← テオプラストス

発汗について

§22-30

季節や運動および温度環境による発汗の差異

規則的な発汗や季節、温度による発汗の容易さの違いについて説明し、運動時や息を止めているときの発汗メカニズム、日陰と日向、火の近くでの発汗の差異、さらに温水が発汗を妨げる現象を論じている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§22

Διὰ τοῦτο γὰρ καὶ οἱ μὴ χρονίως ποιούμενοι τὰς ἀφιδρώσεις εὐΐδρωτες ὅτι τῶν μὲν ἀνεῳγμένοι τῶν δὲ συμμεμυκότες οἱ πόροι διὰ τὸ μὴ χρῆσθαι.1 Συμβαίνει δὲ τοῦτο καταπεπεμμένης τῆς τροφῆς διὰ τὴν αὐτὴν αἰτίαν· οἱ δὲ κακῶς ἔχοντες καὶ μὴ πεπεμμένην τὴν τροφὴν τῷ πλήθει τῆς ὑγρότητος εὐΐδρωτες, διότι οὔτʼ ἀπὸ τῶν αὐτῶν οὔθʼ ὡσαύτως. Ἀλλʼ ἐκεῖνοι μὲν μετὰ πόνου καὶ ἀεὶ τὸ σύμμετρον ἀφαιροῦντες οὗτοι δὲ καὶ αὐτομάτως καὶ ὡς ἂν τύχῃ καὶ τὸ ὅλον ἀεὶ περιττώματος ἔχοντες πλῆθος.

というのも、このために、長期間の間隔を置かずに発汗を行っている人々もまた、汗をかきやすいからである。前者の孔は開いており、後者の孔は使用しないことによって閉じているからである。そして、食物が完全に消化されているときにも、同じ原因によってこれが起こる。他方、状態が悪く食物が未消化である人々は、水分の多さによって汗をかきやすいが、それは同じ原因からでも、同じ仕方でもないからである。すなわち、前者は運動を伴い、常に適度な量を取り除くが、後者は自発的(自然)にかつ無秩序にそれを行い、全体として常に多量の余剰物を保持しているのである。

§23

Δοκοῦσι δέ τινες καὶ ἐν τῷ χειμῶνι μᾶλλον εὐΐδρωτες ἢ ἐν τῷ θέρει εἶναι μὴ τὰς ὑπερβολὰς ἑκατέρου λαμβανόντων2 οἷον ψύχους τε καὶ καύματος, — ἡ μὲν γὰρ οἷον ῥῖγος ἂν ποιήσειεν, ἡ δὲ τοῦ καύματος σύντηξιν, — ἀλλὰ τὸ μέσον ἐν ἑκατέρῳ. Τὴν δʼ αἰτίαν ταύτην ὑποληπτέον, εἴπερ ἀληθὲς, ὅτι ἡ μὲν ξηρὰ τῶν ὑγρῶν, ἡ δὲ ψυχρὰ ἀντιπερίστασίν τινα τοῦ θερμοῦ ποιεῖ καὶ κατάστασιν. Ὁ δὲ ἱδρὼς ἐξ ἀμφοῖν τοῦ μὲν ὡς ποιοῦντος τοῦ δὲ ὡς πάσχοντος. Ἔτι δὲ τοῦ θέρους καὶ διαιτήσονται τὸ πολὺ τοῦ ὑγροῦ.

また、ある人々は夏よりも冬のほうがより汗をかきやすいように思われるが、それは両者の極端、例えば極度の寒さや暑さを取るのではなく(前者は悪寒を生じさせ、後者の暑さは身体の消耗・溶解を生じさせるからである)、それぞれの中間的な状態をとる場合である。もしこれが真実であるなら、その原因は以下のように想定せねばならない。すなわち、前者(夏)は水分を乾燥させるのに対し、後者(冬)は寒さによって熱の逆囲(アンティペリスタシス)と固定を引き起こすからである。そして汗はこれら両者から生じるのであり、一方は能動的なものとして、他方は受動的なものとして働くのである。さらに、夏のあいだは水分の大部分を消費してしまうからである。

§24

Διότι δὲ καὶ τὰ ἄνω μᾶλλον ἱδρῶσι τρόπον τινὰ φανερόν· καὶ γὰρ τὸ ὑγρὸν καὶ τὸ πνεῦμα καὶ τὸ θερμὸν ἐνταῦθα μᾶλλον, ἐξ ὧν καὶ διʼ ὧν ὁ ἱδρώς.

