.
而我也无法说尽救主所有的斗争——即我直到今日所享受到的恩泽。
καὶ οὐκέτʼ ἐνταῦθα τὸ τοῦ Ὁμήρου προσθήσω,
"οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν· "
μικρὸν γὰρ τοῦτό γε.
在此,我也不再引用荷马的那句诗: “纵使我有十条舌头,十张嘴;” 因为这实在太微不足道了。
ἀλλʼ οὐδʼ ἂν εἰ πᾶσαν ὑπερβαλοίμην τὴν ἐν ἀνθρώποις δύναμίν τε καὶ φωνὴν καὶ γνώμην, οὐκ ἄν ποτε οὐδʼ ἐγγὺς αὐτῶν ἀφικοίμην.
哪怕我能超越人类所拥有的一切力量、声音和智力,我也永远无法接近它们。
ἀλλὰ καὶ ὅσοι πώποτε τῶν φίλων ἐδεήθησαν ἢ προὔτρεψαν εἰπεῖν καὶ συγγράψαι περὶ αὐτῶν, οὐδενὶ πώποτε ἐπείσθην, φεύγων τὸ ἀδύνατον.
然而,无论朋友们中有多少人曾请求或敦促我谈论并记录这些事,我都从未顺从过任何人,因为我退避那不可能之事。
ἐδόκει γάρ μοι παραπλήσιον εἶναι ὥσπερ ἂν εἰ διὰ παντὸς τοῦ πελάγους ὕφαλος διεξελθὼν εἶτʼ ἠναγκαζόμην ἀποδιδόναι λόγον πόσοις τισὶ τοῖς πᾶσι ῥοθίοις ἐνέτυχον καὶ ποίας τινὸς τῆς θαλάττης παρʼ ἕκαστον αὐτῶν ἐπειρώμην καὶ τί τὸ σῶζον ἦν.
因为在我看来,这简直就像是:在潜水通过了整个海洋之后,却被强迫去汇报总共遇到了多少波涛,以及在每一个波涛中经历了怎样的海况,又是什么拯救了我。
ἑκάστη γὰρ τῶν ἡμετέρων ἡμερῶν, ὡσαύτως δὲ νυκτῶν, ἔχει συγγραφὴν, εἴ τις παρὼν, ἢ τὰ συμπίπτοντα ἀπογράφειν ἐβούλετο, ἢ τὴν τοῦ θεοῦ πρόνοιαν διηγεῖσθαι, ὧν τὰ μὲν ἐκ τοῦ φανεροῦ παρὼν, τὰ δὲ τῇ πομπῇ τῶν ἐνυπνίων ἐνεδείκνυτο, ὅσα γε δὴ καὶ ὕπνου λαχεῖν ἐξῆν· σπάνιον δʼ ἦν ὑπὸ τῶν περὶ τὸ σῶμα τρικυμιῶν.
因为我们的每一天,以及每一夜,如果当时有谁在场,想要记下所发生的事,或者叙述神圣的眷顾,都足以写成一部记录;在这些眷顾中,有些是神公开现身示现的,有些则是通过梦境的传送显现的,只要还能得到睡眠的话;然而,由于身体周围的惊涛骇浪(病痛),睡眠是很罕见的。
ταῦτʼ οὖν ἐνθυμούμενος ἐγνώκειν παρέχειν ὡς ἀληθῶς ὥσπερ ἰατρῷ τῷ θεῷ σιγῇ ποιεῖν ὅ τι βούλεται.
因此,考虑到这些,我曾决定真正把神当作医生,在沉默中任由他做他想做的一切。
νῦν δὲ ὡς ἔσχε τὸ τοῦ ἤτρου δηλῶσαι πρὸς ὑμᾶς βούλομαι.
但现在,我想向你们表明我的下腹部情况如何。
λογιοῦμαι δὲ ἕκαστα πρὸς ἡμέραν.
我将按日计算每一件事。
ἦν μὲν γὰρ Ποσειδεὼν μὴν, ἴστε οἵου χειμῶνος· ἔκαμνε δὲ ὁ στόμαχος τὰς νύκτας καὶ ἀγρυπνίαι ἦσαν ὑπερφυεῖς, ὥστε οὐδὲ τὰ βραχύτατα πέττειν ἦν.
因为那时是波塞德昂月,你们知道那是怎样的寒冬;我的胃在夜里痛苦不堪,失眠极其严重,以至于连最微不足道的食物也无法消化。
αἰτία δʼ οὐχ ἥκιστα ἡ συνέχεια τῶν χειμώνων, ἣν οὐδὲ κέραμος οὐδεὶς ἐνέγκαι ἐλέγετο· ἐπεὶ καὶ ὁ ἱδρὼς ἔστη πάντα τοῦτον τὸν χρόνον, πλὴν ὅσα λουμένῳ.
其原因很大程度上在于寒冬的持续不断,据说连任何瓦片都无法承受;因为在这整段时期里,除了洗澡时的汗水,我的排汗完全停止了。
δωδεκάτῃ δὲ τοῦ μηνὸς ἀλουσίαν προστάττει ὁ θεὸς καὶ τῇ ὑστεραίᾳ τὸ αὐτὸ τοῦτο καὶ τῇ μετʼ ἐκείνην.
在该月的第十二天,神命令我不要洗澡,第二天也是如此,第三天同样如此。
ταύτας τρεῖς ἡμέρας ἑξῆς διήγαγον παντελῶς ἀνιδρωτὶ νύκτα καὶ ἡμέραν, ὥστε μηδὲ χιτωνίσκου δεῆσαι μεταλαβεῖν, καὶ οὔπω
这连续的三天,我整天整夜完全在无汗中度过,以至于甚至不需要更换内衣,而还没有……