§22Διὰ τοῦτο γὰρ καὶ οἱ μὴ χρονίως ποιούμενοι τὰς ἀφιδρώσεις εὐΐδρωτες ὅτι τῶν μὲν ἀνεῳγμένοι τῶν δὲ συμμεμυκότες οἱ πόροι διὰ τὸ μὴ χρῆσθαι.
因为由于这个原因,那些不隔很久才排汗的人也容易出汗,因为前者的毛孔是张开的,而后者的毛孔则因不使用而闭合。
Συμβαίνει δὲ τοῦτο καταπεπεμμένης τῆς τροφῆς διὰ τὴν αὐτὴν αἰτίαν· οἱ δὲ κακῶς ἔχοντες καὶ μὴ πεπεμμένην τὴν τροφὴν τῷ πλήθει τῆς ὑγρότητος εὐΐδρωτες, διότι οὔτʼ ἀπὸ τῶν αὐτῶν οὔθʼ ὡσαύτως.
而在食物完全消化时,由于同样的原因也会发生这种情况;另一方面,身体状况差且食物未消化的人,由于水分过多而容易出汗,因为这既不是源于相同的原因,也不是以相同的方式。
Ἀλλʼ ἐκεῖνοι μὲν μετὰ πόνου καὶ ἀεὶ τὸ σύμμετρον ἀφαιροῦντες οὗτοι δὲ καὶ αὐτομάτως καὶ ὡς ἂν τύχῃ καὶ τὸ ὅλον ἀεὶ περιττώματος ἔχοντες πλῆθος.
也就是说,前者伴随劳顿且总是排泄适度的量,而后者则是自发且随机地排出,并且总体上总是留有大量的余渣。
§23Δοκοῦσι δέ τινες καὶ ἐν τῷ χειμῶνι μᾶλλον εὐΐδρωτες ἢ ἐν τῷ θέρει εἶναι μὴ τὰς ὑπερβολὰς ἑκατέρου λαμβανόντων οἷον ψύχους τε καὶ καύματος, — ἡ μὲν γὰρ οἷον ῥῖγος ἂν ποιήσειεν, ἡ δὲ τοῦ καύματος σύντηξιν, — ἀλλὰ τὸ μέσον ἐν ἑκατέρῳ.
另外,有些人似乎在冬天比在夏天更容易出汗,如果我们不考虑这两者的极端(例如极寒和极热——因为前者会产生恶寒,而后者即极热则会产生消耗溶解),而是取其各自的中间状态。
Τὴν δʼ αἰτίαν ταύτην ὑποληπτέον, εἴπερ ἀληθὲς, ὅτι ἡ μὲν ξηρὰ τῶν ὑγρῶν, ἡ δὲ ψυχρὰ ἀντιπερίστασίν τινα τοῦ θερμοῦ ποιεῖ καὶ κατάστασιν.
如果这是真的,应当假定其原因为:前者(夏天)干燥水分,而后者(冬天)寒冷,从而引起热量的逆围(抗拒积聚)与稳定。
Ὁ δὲ ἱδρὼς ἐξ ἀμφοῖν τοῦ μὲν ὡς ποιοῦντος τοῦ δὲ ὡς πάσχοντος.
而汗水则产生于这两者,一者作为能动者,另一者作为受动者。
Ἔτι δὲ τοῦ θέρους καὶ διαιτήσονται τὸ πολὺ τοῦ ὑγροῦ.
此外,在夏天,人们也会消耗掉大部分水分。
§24Διότι δὲ καὶ τὰ ἄνω μᾶλλον ἱδρῶσι τρόπον τινὰ φανερόν· καὶ γὰρ τὸ ὑγρὸν καὶ τὸ πνεῦμα καὶ τὸ θερμὸν ἐνταῦθα μᾶλλον, ἐξ ὧν καὶ διʼ ὧν ὁ ἱδρώς.
为什么身体上部更容易出汗在某种程度上也是明显的;因为水分、气(普纽玛)和热量在那个部位更多,汗水正是由这些产生并经由这些排出的。
§25Καὶ ὅτι οὐ ποιοῦντες ἀλλ' ὅταν τέχοντες τὸ πνεῦμα, ἀλλʼ ὅταν ἀνῶσιν, ἐν τούτοις ἡ αἰτία· πονούντων μὲν γὰρ ὑπὸ πνεύματος αἱ φλέβες ἐμφυσώμεναι συμμύειν ποιοῦσι τοὺς πόρους, παυσαμένων δὲ συνίζουσιν, ὥστε διʼ εὐρυτέρων καθάπερ ἀνεῳγμένων μᾶλλον ἐξέρχεται τὸ ὑγρόν.
