← アイリオス・アリステイデス

聖なる話 1

§275-276

祭りの最中の沐浴の夢と膝の負傷

著者は祭りの期間中に沐浴の夢をきっかけに体調を崩し、その後の様々な夢と現実の出来事(異民族の夢や神殿での神官との出会い、雄牛に襲われる夢とその後の膝の潰瘍)について詳述する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§275

πρόσθεν ἐμαυτοῦ ῥᾴονος ᾐσθόμην.1 διήγαγον δὲ περιπάτῳ χρώμενος κατʼ οἰκίαν, καὶ ἅμα παιδιᾷ, οἷα ἑορτῶν οὐσῶν.2 καὶ γὰρ ἡ τοῦ θεοῦ παννυχὶς ἐγκατειλήφει τὴν προτέραν ἑορτὴν, τὴν τοῦ Ποσειδῶνος. μετὰ δὲ τοῦτο ὄναρ γίγνεται, ἔχον μέν τινα ἔννοιαν λουτροῦ, οὐ μέντοι χωρίς γε ὑπονοίας· ἀλλʼ ἐδόκουν τι καὶ μολυνθῆναι· ὅμως δὲ ἔδοξε λούσασθαι, πάντως δʼ εἰ καὶ τῷ ὄντι τοῦτʼ ἐπεπόνθειν, ὕδατος δεῖν. εὐθύς τε οὖν οὐχ ὡς ἥδιστα ἔσχον ἐν τῷ βαλανείῳ καὶ ἐπειδὴ ἐπανῆλθον, ἐδόκει πάντα πλήρη εἶναι, καὶ τὸ πνεῦμα οἷον ἀσθμαίνοντος ἦν. ὥστε ἐπʼ ἀρχῇ τῆς τροφῆς εὐθὺς ἐπαυσάμην. διαφθορὰ μετὰ τοῦτο ἐκ νυκτὸς, καὶ προῆλθεν εἰς τοῦτο, ὥστε μόλις κατέστη πρὸ μεσημβρίας μικρόν. ὄψις δὲ ὀνείρατος οὑτωσί πως εἶχεν, ὡς ἄρα εἴην ἐν ὕδασι θερμοῖς, προκεκυφὼς δὲ εἰς τὸ πρόσθεν ὁρῴην τὰ κάτω τῆς κοιλίας ἀτοπώτερον διακείμενα. ἐβουλευσάμην μὲν δὴ μεῖναι ἐπʼ ἀλουσίας. ἔφη δέ τις ὡς οὐκ ἐπʼ αὐτοῦ γε τοῦ λουτροῦ τὸ δυσχερὲς ἦν τὸ φαινόμενον, οὐδʼ εἰκὸς ὡς αἴτιον φυλάξασθαι. ἐλουσάμην τε εἰς ἑσπέραν, καὶ ἅμα τῷ ὄρθρῳ τὸ ἦτρον ἤλγουν, καὶ ἐπεχώρει τὸ ἄλγημα ἐπὶ δεξιᾷ καὶ μέχρι βουβῶνος κάτω. ἑβδόμῃ δʼ ἐπὶ δέκα ἀλουσία ἐξ ὀνείρατος, ὀγδόῃ δʼ ἐπὶ δέκα ἀλουσία. ἐνάτῃ ἐπὶ δέκα δʼ ἔδοξά τινας τῶν βαρβάρων ἐγκρατεῖς γεγενῆσθαί μου, καί τινα αὐτῶν ἐπιέναι μοι καὶ δόξαν παρασχεῖν ὡς στίξοντα· ἔπειτα καθεῖναι τὸν δάκτυλον οὑτωσὶ μέχρι τοῦ λαιμοῦ, καί τι ἐγχέαι, κατὰ δή τινα ἐπιχώριον νόμον, ὀνομάσαι δὲ αὐτὸ ὀξυσιτίαν· ταῦτα δὲ ὕστερον ὡς ὄναρ διηγεῖσθαι καὶ τοὺς ἀκούοντας θαυμάζειν καὶ λέγειν ὡς ἄρα τοῦτο αἴτιον εἴη τοῦ διψῆν μὲν, μὴ δύνασθαι δὲ πιεῖν, τὸ τρέπεσθαι εἰς ὄξος τὰ σιτία. ἐκ δὴ τούτου ἔμετός τε ἐδείκνυτο καὶ προσέταξεν ὁ βάρβαρος λουτροῦ τε ἀποσχέσθαι καὶ διάκονον ἕνα παραστήσασθαι. τὸ τήμερον εἶναι3 ἀλουσία καὶ ἔμετος μετὰ ῥᾳστώνης, ὡς εἰκάσαι ἐδόκουν ἐν προπυλαίοις