Humanitext Reader

亚里士多德 · 物理学(异本) §3#1

变质仅见于可感觉之物与形状状态并非变质

第 5 段,共 6 段 · 希腊语

内容简介

亚里士多德论证了变质仅存在于可感觉之物中,并指出形状的生成以及身心状态(持存)的获得与丧失只是伴随质料变质而产生的附随变化,而其自身并非变质或生成。

§3#1Ὅτι δὲ τὰ ἀλλοιούμενα ἀλλοιούνται πάντα ὑπὸ τῶν αἰσθητῶν, καὶ | μόνων τούτων ἔστιν ἀλλοίωσις ὅσα καθʼ αὐτὰ πάσχει ὑπὸ τούτων, | ἐκ τῶνδε θεωρήσωμεν.
至于所有发生变质的事物都是被可感觉之物所变质,且只有那些自身遭受这些可感觉之物作用的事物才存在变质,让我们从以下方面来考察。
τῶν γὰρ ἄλλων μάλιστα τοῖς | σχήμασι καὶ ταῖς μορφαῖς καὶ ταῖς ἕξεσι καὶ ταῖς τούτων ἀποβολαῖς καὶ λήψεσιν δοκεῖ ὑπάρχειν τὸ τῆς ἀλλοιώσεως, | οὐκ ἔστιν δὲ οὐδʼ ἐν τούτοις, ἀλλὰ γίγνεται ἀλλοιουμένων τινῶν ταῦτα (πυκνουμένης γὰρ ἢ μανουμένης ἢ θερμαινομένης ἢ ψυχομένης τῆς | ὕλης), ἀλλοίωσις δὲ οὐκ ἔστιν.
因为在其他事物中,变质似乎最明显地存在于形状、外形、状态以及这些状态的丧失和获得中,但实际上在这些事物中也并不存在变质,相反,这些是由于某些事物发生变质而产生的(因为这是由于质料变密或变稀、变热或变冷),但变质本身并不存在。
ἐξ οὗ μὲν γὰρ ἡ μορφὴ τοῦ ἀνδριάντος, οὐ λέ|γομεν τὴν μορφήν, οὐδʼ ἐξ οὗ τὸ σχῆμα τῆς πυραμίδος ἢ τῆς κλίνης, ἀλλὰ | παρωνυμιάζοντες τὸ μὲν χαλκοῦν τὸ δὲ κήρινον τὸ δὲ ξύλινον·
因为,对于雕像的外形由之产生的那种材料,我们并不以此形相来称呼它,对于金字塔或床的形状由之产生的那种材料也是如此,而是用派生词把一者称为“青铜制的”,另一者称为“蜡制的”,另一者称为“木制的”。
τὸ δʼ ἀλ|λοιούμενον λέγομεν· τὸν γὰρ χαλκὸν ὑγρὸν εἶναι λέγομεν ἢ θερμὸν ἢ σκλη|ρόν (καὶ οὐ μόνον οὕτως, ἀλλὰ καὶ τὸ ὑγρὸν καὶ τὸ θερμὸν χαλκόν), | ὁμωνύμως λέγοντες τῷ πάθει τὴν ὕλην.
但我们确实会谈论那个发生变质的事物;因为我们说青铜是液态的、热的或硬的(不仅如此,我们也把液态的和热的称为“青铜”),即以与受动状态相同的名称来称呼质料。
ἐπεὶ οὖν ἐξ οὗ μὲν ἡ μορφὴ καὶ | τὸ σχῆμα καὶ τὸ γεγονὸς ὁμωνύμως οὐ λέγεται τοῖς ἐξ ἐκείνου σχήμασιν, | τὸ δʼ ἀλλοιούμενον τοῖς πάθεσιν ὁμωνύμως λέγεται, φανερὸν ὡς ἐν μόνοις τοῖς αἰσθητοῖς ἡ ἀλλοίωσις.
因此,既然外形、形状以及生成物所由产生的那种材料,并不与由其制成的形状同名,而发生变质之物却与其受动状态同名,那么显然变质仅存在于可感觉之物中。
ἔτι καὶ ἄλλως ἄτοπον.
此外,从另一方面来看,这也是荒谬的。
τὸ γὰρ λέγειν τὸν | ἄνθρωπον ἠλλοιῶσθαι ἢ τὴν οἰκίαν λαβοῦσαν τέλος γελοῖον, εἰ τὴν τελείω|σιν τῆς οἰκίας, τὸν θριγκὸν ἢ τὴν κεραμίδα, φήσομεν ἀλλοίωσιν εἶναι, ⟨ἢ⟩ θριγ|κουμένης τῆς οἰκίας ἢ κεραμιδουμένης ἀλλοιοῦσθαι τὴν οἰκίαν.