另外,人们不是在劳顿时出汗,而是在屏住呼吸时,或者更确切地说是在呼出时出汗,其原因在于以下几点:因为在劳顿时,血管被气充满而膨胀,从而导致毛孔闭合,而当他们停止时,血管便收缩,因此水分能通过更宽、仿佛敞开的通道更多地排出。
Καὶ ἡ κάθεξις δὲ τοῦ πνεύματος πληροῖ τὰς φλέβας ὥστε κωλύει ἐξιέναι καθάπερ τὸ ὕδωρ· τὸ ἐκ τῶν κλεψύδρων ὅταν γε πλήρεις οὔσας τις ἐπιλάβῃ, ὅταν δʼ ἀφεθῇ τότʼ ἐξέρχεται μηδενὸς ἐμφράττοντος.
此外,屏气也会使血管充盈,从而阻碍水分流出,正如水一样:当漏壶充满时,如果有人把孔堵住,水就不会流出,而一旦放开,在没有任何东西堵塞的情况下,水就会流出来。
§26Ἔπειτα δὲ ἡἀπόκρισις ἡ ὑπὸ τῆς θερμότητος γινομένη τοῦ ὑγροῦ πνεύματος διὰ τῶν πόρων ἐξάγεται πρὸς τὸ ἐπιπολῆς· ὅταν δὲ παύσηται πονῶν ἥ τε θερμότης ἅμα λήγει καὶ ἐκ τοῦ πνεύματος ἀποψυχομένου γίνεται ὑγρότης ὁ καλούμενος ἱδρὼς, ὥστε καὶ πλεῖον καὶ ῥᾷον ἐκπίπτειν.
第二,由热量产生的水分和气的分泌物,通过毛孔被导向身体表面;但是,当人们停止劳顿时,热量也随之减退,并且随着气变凉,便产生了被称为汗水的水分,从而使之更大量、更轻易地流出。
§27Μετὰ δὲ τοὺς δρόμους καὶ τοὺς πόνους ἐν τῇ σκιᾷ μᾶλλον ἱδροῦσιν ἢ ἐν τῷ ἡλίῳ διὰ τὸ τὸν ἥλιον ἀναξηραίνειν καὶ πυκνοῦν τοὺς πόρους· ὅλως γὰρ οὔτε πολὺ τὸ θερμὸν ἄγαν οὔτε ὀλίγον δεῖ τὸ ἐκτὸς εἶναι· τὸ μὲν γὰρ οὐ κινεῖ τὸ δʼ ἀναξηραίνει.
在跑步和劳顿之后,人们在阴凉处比在阳光下更容易出汗,因为阳光会晒干并紧密毛孔;因为总体上,外部的热量既不能过多也不能过少;因为过少则不能发动水分,而过多则会使其干燥。
§28Διὸ καὶ εἴ τις ἄγαν ἐγγὺς ἵσταται τοῦ πυρὸς ἧττον ἂν ἰδίσειεν, καὶ ἐν τοῖς ἀλειπτηρίοις ἐὰν μὲν εὐθὺς ποιήσῃ τις πολὺ πῦρ ἧττον ἱδρώσειεν, ἐὰν δʼ ὕστερον εἰσενέγκῃ μᾶλλον· προοδοποιουμένου μὲν γὰρ καὶ παρορμῶντος τοῦ σώματος συνερχεῖ καὶ τὸ ἐπεισελθὸν, ἐκεῖνο δʼ οὐ δύναται τὸ πλεῖον διʼ ἀσθένειαν.
因此,如果有人站得离火太近,出汗反而会减少;在涂油室里,如果一开始就生大火,出汗就会减少,但如果稍后才把火移进来,出汗就会增多;因为当身体的通道预先开辟并受到激发时,随后进入的热量也会与之汇合而流,而未作准备的身体则由于虚弱而无法承受更多的热量。
§29Ταὐτὸ δέ πως καὶ τοῖς διῃρημένοις καὶ ὅτι τρέχοντες ἧττον ἱδρῶσιν ἢ παυσάμενοι· τὸ μὲν γὰρ ἥ τε τοῦ πνεύματος κάθεξις καὶ ἡ τοῦ ἀέρος κίνησις κωλύει· ποιεῖ μὲν γὰρ οἷον μον αὐτὸς αὑτῷ.
同样的情况在某种程度上也适用于刚才所区分的情形,以及跑步的人比停止跑步的人出汗少这一事实;因为在前一种情况下,屏气和空气的运动都会阻碍出汗;因为跑步者自己为自己制造了风。
Παυσαμένου δὲ καὶ στάντος ἀμφότερα θήγει καὶ οὐθὲν κωλύει· §30οἱ δὲ τὰ κάτω μέρη τοῦ σώματος θερμῷ ὕδατι ἐμβαλόντες οὐχ ἱδρῶσιν ὅτι κωλύει τὸ ὕδωρ τὴν τῆξιν· ὁ δὲ ἱδρὼς τῆξίς τίς ἐστι τῶν οἷον κακῶς προσῳκοδομημένων ταῖς σαρξὶν ὅταν ἐκκρίνηται διὰ τὸ θερμόν.
然而,当他停下来并站立时,两者都停止了,没有任何东西阻碍它;另外,将身体下半部分浸入温水中的人不会出汗,因为水阻碍了溶解;因为汗水是在因热量而分泌时,那些仿佛不良地依附于肌肉之物的一种溶解。