εἶναι τοῦ Ἀσκληπιοῦ, καί τινα τῶν ἐπιτηδείων ἐντυχόντα μοι περιβάλλειν καὶ φιλοφρονεῖσθαι, οἷα δὴ διὰ χρόνου ἑορακότα· εἰπεῖν δὴ πρὸς αὐτὸν ὡς ἐν ἀηδίᾳ τε εἴην γεγονὼς καὶ προϊόντος τοῦ λόγου μνησθῆναι ὅσα δὴ καὶ περὶ τὸ ἱερὸν τυγχάνοι κεκινημένα. καὶ ἅμα ταῦτα λέγοντες εἰσῄειμεν εἴσω. ὡς δὲ ἐγενόμεθα οὗ ἡ ἀγαθὴ τύχη καὶ ὁ ἀγαθὸς δαίμων ἐπιστάντες, ἔτι διελεγόμεθα. καί τινα τῶν ὑπηρετῶν ἰδὼν τῶν περὶ τὸ ἱερὸν ἠρόμην ὅπου ὁ ἱερεὺς εἴη. ὁ δʼ ἔφη, ἐξόπισθε τοῦ νεώ· καὶ γὰρ εἶναι περὶ λύχνους ἤδη τοὺς ἱεροὺς, τάς τε δὴ κλεῖς ἀνακομίζειν τὸν νεωκόρον· καὶ τυχεῖν ἐν τούτῳ κλεισθὲν τὸ ἱερὸν, οὕτω μέντοι ὥστε καὶ συγκεκλεισμένου εἴσοδόν τέ τινα λείπεσθαι καὶ τὰ ἔνδον ὁρᾶσθαι. προσῆλθόν τε δὴ ταῖς θύραις καὶ ὁρῶ ἄγαλμα ἕτερον ἀντὶ τοῦ παλαιοῦ κατηφές. θαυμάζοντι δέ μοι καὶ ζητοῦντι τὸ ἀρχαῖον οὗ εἴη, προσφέρει τις, καὶ οὐδʼ αὐτὸ πάνυ ἔδοξα γνωρίσαι, προσεκύνησα δʼ οὖν σπουδῇ. μετὰ δὲ ταῦτα περιελθόντες ἐντυγχάνομεν τῷ ἱερεῖ καὶ ἠρχόμην ἐγὼ πρὸς αὐτὸν λόγου τοιοῦδε· ἐμοὶ καὶ ἐν Σμύρνῃ ὀνείρατα ἐγίγνετο διαλεχθῆναί σοι περὶ τοῦ ἱεροῦ, καὶ νομίσας τὸ πρᾶγμα μεῖζον εἶναι ἢ κατʼ ἐμὲ ἐσιώπησα· καὶ νῦν ἔναγχός μοι περὶ αὐτῶν τούτων γεγένηται. καὶ ἅμα ἐν νῷ εἶχον λέγειν περὶ τοῦ τὸ ἕδος εἰς τὴν ἀρχαίαν χώραν καταστῆσαι. περιπατοῦντος δέ μου ἀποπίπτει τὸ διάβαθρον τοῦ ἑτέρου ποδὸς, καὶ ὁ ἱερεὺς ἀνελόμενος προσφέρει. κἀγὼ τῆς μὲν τιμῆς ἕνεκα ἥσθην, βουλόμενος δὲ αὐτὸν οἷον ἀμείβεσθαι καὶ δεξιοῦσθαι κύψας λαμβάνω. κἀν τούτῳ ταῦρός τις ἐπῄει μοι κατʼ αὐτὰς τὰς ἀκοὰς τοῦ θεοῦ.4 κἀγὼ ἐδεδοίκειν τε καί πως ἐπειρώμην φυλάττεσθαι. ὁ δʼ ἄλλο μὲν οὐδὲν ἔδρασεν, ὑπὸ δὲ τὸ γόνυ τὸ δεξιὸν ἐνέθλασεν. ὁ δὲ Θεόδοτος σμίλην τινὰ λαβὼν ἀνεκάθαρεν· ὥστε ἔμελλον πρὸς αὐτὸν ἐρεῖν ὅτι σὺ αὐτὸ ἐποίησας ἕλκος. ταῦτʼ ἦν τὰ φανθέντα καὶ ἐνταῦθα ἔληξεν ὁ φόβος καὶ ἐγένετο ὑπὸ τὸ γόνυ τὸ δεξιὸν ἑλκύδιον ἄνθρακι ἐοικὸς, καὶ ἐδόκει ἀγαθὸν εἶναι πρὸς τὰ ἄνω. δεκάτῃ δʼ ὑστέρᾳ5 ἐδόκουν ἐσθῆτα ἔχειν ἱερέως καὶ αὐτὸν παρόντα ὁρᾶν τὸν ἱερέα· ἐδόκουν δὲ καὶ τῶν ἐπιτηδείων

