§2#2ἀλλὰ μὴν οὐδὲ τοῦ ἀλλοιουμένου καὶ τοῦ ἀλλοιοῦντος | οὐδέν ἐστιν μεταξύ.
然而,在被变质者与变质者之间也同样没有任何中间物。
τοῦτο δὲ δῆλον ἐκ τῆς ἐπαγωγῆς.
而这从归纳中是显而易见的。
ἐν ἅπασι γὰρ συμ|βαίνει ἅμα εἶναι τὸ ἀλλοιοῦν ἔσχατον καὶ τὸ πρῶτον ἀλλοιούμενον.
因为在所有情况中,最后的变质者与最初的被变质者都是在一起的。
τὸ γὰρ ποιὸν ἀλλοιοῦται τῷ αἰσθητὸν εἶναι, αἰσθητὰ δέ ἐστιν οἷς διαφέρουσιν | τὰ σώματα ἀλλήλων, οἷον βαρύτης κουφότης, σκληρότης μαλακότης, | ψόφος ἀψοφία, λευκότης μελανία, γλυκύτης πικρότης, ὑγρότης ξηρό|της, πυκνότης μανότης, καὶ τὰ μεταξὺ τούτων, ὁμοίως δὲ καὶ τὰ ἄλλα | τὰ ὑπὸ τὰς αἰσθήσεις, ὧν ἐστι καὶ ἡ θερμότης καὶ ἡ ψυχρότης, καὶ ἡ | λειότης καὶ ἡ τραχύτης.
因为质是由于其为可感觉的而被变质,而可感觉的,是指物体借以相互区别的那些属性,例如重与轻、硬与软、有声与无声、白与黑、甜与苦、湿与干、密与稀,以及这些性质的中间状态,同样还有其他属于感官支配下的事物,其中也包括热与冷、滑与涩。
ταῦτα γάρ ἐστι πάθη τῆς ὑποκειμένης ποιότητος.
因为这些是作为基底的质的受动状态。
| τούτοις γὰρ διαφέρουσι τὰ αἰσθητὰ τῶν σωμάτων ἢ κατὰ τὸ τούτων τι μᾶλλον καὶ ἧττον πάσχειν.
因为,可感觉的物体或是借由这些属性,或是借由在更大或更小程度上遭受这些属性之一,而相互区别。
θερμαινόμενα γὰρ ἢ ψυχόμενα | ἢ γλυκαινόμενα ἢ πικραινόμενα ἢ κατά τι ἄλλο τῶν προειρημέ|νων ὁμοίως τά τε ἔμψυχα τῶν σωμάτων καὶ τὰ ἄψυχα καὶ τῶν ἐμψύχων ὅσα τῶν μερῶν ἄψυχα.
因为在被加热或被冷却、或被变甜、被变苦,或者在上述其他性质的任何一种上,有灵魂的物体与无灵魂的物体都是同样受动的,并且在有灵魂的物体中,那些无生命的部分也是如此。
καὶ αὐταὶ δὲ αἱ αἰσθήσεις ἀλλοιοῦνται.
并且感官自身也在变质。
πά|σχουσι γάρ· ἡ γὰρ ἐνέργεια αὐτῶν κίνησίς ἐστιν διὰ σώματος πασχούσης τι τῆς αἰσθήσεως.
因为它们遭受影响;它们的现实活动就是一种通过身体的运动,在此过程中感官遭受某种影响。
καθʼ ὅσα μὲν οὖν ἀλλοιοῦνται τὰ ἄψυχα, καὶ τὰ ἔμψυχα | κατὰ πάντα ταῦτα ἀλλοιοῦνται· καθʼ ὅσα δὲ τὰ ἔμψυχα ἀλλοι|οῦνται, κατὰ ταῦτα οὐκ ἀλλοιοῦνται τὰ ἄψυχα (κατὰ γὰρ τὰς αἰσθήσεις | οὐκ ἀλλοιοῦνται)· καὶ λανθάνει ἀλλοιούμενα τὰ ἄψυχα.
因此,无灵魂之物在哪些方面发生变质,有灵魂之物也在所有这些方面发生变质;但在有灵魂之物发生变质的那些方面,无灵魂之物则不在这些方面发生变质(因为它们不在感官方面发生变质);而且无灵魂之物在变质时是不被察觉的。
οὐθὲν δὲ κωλύει | καὶ τὰ ἔμψυχα λανθάνειν ἀλλοιούμενα, ὅταν μὴ κατὰ τὰς αἰσθήσεις | συμβαίνῃ τὸ τῆς ἀλλοιώσεως αὐτοῖς.
但是,当有灵魂之物的变质并非通过感官发生时,没有任何东西阻止它们在变质时也不被察觉。
εἴπερ οὖν αἰσθητὰ μὲν τὰ πάθη, | διὰ δὲ τούτων ἡ ἀλλοίωσις, τούτοις γε φανερὸν ὅτι τὸ πάσχον καὶ τὸ | πάθος ἅμα, καὶ τούτων οὐθέν ἐστιν μεταξύ.
因此,如果受动状态是可感觉的,而变质是借由这些而发生的,那么至少在这些情况下,受动者与受动作用是在一起的,并且它们之间没有任何中间物。
τῷ μὲν γὰρ ὁ ἀὴρ συνεχής, τῷ | δʼ ἀέρι συνάπτει τὸ σῶμα· καὶ ἡ μὲν ἐπιφάνεια πρὸς τὸ φῶς, τὸ δὲ φῶς πρὸς τὴν ὄψιν.
因为空气与一者连续,而身体又与空气相接触;并且表面接触光,光又接触视觉。
ὁμοίως δὲ καὶ ἡ ἀκοὴ καὶ ἡ ὄσφρησις πρὸς τὸ κι|νοῦν αὐτὰς πρῶτον.
同样,听觉和嗅觉也与最先推动它们的那个事物接触。
τὸν αὐτὸν δὲ τρόπον ἅμα καὶ ἡ γεῦσις καὶ ὁ χυμός | ἐστιν.
以此类推,味觉和味也是在一起的。
καὶ τὸ αὐξανόμενον δὲ καὶ τὸ αὖξον· πρόσθεσις γάρ τις ἡ αὔξησις, ὥσθʼ ἅμα τό | τʼ αὐξανόμενον καὶ τὸ αὖξον.
同样地,被增加者与增加者也是如此;因为增加是某种添加,因此被增加者与增加者是在一起的。
καὶ ἡ φθίσις δέ· τὸ γὰρ τῆς φθίσεως αἴ|τιον ἀφαίρεσίς τις.
而减少也是如此;因为减少的原因是某种除去。
φανερὸν δὴ ὡς τοῦ κινοῦντος ἐσχάτου καὶ τοῦ κινου|μένου πρώτου οὐθέν ἐστιν μεταξύ. |
因此显然,在最后的推动者与最初的被推动者之间没有任何中间物。