身体の上部がより汗をかく理由も、ある意味で明らかである。なぜなら、水分と気(プネウマ)と熱がそこに多く存在し、それらから、またそれらを通じて汗が作られるからである。

§25

Καὶ ὅτι οὐ ποιοῦντες ἀλλ' ὅταν τέχοντες τὸ πνεῦμα, ἀλλʼ ὅταν ἀνῶσιν, ἐν τούτοις ἡ αἰτία· πονούντων μὲν γὰρ ὑπὸ πνεύματος αἱ φλέβες ἐμφυσώμεναι συμμύειν ποιοῦσι τοὺς πόρους, παυσαμένων δὲ3 συνίζουσιν, ὥστε διʼ εὐρυτέρων καθάπερ ἀνεῳγμένων μᾶλλον ἐξέρχεται τὸ ὑγρόν. Καὶ ἡ κάθεξις δὲ τοῦ πνεύματος πληροῖ τὰς φλέβας ὥστε κωλύει ἐξιέναι καθάπερ τὸ ὕδωρ· τὸ ἐκ τῶν κλεψύδρων ὅταν γε πλήρεις οὔσας τις ἐπιλάβῃ, ὅταν δʼ ἀφεθῇ τότʼ ἐξέρχεται μηδενὸς ἐμφράττοντος.

また、運動(骨折り)をしているときではなく、息を止めているとき、あるいはむしろ息を吐き出す(緩める)ときに汗をかくが、その原因は以下のことにある。というのも、運動しているときには、血管が気によって膨張し、孔を閉じさせてしまうからである。しかし、運動をやめるとそれらは収縮し、その結果、より広く開かれたかのようになった孔を通じて、水分がより多く排出されるのである。また、息を止めることも血管を満たし、その結果、水が流れ出るのを妨げる。それはちょうど、水時計(クレプシュドラ)が満ちているときに誰かがその口を塞ぐと水は出ないが、それが放されると、塞ぐものが何もなくなって水が出ていくようなものである。

§26

Ἔπειτα δὲ ἡ ἀπόκρισις ἡ ὑπὸ τῆς θερμότητος γινομένη τοῦ ὑγροῦ πνεύματος διὰ τῶν πόρων ἐξάγεται πρὸς τὸ ἐπιπολῆς· ὅταν δὲ παύσηται πονῶν ἥ τε θερμότης ἅμα λήγει καὶ ἐκ τοῦ πνεύματος ἀποψυχομένου γίνεται ὑγρότης ὁ καλούμενος ἱδρὼς, ὥστε καὶ πλεῖον καὶ ῥᾷον ἐκπίπτειν.

第二に、熱によって生じる水分と気の分泌物は、孔を通って皮膚の表面へと導かれる。しかし、運動をやめると熱も同時に収まり、冷却された気から、汗と呼ばれる水分が生じるため、より多く、またより容易に流れ出ることになるのである。

§27

Μετὰ δὲ τοὺς δρόμους καὶ τοὺς πόνους ἐν τῇ σκιᾷ μᾶλλον ἱδροῦσιν ἢ ἐν τῷ ἡλίῳ διὰ τὸ τὸν ἥλιον ἀναξηραίνειν καὶ πυκνοῦν τοὺς πόρους· ὅλως γὰρ οὔτε πολὺ τὸ θερμὸν ἄγαν οὔτε ὀλίγον δεῖ τὸ ἐκτὸς εἶναι· τὸ μὲν γὰρ οὐ κινεῖ τὸ δʼ4 ἀναξηραίνει.

