§31Οἱ δὲ γυμναζόμενοι διαλιπόντες τὸ τρέχειν ἢ παλαίειν μᾶλλον ἱδροῦσιν ἢ ἐὰν συνεχῶς, ὅτι συναθροίζεται διαπαυομένων ἡ ὑγρότης.
另一方面,在跑步或摔跤时有间歇地进行锻炼的人,比连续进行时出汗更多,因为水分在他们休息时积聚起来。
Εἶτα ταύτην ἐξάγει ὕστερον ἡ πάλη καὶ ὁ δρόμος· ἡ δὲ συνεχὴς ἀναξηραίνει καθάπερ ὁ ἥλιος καὶ τὰ πνεύματα.
随后,摔跤和跑步在后面把这些水分排出;但连续的运动则会使其干燥,正如太阳和风一样。
§32Διότι μᾶλλον ἱδροῦσι τὰ ὄπισθεν τῶν ἔμπροσθεν, καίτοι θερμότης καὶ ὑγρότης πλείων ἐν τοῖς ἔμπροσθεν ὅτι διά τε τὴν πάλην καὶ τὴν τρίψιν ἧττον κωλύεται καὶ διάτασις ἐκ τῶν ἄνω μᾶλλον· ὅτι ὅπου πόνος ἐνταῦθα καὶ ἱδρώς.
为什么在身体前部有更多热量和水分的情况下,人们背部比前部出汗更多? 这是因为由于摔跤和摩擦,排汗受到的阻碍较少,且来自上部的张力更大;也因为哪里有劳顿,哪里就有汗水。
Ἅμα δὲ καὶ ἡ διάτασις τοῦ πνεύματος ἐξωθεῖ μᾶλλον, ὥσθʼ ὅταν ἀνεθῇ πλεῖον καὶ ἀθροωτέρως ἐκεῖθεν.
同时,气的张力也更多地将水分推出,因此当气松弛时,便会从那里流出更多且更集中的汗水。
§33Τὸ δὲ πρόσωπον μάλισθʼ ἱδρῶσιν ἀσαρκότερον ὂν καὶ ἥκιστα πονοῦν ὅτι καὶ ἡ κεφαλὴ ὑγρὰ καὶ μανή·
面部虽然肌肉较少且最不劳顿,却出汗最多,这是因为头部湿润且多孔。
ὑγρότητος δὲ καὶ μανότητος ἄλλα τε πολλὰ σημεῖα καὶ ὁ ἐγκέφαλος καὶ ἡ τριχῶν ἔκφυσις, ὁ μὲν τὸ ὑγρὸν αἱ δὲ τὸ μανὸν ἀποδηλοῦσαι, διὸ καὶ πρῶτον καὶ μάλισθʼ ἱδρῶσι τὸ μετῶπον·
水分和多孔性的其他许多迹象包括大脑和头发的生长,前者显示出水分,后者显示出多孔性;因此,额头最先且出汗最多,因为额头在大脑下方。
τοῦτο γὰρ ὑπὸ τὸν ἐγκέφαλον. Ἕτι δʼ ἡ τοῦ πνεύματος κάθεξις διατείνεταί πως εἰς τὴν κεφαλήν.
此外,屏气也在某种程度上延伸到了头部。
§34Ὅτι δὲ τὰς χεῖρας τρίβοντες μάλισθʼ ἱδροῦσιν ἂν τἆλλα ὁμοιοσχημονῶσιν κατὰ συμβεβηκός πως τὴν αἰτίαν ληπτέον.
至于为什么在身体其他部分保持相同姿势的情况下,人们在揉手时出汗最多,其原因必须被理解为在某种程度上是偶然的。
Ἰσχύουσι γὰρ μάλιστα τῶ τόπῳ· τὸ γὰρ πνεῦμα τούτῳ κατέχουσι τῷ ἐγγυτάτῳ τοῦ ἰσχύοντος·
因为他们在那个部位最用力;因为他们在最靠近用力处的那个部位屏住呼吸。
πονοῦντες δὲ μᾶλλον ἰσχύουσιν· οὕτω δʼ ἔχοντες τὸ πνεῦμα μᾶλλον κατέχουσιν.
而当他们劳顿(用力)时,他们更有力量,处于这种状态下,他们更屏住呼吸。
Εἶτα καὶ τῇ χειρὶ τριβομένῃ συμπονοῦμεν μᾶλλον ἢ ὅταν ἄλλο τι μέρος τριβώμεθα· τῇ γὰρ καθέξει τοῦ πνεύματος καὶ τριβόμενοι γυμναζόμεθα καὶ τρίβοντες διὸ καὶ μᾶλλον ἱδροῦμεν.
其次,当手被揉搓时,我们比揉搓其他身体部位时更共同用力;因为通过屏住呼吸,我们不论是在被揉搓还是在揉搓时都在进行锻炼,这就是为什么我们出汗更多。
§35Καὶ ὅταν τοὺς πόδας καὶ τὰς κνήμας ἐν τῷ ὕδατι ἔχωσιν ἧττον ἱδροῦσιν ἢ ὅταν τὸ ἄλλο σῶμα διὰ τὰ προειρημένα· κωλύει γὰρ τὸ ὕδωρ τὸν ἱδρῶτα καὶ ὅτι διαθερμαινομένων τούτων καὶ τὰ ἄνω συνθερμαίνεται· οἱ δʼ ἱδρῶτες ὅπου θερμὸν καὶ ὑγρόν.