因为如果说一个人发生了变质,或者说一座已达完工的房屋发生了变质,这是可笑的,要是我们说房屋的完工——即檐口或瓦片——是一种变质,或者说当房屋被装上檐口或铺上瓦片时,房屋发生了变质。
δῆλον δὴ ὅτι τὸ τῆς ἀλλοιώσεως οὐκ ἔστιν ἐν τοῖς γιγνομένοις.
因此显然,变质并不存在于生成之物中。
οὐδὲ γὰρ ἐν ταῖς ἕξε|σιν.
因为在状态中也不存在变质。
αἱ γὰρ ἕξεις ἀρεταὶ καὶ κακίαι, ἀρετὴ δὲ πᾶσα καὶ κακία τῶν | πρός τι, καθάπερ ἡ μὲν ὑγίεια θερμῶν καὶ ψυχρῶν συμμετρία τις, τῶν | ἐντὸς ἢ πρὸς τὸ περιέχον.
因为状态是指德性与恶德,而一切德性与恶德都属于关系项,正如健康是热与冷之间的某种协调一致,或是内部事物的协调,或是相对于周围环境而言。
ὁμοίως δὲ καὶ τὸ κάλλος καὶ ἡ ἰσχὺς τῶν | πρός τι.
同样,美与力量也属于关系项。
διαθέσεις γάρ τινες τοῦ βελτίστου πρὸς τὸ ἄριστον, λέγω δὲ τὸ | βέλτιστον τὸ σῶζον καὶ διατιθὲν περὶ τὴν φύσιν.
因为它们是处于最佳状态的事物朝向最完美状态的某种配置,而我所说的“最完美状态”是指按照本性予以保存和配置的事物。
ἐπεὶ οὖν αἱ μὲν ἀρεταὶ | καὶ αἱ κακίαι τῶν πρός τι, ταῦτα δὲ οὔτε γενέσεις εἰσὶν οὔτε γένεσις αὐ|τῶν οὐδʼ ὅλως ἀλλοίωσις, φανερὸν ὡς οὐκ ἔστιν ὅλως τὸ τῆς ἀλλοιώσεως | περὶ τὰς ἕξεις.
因此,既然德性与恶德属于关系项,而这些关系项既不是生成,它们自身也无生成,更完全不是变质,那么显然在状态方面根本不存在变质。
οὐδὲ δὴ περὶ τὰς τῆς ψυχῆς ἀρετὰς καὶ κακίας.
同样,在灵魂的德性与恶德方面也显然不存在变质。
ἡ μὲν | γὰρ ἀρετὴ τελείωσίς τις (ἕκαστον γὰρ τότε μάλιστα τέλειόν ἐστιν, ὅταν | τύχῃ
因为德性是某种完满(因为当每一事物得以达到时,它才是最完满的...)。

词汇与语法注释

  1. 3Ὅτι δὲ τὰ ἀλλοιούμενα ἀλλοιούνται πάντα ὑπὸ τῶν αἰσθητῶν — 此 `ὅτι` 从句是一个名词性从句,用作句末 `ἐκ τῶνδε θεωρήσωμεν`(让我们从以下方面来考察)的宾语。亚里士多德在此提出了本章的核心论题,即变质仅存在于可感觉之物中。
  2. 26–7ἐξ οὗ μὲν γὰρ ἡ μορφὴ τοῦ ἀνδριάντος, οὐ λέγομεν τὴν μορφήν — 在语法上,作为 `ἐξ οὗ`(由之产生的那种材料)先行词的中性名词被省略了,整个关系从句 `ἐξ οὗ...` 用作 `λέγομεν` 的宾语。其意思是“对于雕像的外形由之产生的那种材料,我们并不以此形相之名来称呼它”。
  3. 21–2τῶν πρός τι — 属格,起表语作用,意为“属于关系项(关系范畴)”。这指向亚里士多德哲学中的“相对于某物”(`πρός τι`)范畴,表明德性与恶德在本性上是关系性的。

引用这一段

亚里士多德, 物理学(异本) §3#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg054.humanitext-grc1:3%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。