ランニングや運動の後、太陽の下よりも日陰のほうがより汗をかくが、それは太陽が孔を乾燥させ、緻密にするからである。一般に、外部の熱は多すぎても少なすぎてもいけない。少ないほうは水分を動かさず、多いほうは乾燥させてしまうからである。

§28

Διὸ καὶ εἴ τις ἄγαν ἐγγὺς ἵσταται τοῦ πυρὸς ἧττον ἂν ἰδίσειεν, καὶ ἐν τοῖς ἀλειπτηρίοις ἐὰν μὲν εὐθὺς ποιήσῃ τις πολὺ πῦρ ἧττον ἱδρώσειεν, ἐὰν δʼ ὕστερον εἰσενέγκῃ μᾶλλον· προοδοποιουμένου μὲν γὰρ καὶ παρορμῶντος τοῦ σώματος συνερχεῖ καὶ τὸ ἐπεισελθὸν, ἐκεῖνο δʼ οὐ δύναται τὸ πλεῖον διʼ ἀσθένειαν.

それゆえ、もし火のすぐ近くに立つなら、汗をかくことはより少ないであろうし、塗油室において、最初からすぐに強い火を起こすなら、汗をかくことはより少ないが、後から火を持ち込むなら、より多く汗をかくであろう。なぜなら、身体の道が予め開かれ、促されているときには、後から入ってくる熱もそれと合流して流れるが、そうでない身体は、弱さのために、より多くの熱に耐えることができないからである。

§29

Ταὐτὸ δέ πως καὶ τοῖς διῃρημένοις καὶ ὅτι τρέχοντες ἧττον ἱδρῶσιν ἢ παυσάμενοι· τὸ μὲν γὰρ ἥ τε τοῦ πνεύματος κάθεξις καὶ ἡ τοῦ ἀέρος κίνησις κωλύει· ποιεῖ μὲν γὰρ οἷον μον αὐτὸς αὑτῷ. Παυσαμένου δὲ καὶ στάντος ἀμφότερα θήγει καὶ οὐθὲν κωλύει·

同じことは、区別されたケースや、走っている人々が走るのをやめた人々よりも汗をかくことが少ないという事実にも、ある意味で当てはまる。なぜなら、前者の場合は、息を止めることと空気の運動の両方が発汗を妨げるからである。実際、走る者は自分自身に対して、いわば風を作り出しているのである。しかし、走るのをやめて立ち止まると、両方が収まり、何も妨げるものがなくなる。

§30

οἱ δὲ τὰ κάτω μέρη τοῦ σώματος θερμῷ ὕδατι ἐμβαλόντες οὐχ ἱδρῶσιν ὅτι κωλύει τὸ ὕδωρ τὴν τῆξιν· ὁ δὲ ἱδρὼς τῆξίς τίς ἐστι τῶν οἷον κακῶς προσῳκοδομημένων ταῖς σαρξὶν ὅταν ἐκκρίνηται διὰ τὸ θερμόν.

また、身体の下部を温水に浸す人々は汗をかかないが、それは水が身体の溶解を妨げるからである。というのも、汗とは、熱によって分泌される際に、いわば肉に不完全に付着しているものの、ある種の溶解物だからである。

構文注4 件
  1. 22τῶν μὲν... τῶν δὲ... διὰ τὸ μὴ χρῆσθαι

    属格の τῶν μὲν と τῶν δὲ は後続の οἱ πόροι に係り、「前者の孔」「後者の孔」を意味する。冠詞付き不定詞 διὰ τὸ μὴ χρῆσθαι の意味上の主語は「発汗を長期間行わない人々」であり、動詞 χρῆσθαι は与格支配のため、「孔を使用しないこと(活動させないこと)」を指している。

  2. 23μὴ τὰς ὑπερβολὰς ἑκατέρου λαμβανόντων

    属格独立構文(Genitive Absolute)であり、分詞 λαμβανόντων の主語は、文脈上一般の人、あるいは議論の主体(「我々が…を考慮に入れないなら」)が補われる。

  3. 25πονούντων μὲν... παυσαμένων δὲ

    それぞれ「人々が運動しているとき」「(人々がそれを)やめたとき」を意味する属格独立構文(複数)であり、省略された意味上の主語は「運動を行う人々」である。

  4. 27τὸ μὲν... τὸ δʼ

    直前の πολύ(多すぎる熱)と ὀλίγον(少なすぎる熱)の順序とは逆になっており、τὸ μὲν は「少なすぎる熱」を、τὸ δὲ は「多すぎる熱」を指している。古典ギリシア語では、このように先行する対比要素を逆順で受けることがある。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-22)
  • 2026-09-22 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0093.tlg010x06.humanitext-grc1:22-30