Humanitext Reader

亚里士多德 · 物理学(异本) §2#1

推动者与被推动者的接触及位移运动的四种分类

第 3 段,共 6 段 · 希腊语

内容简介

本章论证第一推动者(作为运动始源)与被推动者“在一起”(其间无任何中间物)。位移运动被归纳为推、拉、乘载、旋转四类,并指出其他位移运动均可还原为这四类,从而说明在所有情况下推动者与被推动者都直接接触。

§2#1Τὸ δὲ πρῶτον κινοῦν, μὴ ὡς τὸ οὗ ἕνεκεν, ἀλλʼ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἐστὶν ἅμα τῷ κινουμένῳ.
第一推动者——不是作为目的因,而是作为运动起点之源泉——与被推动者是在一起的。
ἅμα δὲ λέγω, διότι οὐθὲν αὐτῶν μεταξύ ἐστιν· τοῦτο γὰρ κοινὸν ἐπὶ παντὸς κινουμένου καὶ κινοῦντός ἐστιν.
我所谓“在一起”是说,它们之间没有任何中间物;因为这对于一切被推动者和推动者而言是共同的。
ἐπεὶ δὲ τρεῖς εἰσὶν κινήσεις, ἥ τε κατὰ τόπον καὶ κατὰ τὸ ποιὸν καὶ κατὰ τὸ ποσόν, ἀνάγκη καὶ τὰ κινούμενα τρία· ἡ μὲν οὖν κατὰ τόπον φορά, ἡ δὲ κατὰ τὸ ποιὸν ἀλλοίωσις, ἡ δὲ κατὰ τὸ ποσὸν αὔξησις καὶ φθίσις.
既然运动有三种,即关于场所的、关于性质的和关于数量的,那么被推动的事物必然也是三种:关于场所的运动是位移,关于性质的运动是变质,关于数量的运动是增长与减少。
πρῶτον μὲν οὖν ὑπὲρ τῆς φορᾶς εἴπωμεν· αὕτη γὰρ πρώτη τῶν κινήσεών ἐστιν.
那么,让我们首先来谈谈位移;因为这是运动中最首要的。
Ἅπαν δὴ τὸ φερόμενον ἤτοι αὐτὸ ὑφʼ αὐτοῦ κινεῖται ἢ ὑφʼ ἑτέρου.
凡是进行位移的事物,或者是被自身推动,或者是被他物推动。
εἰ μὲν οὖν ὑφʼ αὐτοῦ, φανερὸν ὡς ἐν αὐτῷ τοῦ κινοῦντος ὑπάρχοντος ἅμα τὸ κινοῦν καὶ τὸ κινούμενον ἔσται, καὶ οὐθὲν αὐτῶν μεταξύ·
如果是被自身推动,显然,由于推动者存在于它自身之内,推动者与被推动者就将在一起,并且它们之间没有任何中间物。
τὸ δʼ ὐπ᾿ ἄλλου κινούμενον τετραχῶς κινεῖται· αἱ γὰρ ὑφʼ ἑτέρου κινήσεις τέτταρές εἰσιν, ὦσις | ἕλξις ὄχησις δίνησις.
而那被他物推动的事物,则以四种方式被推动;因为由他物引起的运动有四种,即推、拉、乘载、旋转。
καὶ γὰρ τὰς ἄλλας πάσας εἰς ταύτας ἀνάγεσθαι συμβαίνει.
因为实际上,所有其他的运动都能够被还原为这些。
τῆς μὲν οὖν ὤσεως τὸ μὲν ἔπωσις τὸ δὲ ἄπωσίς ἐστιν, ἔπωσις μὲν οὖν ἐστιν ὅταν τὸ κινοῦν τοῦ κινουμένου μὴ ἀπολείπηται, ἄπωσις δὲ ὅταν τὸ ἀπωθοῦν ἀπολείπηται.
在推之中,一种是推移(随伴推),另一种是推开(离脱推)。 推移是指推动者不落后于(不离开)被推动者,推开是指推开者落后于(离开)被推动者。
ἡ δὲ ὄχησις ἐν ταῖς τρισὶν ἔσται κινήσεσιν.
而乘载将存在于这三种运动之中。
τὸ μὲν γὰρ ὀχούμενον οὐ καθʼ αὐτὸ κινεῖται ἀλλὰ κατὰ συμβεβηκός (τῷ γὰρ | ἐν κινουμένῳ εἶναι ἢ ἐπὶ κινουμένου κινεῖται.
因为乘载者(被乘载物)并不是因自身而运动,而是偶性地运动,因为它是由于存在于运动着的事物之中或在其之上而运动。
τὸ δὲ ὀχοῦν κινεῖται ἢ ὠθού|μενον ἢ ἑλκόμενον ἢ δινούμενον.
而乘载着它(运送它)的事物,则或者是被推、被拉或被旋转而运动。
φανερὸν οὖν ὅτι ἡ ὄχησις ἐν ταῖς τρισὶν ἔσται κινήσεσιν.
因此显然,乘载存在于这三种运动之中。
ἡ δʼ ἕλξις ὅταν ἤτοι πρὸς αὐτὸ ἢ πρὸς ἕτερον θάττων ᾖ | ἡ κίνησις ἡ τοῦ ἕλκοντος μὴ χωριζομένη τῆς τοῦ ἑλκομένου.
而拉是指:推动者(拉者)的运动并不脱离被推动者(被拉者)的运动,且其运动较快,或者是向着自身,或者是向着他物。
καὶ γὰρ πρὸς αὐτό ἐστιν ἡ ἕλξις καὶ πρὸς ἕτερον.
因为实际上,拉既是向着自身,也是向着他物。
καὶ αἱ λοιπαὶ δὲ αὐ|ταὶ τῷ εἴδει εἰς ταῦτα ἀναχθήσονται, οἷον ἡ εἴσπνευσις καὶ ἡ ἔκπνευσις καὶ ἡ πτύσις καὶ ὅσαι τῶν σωμάτων ἢ ἐκκριτικαὶ ἢ ληπτικαίεἰσι, καὶ | ἡ σπάθησις δὴ καὶ ἡ κέρκισις·
而其余的运动,因其在种上相同,也将被还原为这些,例如吸气与呼气、唾吐,以及一切身体上属于排泄或吸收的运动,还有织布时的筬打和杼通。
τὸ μὲν γὰρ αὐτῶν σύγκρισις τὸ δὲ διάκρι|σις.
因为它们中的一些是聚合,另一些是拆分。
καὶ πᾶσα δὴ κίνησις ἡ κατὰ τόπον σύγκρισις καὶ διάκρισίς ἐστιν.
实际上,所有关于场所的运动都是聚合与拆分。
ἡ | δὲ δίνησις σύγκειται ἐξ ἕλξεως καὶ ὤσεως.
而旋转是由拉和推合成的。
τὸ μὲν γὰρ ὠθεῖ τὸ κινοῦν, τὸ | δʼ ἕλκει.
因为推动者在一方推,在另一方拉。
φανερὸν οὖν ὡς ἐπεὶ ἅμα τὸ ὠθοῦν καὶ τὸ ἕλκον τῷ ἑλκομένῳ | καὶ ὠθουμένῳ ἐστίν, οὐθὲν μεταξὺ τοῦ κινουμένου καὶ τοῦ κινοῦντός ἐστιν.
因此显而易见,既然推者和拉者与被拉者和被推者在一起,那么被推动者和推动者之间就没有任何中间物。
| τοῦτο δὲ δῆλον καὶ ἐκ τῶν ὡρισμένων· ἡ μὲν γὰρ ὦσις ἢ ἀφʼ ἑαυτοῦ ἢ ἀπʼ ἄλλου πρὸς ἄλλο κίνησις, ἡ δʼ ἕλξις ἀπʼ ἄλλου πρὸς αὐτὸ ἢ πρὸς ἄλλο.
这从定义中也是显而易见的:因为推是或者是从自身出发,或者是从他物出发向着另一物的运动;而拉是从他物出发向着自身或另一物的运动。
ἔτι ἡ σύνωσις καὶ ἡ δίωσις.
此外,还有挤压和推开(分推)。
ἡ δὲ ῥῖψις ὅταν θάττων ἡ κίνησις γένηται τῆς κατὰ φύσιν τοῦ φερομένου σφοδροτέρας γενομένης τῆς ὤσεως, | καὶ μέχρι τούτου συμβαίνει φέρεσθαι μέχρι ἂν οὗ σφοδροτέρα ᾖ ἡ κίνησις τοῦ φερομένου·
而抛掷则是指:当推力变得更加剧烈,运动变得比被运送者的自然运动更快时,且只要被运送者的运动更为剧烈,被运送就持续发生。
φανερὸν δὴ ὅτι τὸ κινούμενον καὶ τὸ κινοῦν ἅμα, καὶ οὐθὲν | αὐτῶν ἐστιν μεταξύ.
因此显然,被推动者和推动者在一起,它们之间没有任何中间物。

