§15Ὅτι δὲ διὰ καχεξίαν τινὰ καὶ ἡ τῶν τοιούτων ἔκκρισις φανερὸν ἐκ τῶν εἰρημένων·
从已说过的来看,显而易见,此类物质的分泌也是由于某种体液恶调。
οὐ γὰρ ὅτι ταῦτα πόνου προσδεῖται καὶ τῆς ἔξωθεν κινήσεως ἀλλὰ τὰ μὲν αὐτῶν διωθεῖται ὑπὸ τῶν κρατούντων· συμβαίνει γὰρ τὰ μὲν τῇ ὥρᾳ κρινόμενα τὰ δὲ τῇ κινήσει καὶ τῇ ἐκ ταύτης θερμότητι ποιεῖσθαι τὴν ἔκκρισιν, τὰ δʼ ἤδη διὰ πλῆθος ἀπέπτων ἢ τοῦ αἰτίου γέ τι χυλοῦ καθʼ ἕκαστον.
因为这并不是因为它们需要运动和外部动作,而是它们中的一些被主导的力量挤压出来;因为情况是,一些物质在特定时期被排出,另一些则由于运动和由此产生的热量而进行分泌,还有一些已经是因为未消化物的大量存在,或无论如何是因为个别引起它的某种汁液。
Ὅτι δὲ κινήσεις καὶ οἱ πόνοι ποιοῦσιν ἐνίοις τὰ τοιαῦτα φανερὸν καὶ ἐκ τῶν ἐνοδίων καλουμένων, ἃ γίνεται πολλοῖς ὅταν εἰς ὁδὸν ἐμπέσωσι, μάλιστα μὲν ἐπὶ τοὺς μηροὺς ὁτὲ δὲ καὶ ἐπὶ πλεῖον· ἔστι δὲ οἷς καὶ αἱ κνῆμαι παραπίμπρανται.
运动和劳顿在某些人身上会引起此类情况,这从所谓的“路肿”中也很明显,许多人在出行时会遇到这种情况,尤其是发生在大腿上,有时甚至更广;也有些人的小腿会肿胀。
§16Πρὸς ἅπαντα δὲ τοιαῦτα συμφέρει τὸ μὴ ἐρεθίζειν μηδὲ κινεῖν ἀλλʼ ἐᾶν ἀποκαταστῆναι· συνεκκαλεῖσθαι γάρ ἐστι κινοῦντα τὴν ὁρμὴν, ὅπερ καὶ πρὸς τὰ ἐξαιρόμενα συμβαίνει.
对于所有这些情况,不予刺激和不予活动而让其恢复是有益的;因为活动会引出冲动,这在隆起的事物上也会发生。
Πολλάκις γὰρ διὰ τὴν ἁλμυρίδα τὴν ἀπὸ τοῦ ἱδρῶτος γινομένην ἐρεθισμῷ τινὶ κνησμώδει καὶ ἐπάρσεις τινὲς ἰονθώδεις γίνονται πρὸς ἃς οὐ συμφέρει τὸ κινεῖν οὔτε * ταύτῃ ποιούμενον τὴν ἔκκρισιν οὔτε δριμύτητι χυλῶν οἷον ὀξεῖ καὶ στρυφνῷ καὶ ἁλυκῷ κατέχειν πειρώμενον οὐδὲ θερμολουσίᾳ ἢ ψυχρολουσίᾳ χρώμενον ἀλλὰ πυριάσει χλιαρῇ μὴ πολλῇ.
因为很多时候,由于汗水产生的盐分,通过某种发痒的刺激,会产生一些粉刺状的隆起,对于这些隆起,活动是有害的,既不能尝试通过这种方式进行分泌,也不能通过酸、涩、咸等汁液的锐性来抑制,亦不应使用温水浴或冷水浴,而应使用不太强烈的微温熏蒸。
Καθίστησι γὰρ αὕτη μάλιστα τἆλλα δὲ ἐρεθίζει καὶ κινεῖ.
因为这最能使其平复,而其他方法则会刺激和活动它们。
§17Ταῦτα μὲν οὖν ὥσπερ εἴρηται διὰ καχεξίαν καὶ διʼ ὑπερβολὴν ἐνίοτε πόνων γίνεται· καὶ γὰρ ἐνταῦθα συμμετρία τίς ἐστι τῆς ἐκκρίσεως ὥσπερ καὶ κατὰ τοὺς ἄλλους πόνους.
因此,这些情况正如所说,是由于体液恶调以及有时由于过度的劳顿而发生的;因为在这里,分泌也存在某种适度,正如在其他劳顿中一样。
Οἱ δʼ ἄγαν ἐνδιδόντες ἑαυτοὺς ὥσπερ συντήκουσι τοῦτο ποιοῦσιν, ὡς Ἀντιφάνης ὁ Δήλιος καὶ Ὑριάδας.