以前の自分よりも体が楽になったと感じた。そして、ちょうど祭りの最中であったので、家の中で散歩をし、また娯楽を交えたりして過ごした。というのも、神の徹夜祭が、それに先立つ祭りであるポセイドンの祭りに続いて行われたからである。この後、夢を見たが、それは入浴に関係する内容を含んでいたものの、懸念がないわけではなかった。むしろ、私は何か汚れを被ったようにも思われた。しかし、それでも入浴すべきであると判断された。いずれにせよ、実際にそのような汚れを被っていたとしても、水が必要であると思われたからである。そこで早速、浴場に入るとすぐに不快な気分になり、戻ってくると、すべてが満ち満ちているように思われ、息づかいはまるで喘いでいる人のようであった。そのため、食事を始めるとすぐに食べるのをやめてしまった。この後、夜から下痢が始まり、正午の少し前になってようやく治まるほどのひどい状態になった。 その夢の光景は次のようなものであった。すなわち、私は温水の中にいて、前かがみになって自分の下腹部が非常に奇妙な状態になっているのを見る、というものであった。私はやはり、入浴を控えたままでいようと決意した。しかしある人が、夢に現れた不都合な事態は入浴そのもののせいではなく、入浴を原因として避けるのは筋が通らないと言った。そこで私は夕方に入浴したのだが、夜明けとともに下腹部が痛み出し、その痛みは右側へ、そして下の鼠径部にまで広がっていった。17日には夢のお告げにより入浴を控え、18日にも入浴を控えた。19日には、数人の異民族が私を捕らえ、そのうちの一人が私に近づき、刺青を入れようとしているかのような様子を見せる夢を見た。それから彼は、自分の指をこのように喉の奥まで差し込んで何かを流し込み、それは彼らの土地の習慣なのだと言い、それを「酸性消化不良」と呼んだ。夢の中で私は後でこれらのことを夢として語り、それを聞く人々は驚いて、これこそが、喉が渇くのに飲むことができない原因、すなわち食物が胃の中で酸に変わってしまうことなのだと言い合っていた。このことから嘔吐が指示され、異民族は入浴を控えることと、一人の従者をそばに置くことを命じた。今日一日は入浴を控え、嘔吐によって楽になるようにとのことだった。私はアスクレピオスの神殿の前庭にいる夢を見たように思う。そこで知人の一人が私に出会って抱きしめ、久しぶりに会ったかのように親切にもてなしてくれた。そして私は彼に、体調が非常に悪かったことを話し、話が進むにつれて、神殿の周辺で起こった様々な変化についても言及した。そして私たちはこのように語り合いながら、中へと入っていった。そして、「善き運命」と「善き精霊」が立っている場所に私たちが至ったときにも、私たちはまだ語り合っていた。そして、神殿の奉仕者の一人を見かけたので、神官はどこにいるのかと尋ねた。すると彼は、「神殿の裏手におられます。すでに聖なる灯火を灯す時間であり、堂守が鍵を運んできているところですから」と言った。そしてちょうどその時、神殿は閉ざされていたのだが、閉ざされているとはいえ、ある種の入り口が残されており、中の様子が見えるほどであった。そこで私は扉に近づき、そこにかつての古い像の代わりに、うつむいて沈鬱な表情をした別の神像があるのを見た。私が驚き、古い像はどこにあるのだろうと探していると、ある人がそれを持ってきてくれたが、それについても私はよく見分けることができなかったように思う。それでも、私はそれを熱心に礼拝した。 この後、私たちは辺りを回って神官に出会い、私は彼に次のように話し始めた。「私にはスミュルナにいた時にも、あなたと神殿について話をする夢が何度も現れたのですが、その事柄が私には身に余るほど重大なことだと思われたので、沈黙しておりました。そして今また、ごく最近、まさにこのことについて夢を見たのです」。そして同時に、私は神像を元の場所に戻すことについて話そうと心の中で思っていた。ところが、私が歩いていると、片方の足のサンダルが脱げ落ち、神官がそれを拾い上げて差し出してくれた。私はその厚意を嬉しく思い、彼にお返しをし、敬意を表したいと思って、身をかがめてそれを受け取った。その時、まさに神の神託所のところで、一頭の雄牛が私に向かって突進してきた。私は恐ろしくなり、何とか身を守ろうとした。しかし、雄牛は他には何もせず、私の右膝の下を激しく突いた。するとテオドトスが小刀を手にして傷口をきれいに削り取ったので、私は彼に「あなたがそこを傷口にしてしまったのですよ」と言おうとしたほどだった。これらが夢に現れた事柄であり、そこで恐怖は消え去った。そして、右膝の下に炭疽に似た小さな腫れ物ができたが、それは身体の上部の症状を改善するのに良いことのように思われた。20日には、私は神官の衣服を身にまとっており、神官自身がそこに居合わせるのを見る夢を見た。また、親しい者たちのうちの