此外,当他们把脚和胫骨浸在水中时,由于上述原因,比身体其他部分浸在水中时出汗要少;因为水阻碍了汗水,而且由于这些部位变热,上部也随之变热;而汗水产生于有热量和水分的地方。
§36Ἄτοπον δʼ ὅτι οἱ ἀγωνιῶντες τοὺς πόδας ἱδρῶσι, τὸ δὲ πρόσωπον οὔ.
令人奇怪的是,焦虑不安的人脚部出汗,面部却不出汗。
Καίτοι μᾶλλον εὔλογον τὸ μάλισθʼ ἱδρωτικὸν καὶ μὴ τὸ ἥκιστα.
然而,让最容易出汗的部分出汗,而不是最不容易出汗的部分,才更为合理。
Τὸ δ' αἴτιον ὅτι ἡ ἀγωνία ἐστὶν οὐ μετάαὔξησις καθάπερ ἐν τῷ θυμῷ· καὶ γὰρ ὁ θυμὸς ζέσις τοῦ περὶ τὴν καρδίαν θερμοῦ· καὶ ἀγωνιῶντες δὲ οὐ διὰ φόβον τοῦτο πάσχουσιν ἀλλὰ διὰ τὸ μᾶλλον ἐκθερμαίνεσθαι.
其原因在于,焦虑并不像愤怒时那样伴随着热量的进一步增加;因为愤怒是心脏周围热量的沸腾;而焦虑的人经历这种情况并不是因为恐惧,而是因为内部变得更热。
§37Διὸ τὸ μὲν πρόσωπον ἐξέρυθροι γίνονται, ξηραίνει γὰρ ἡ θερμότης ἐπιπολάζουσα τὸ ἐν τῷ προσώπῳ ὑγρὸν τὸ δʼ ἐν τοῖς ποσὶ συντήκει διὰ τὸ ἐλάττω μὲν εἶναι ὥστε ξηρᾶναι πλείω δὲ τῆς ἐμφύτου καὶ προϋπαρχούσης.
因此,就面部而言,他们变得通红,因为浮于表面的热量晒干了面部的水分;但由于脚部的热量太小不足以使其干燥,而水分却多于生来固有的、预先存在的分量,因而热量将脚部的水分熔化了。
§38Ἐνίοις δʼ ἱδροῦσιν ἂν ψυχθῶσιν ἢ πνεύματι ἢ ὕδατι συμβαίνει ναυτιᾶν οὐκ ἀλόγως· καὶ ὅτι τὸ ὑγρὸν ψυχθὲν ἀθρόον ἔστη πρότερον οὐκ ἠρεμοῦν, καὶ ὅτι τὸ πνεῦμα τὸ διιὸν ἔξω καὶ γινόμενον ἱδρὼς διὰ τὴν ψύξιν, τοῦτο ἔσω ψυχθὲν πρὶν ἐξελθεῖν ὑγρὸν ἐγένετο καὶ προσπεσὸν τῷ ἀναπνευστικῷ τόπῳ ποιεῖ τὴν ναυτίαν.
某些人在出汗时如果被风或水冷却,就会产生恶心,这并非没有道理;这一方面是因为水分变冷后突然停滞,而在此之前它并未静止,另一方面是因为那原本流向外部、因冷却而将化为汗水的气,在排出之前在内部变冷而转化为液体,落在呼吸器官部位,从而引起恶心。
§39Οἱ δʼ ἐν ἱματίῳ δρόμοι καὶ ἱδρῶτες καὶ ἐλαίου ἀλείψεις εἰς ἱμάτιον ἄχρους ποιοῦσι διότι ἡ εὔχροια γίνεται διʼ εὔπνοιαν, ἡ δʼ ἄχροια διὰ τὴν κατάπνιξιν·
穿着外衣跑步、发汗以及在外衣下涂抹油脂,会使人面色苍白;因为健康的肤色源于通畅的呼吸,而苍白的肤色则源于窒息。
συνθερμαινόμενον γὰρ καὶ μὴ διαψυχόμενον τὸ ἐπιπολῆς ὑγρὸν ἄχροιαν ποιεῖ.
事实上,表面的水分与身体一同受热却未能变凉,这会导致面色苍白。
Τοῦτο δὲ συμβαίνει καὶ ἐκ τῶν δρόμων καὶ ἐκ τῆς ὑπαλείψεως· οἱ δὲ γυμνοὶ δρόμοι διὰ τοὐναντίον εὔ̔ χροιαν· καταψύχει γὰρ ὁ ἀὴρ τὰς συνισταμένας ἐκκρίσεις καὶ διαπνεῖ.
这种情况既发生于穿衣跑步,也发生于衣下涂油;相反,裸体跑步由于相反的原因会带来健康的肤色,因为空气冷却了积聚的分泌物并使之发散。
§40Ἐν δὲ τοῖς ὕπνοις οἱ ἱδρῶτες μᾶλλον ἢ ἐγρηγορόσιν ὅτι ὑγρότατα καὶ θερμότατα πάντα διὰ τὴν ἀντιπερίστασιν·
此外,睡眠中的出汗比清醒时更多,因为由于热量的逆围,一切都变得最湿润、最温暖。
ἐξ ἀμφοῖν δὲ τούτοιν ἱδρὼς ὥσπερ εἴρηται πολλάκις.
正如多次说过的那样,汗水产生于这两者。