而过度纵容自己的人,就像融化自身一样这样做,如提洛人安提法内和许里亚德。
§18Διὰ τί δʼ οἱ παῖδες δυσιδρῶτες τῶν ἀνδρῶν μᾶλλον καὶ μάλιστα δὴ τὰ παιδία καίπερ θερμὰ τὴν φύσιν ὄντα καὶ ὑγρὰ καὶ τοῦ ἱδρῶτος ἐκ τούτων πως γινομένου τήνδε τὴν αἰτίαν ὑποληπτέον, ὅτι πυκνὸς ὁ χρὼς τῶν παίδων, πυκνότατος δʼ ὁ τῶν παιδίων, ὥσπερ συγκεκλειμένους ἔχων τοὺς πόρους.
但是,为什么男孩比成年人更难出汗,尤其是幼儿,尽管他们天生温热且湿润,而汗水在某种程度上是由这些产生的? 应当假定以下原因:男孩的皮肤紧密,而幼儿的最为紧密,仿佛把孔窍封闭了一样。
§19Ἔτι δὲ ἡ θερμότης ἐπικρατοῦσα πέττει διὰ τὴν αὔξησιν· ἐὰν δέ τι καὶ γίνηται περίττωμα τοῦτο ἐκκρίνεται κατὰ κοιλίαν· εὔρους γὰρ καὶ ὡς ἐπίπαν ὑγροτέρα ἡ τῶν παιδίων, οἱ δὲ γέροντες μανόχροοι μὲν, ἀλλὰ ξηροί.
此外,温热占主导,为了生长而进行消化;如果产生任何余渣,这就会通过胃肠排出;因为幼儿的胃肠通畅且通常较湿润,而老年人虽然皮肤疏松,但却干燥。
Δεῖ δὲ τῷ ἱδρῶτι καθάπερ ὕλην τινὰ ὑπάρχειν τὸ ὑγρόν· ἄλλως τε καὶ αὐτὸ τὸ εὔπνουν καὶ μανὸν ἱκανὴν ποιεῖ τὴν ἔκκρισιν ἀεί τε συνεχὲς ὂν καὶ μὴ πολλῶν ἐνυπαρχόντων τῶν ὑγρῶν.
然而,对于汗水来说,水分必须作为某种原料存在;尤其是,通气良好和疏松本身就使分泌充足,且总是持续不断,且内部没有太多水分存留。
Ὥστε πλείων ἡ ξηρότης καὶ τὸ μὴ εὔϊδρον· ἢ γὰρ κατʼ ἄλλον τρόπον ἀπέρασις ἢ κατὰ τὸν αὐτὸν, ἑκατέρα δὲ κωλύει τοὺς ἱδρῶτας.
因此,干燥更甚,也不易出汗;因为要么是以另一种方式排泄,要么是以相同方式,而两者都会阻碍汗水的产生。
§20Διὰ τοῦτο γὰρ καὶ ὧν αἱ κοιλίαι ὑγραὶ καὶ οἵς εἰς κύστιν ἡ ἐπίρροια πλείων δυσίδρωτες ὅτι πᾶν τὸ ὑγρὸν ἐνταῦθʼ ὥρμηκεν· οἷς δὲ πάλιν ἐπίσχεται τὸ τῆς κοιλίας καὶ κύστεως οὗτοι δὲ εὐΐδρωτες μᾶλλον.
因此,胃肠湿润的人以及向膀胱的流入较多的人不易出汗,因为所有的水分都奔向了那里;相反,胃肠和膀胱被滞留的人则更容易出汗。
Ἡ γὰρ ἐνταῦθα μεριζομένη περίττωσις ἀναφέρεται πρὸς τὰς σάρκας καὶ εἰς τοὺς ἄνω τόπους· ἐπεὶ καὶ ἀπέπτων τῶν σιτίων ὄντων καὶ ἀγρυπνήσαντες εὐΐδρωτες μᾶλλον, ὅτι συμβαίνει τὴν πέψιν διαμερίζειν τὴν ὑγρότητα καὶ τὸν ὕπνον ἐκπέττειν· ἐκ ξηροῦ δʼ οὐκ ἔστιν ἱδρώς.
因为本应分配到那里的余渣被带到了肌肉和上部区域;因为即使在食物未消化和失眠时,也更容易出汗,因为消化会分配水分,而睡眠会使之消化;从干燥中是无法产生汗水的。
§21Ἄτοπον δʼ ἂν ἐκεῖνο δόξειε καὶ ὥσπερ ὑπεναντίον εἰ οἱ γυμναζόμενοι καὶ εὖ ἔχοντες εὐΐδρωτες καὶ πάλιν οἱ ἀγύμναστοι καὶ κακῶς ἔχοντες καὶ οἱ πεπεμμένην τε καὶ οἱ ἄπεπτον ἔχοντες τὴν τροφήν.
但如果运动且身体状况良好的人容易出汗,而未运动且身体状况差的人,以及食物已被消化和未被消化的人也容易出汗,这似乎是奇怪且矛盾的。
Οὐκ ἔστι δʼ ἄτοπον· οἱ γὰρ γεγυμνασμένοι τῷ μανὰ τὰ σώματα καὶ ἀνεῳγμένους ἔχειν τοὺς πόρους, ἔτι δὲ τῷ συνήῥͅ θεις εἶναι πρὸς τοὺς ἱδρῶτας εὐΐδρωτες.
但这并不奇怪;因为经常运动的人,由于身体疏松且毛孔张开,加之习惯于出汗,因而容易出汗。