構文注5 件
  1. 275πρόσθεν ἐμαυτοῦ ῥᾴονος ᾐσθόμην

    比較級の形容詞 ῥᾴονος(属格・男性・単数)が、ᾐσθόμην(感じる、気づく)の目的語である ἐμαυτοῦ を述語的に修飾している(πρόσθεν は比較級 ῥᾴονος に添えられた副詞)。「以前の自分より(体調が)楽である」と感じたことを示す。

  2. 275οἷα ἑορτῶν οὐσῶν

    属格絶対(独立分詞構文)。接頭辞的に添えられた οἷα は客観的な理由や状況を示し、「(ちょうど)祭りの日であったので」という意味を表す。

  3. 275τὸ τήμερον εἶναι

    不定詞 εἶναι が定冠詞付きの対格中性名詞句のように働き、「今日一日は、今日に限っては」という制限・限定の副詞的表現を形成している。

  4. 276κατʼ αὐτὰς τὰς ἀκοὰς τοῦ θεοῦ

    αἱ ἀκοαί(通常「聴覚、耳」)は、ここでは文脈上「神が祈りを聴き届ける場所」、すなわち神殿内の特定の聖なる場所(神託所や特定の壁面)を指すか、あるいは単に「神像の耳のすぐそば」という空間的配置を指している。

  5. 276δεκάτῃ δʼ ὑστέρᾳ

    19日の翌日である「20日」を指す表現。十の位の後の10日目を意味する。日付の推移(17、18、19日)から、翌日を「20日(第2の10日)」として指している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0284.tlg023.humanitext-grc2:275-276