词汇与语法注释

  1. ¦2¦Τὸ δὲ πρῶτον κινοῦν, μὴ ὡς τὸ οὗ ἕνεκεν, ἀλλʼ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως — 明确指出“第一推动者”是指始动因(动力因)(ἀλλʼ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως),而非目的因(μὴ ὡς τὸ οὗ ἕνεκεν)。这一规定是讨论推动者与被推动者空间上接触的前提。
  2. ¦5¦ἅμα δὲ λέγω... διότι οὐθὲν αὐτῶν μεταξύ ἐστιν — 将副词“在一起”(ἅμα)定义为空间上的邻接(接触),即“它们之间没有任何中间物”,而非时间上的同时性。这一物理接触的定义构成了本章论证的核心支撑。
  3. ¦23–4¦ἡ δʼ ἕλξις ὅταν ἤτοι πρὸς αὐτὸ ἢ πρὸς ἕτερον θάττων ᾖ ἡ κίνησις ἡ τοῦ ἕλκοντος μὴ χωριζομένη τῆς τοῦ ἑλκομένου — “拉”(ἕλξις)的定义。分词短语 μὴ χωριζομένη(不脱离)修饰拉者的运动(ἡ κίνησις ἡ τοῦ ἕλκοντος)。它解释了接触的连续性:拉者通过比被拉者“更快”(θάττων)来施加拉力,但两者绝不分离。
  4. ¦21–2¦ἡ δὲ ῥῖψις ὅταν θάττων ἡ κίνησις γένηται τῆς κατὰ φύσιν τοῦ φερομένου — “抛掷”(ῥῖψις)的分析。比较属格 τῆς κατὰ φύσιν[κινήσεως]指投射物的“自然运动”。该句型表明,只要外加的推力使得运动速度超过了该物体自身的自然运动速度,投射运动就会持续。

引用这一段

亚里士多德, 物理学(异本) §2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg054.humanitext-grc1:2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。