§1#2ἢ γὰρ ἀριθμῷ συμβαίνει τὴν αὐτὴν κίνησιν εἶναι ἢ γένει ἢ εἴδει.
因为运动的相同,或者是数量上的,或者是属上的,或者是种上的。
ἀριθμῷ μὲν οὖν λέγω τὴν αὐτὴν κίνησιν τὴν ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ τῷ ἀριθμῷ ἐν τῷ αὐτῷ χρόνῳ τῷ ἀριθμῷ, οἷον ἐκ τοῦδε τοῦ λευκοῦ, ὅ ἐστιν ἓν τῷ ἀριθμῷ, εἰς τόδε τὸ μέλαν κατὰ τόνδε τὸν χρόνον, ἕνα ὄντα τῷ ἀριθμῷ·
那么,我所谓的在数量上相同的运动,是指在数量上相同的同一时间里,从数量上相同的同一事物向数量上相同的同一事物[产生的]运动。
εἰ γὰρ κατʼ ἄλλον, οὐκέτι μία ἔσται τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει.
例如,在数量上为同一的这一时间里,从数量上为一的这一白色向这一黑色[产生的运动];因为如果是在另一时间里,它就不再是数量上为一,而是种上相同了。
γένει δʼ ἡ αὐτὴ κίνησις ἡ ἐν τῇ αὐτῇ κατηγορίᾳ τῆς οὐσίας ἢ τοῦ γένους, εἴδει δὲ ἡ ἐκ τοῦ αὐτοῦ τῷ εἴδει εἰς τὸ αὐτὸ τῷ εἴδει, οἷον ἡ ἐκ τοῦ λευκοῦ εἰς τὸ μέλαν ἢ ἐκ τοῦ ἀγαθοῦ εἰς τὸ κακόν.
在属上相同的运动,是指在实体或属的同一范畴内的运动;在种上相同的运动,是指从种上相同的事物向种上相同的事物[产生的运动],例如从白色向黑色,或从善向恶。
ταῦτα δʼ εἴρηται καὶ ἐν τοῖς πρότερον.
这些内容也已在先前的著作中谈到过。
εἰλήφθω τοίνυν ἡ τοῦ Α κίνησις καὶ ἔστω
ἐφʼ οὗ τὸ Ε, καὶ ἡ τοῦ Β ἐφʼ οὗ τὸ Ζ, καὶ ἡ τοῦ ΓΔ ἐφʼ οὗ τὸ ΗΘ, καὶ ὁ χρόνος ἐν ᾧ κινεῖται τὸ Α ὁ Κ. ὡρισμένης δὴ τῆς κινήσεως τοῦ Α, ὡρισμένος ἔσται καὶ ὁ χρόνος καὶ οὐκ ἄπειρος ὁ Κ. ἀλλʼ ἐν τῷ αὐτῷ χρόνῳ ἐκινεῖτο τὸ Α καὶ τὸ Β καὶ τῶν λοιπῶν ἕκαστον.
那么,让A的运动被假定为,且让我们把它设为E,B的设为Z,CD的设为HΘ,而A运动的时间设为K。 既然 A的运动是有限的,时间K也将是有限的,而不是无限的。 但是,在同一时间里,A和B以及其余的每一个事物都在运动。
συμβαίνει τοίνυν τὴν κίνησιν τὴν ΕΖΗΘ ἄπειρον οὖσαν ἐν ὡρισμένῳ χρόνῳ κινεῖσθαι τῷ Κ·
因此,这就发生了无限的运动EZHΘ在有限的时间K中进行的情况。
ἐν ᾧ γὰρ τὸ Α ἐκινεῖτο, καὶ τὰ τῷ Α ἐφεξῆς ἅπαντα ἐκινεῖτο ἄπειρα ὄντα.
因为在A运动的时间里,紧接A的一切事物(它们是无限的)也都在运动。
ὥστʼ ἐν τῷ αὐτῷ κινεῖται.
因此,它们是在同一[时间]里运动。
καὶ γὰρ ἤτοι ἴση ἡ κίνησις ἔσται τῇ τοῦ Α, ἢ μείζων.
因为其运动或者是与A的运动相等,或者是更大。
διαφέρει δὲ οὐθέν· πάντως γὰρ τὴν ἄπειρον κίνησιν ἐν πεπερασμένῳ χρόνῳ συμβαίνει κινεῖσθαι, τοῦτο δʼ ἀδύνατον.
但这并没有什么不同;因为无论如何,无限的运动都将在有限的时间内进行,而这是不可能的。
οὕτω μὲν οὖν δόξειεν ἂν δείκνυσθαι τὸ ἐξ ἀρχῆς, οὐ μὴν δεῖκνυταί γε διὰ τὸ μηθὲν ἄτοπον συμβαίνειν·
因此,虽然这样看来最初的论点似乎得到了证明,但实际上并没有得到证明,因为没有产生任何荒谬的结论。
ἐνδέχεται γὰρ ἐν πεπερασμένῳ χρόνῳ κίνησιν ἄπειρον εἶναι, μὴ τὴν αὐτὴν δὲ ἀλλʼ ἑτέραν καὶ ἑτέραν πολλῶν κινουμένων καὶ ἀπείρων, ὅπερ συμβαίνει καὶ τοῖς νῦν.
因为在有限的时间内存在无限的运动是可能的,但那并不是同一个运动,而是许多且无限的处于运动中的事物的各自不同的运动,这正是目前所发生的情况。
ἀλλʼ εἰ τὸ κινούμενον πρώτως σωματικὴν κίνησιν ἀνάγκη ἅπτεσθαι ἢ συνεχὲς εἶναι τῷ κινοῦντι, καθάπερ ὁρῶμεν ἐπὶ πάντων τοῦτο συμβαῖνον (ἔσται γὰρ ἐξ ἀπάντων ἓν τὸ πᾶν ἢ συνεχές), τὸ δὴ ἐνδεχόμενον εἰλήφθω, καὶ ἔστω τὸ μὲν μέγεθος ἢ τὸ συνεχὲς ἐφʼ οὗ τὸ ΑΒΓΔ, ἡ δὲ τούτου κίνησις ἡ ΕΖΗΘ. διαφέρει δʼ οὐθὲν ἢ πεπερασμένον ἢ ἄπειρον·
但是,如果首要地进行物体运动的事物必须接触或与推动者连续,正如我们看到这一切情况中所发生的那样(因为整体将由所有这些构成一个整体或连续体),那么,让这可能的情况被假定,并让大小或连续体设为ABCD,而它的运动设为EZHΘ。
ὁμοίως γὰρ ἐν πεπερασμένῳ τῷ Κ κινηθήσεται ⟨ἄπειρον⟩ ἢ ἄπειρον ἢ πεπερασμένον.
而这无论是有限的还是无限的,都没有什么不同;因为同样地,在有限的时间K中,[无限的运动]将在无限或有限的大小中进行。
τούτων δʼ ἑκάτερον τῶν ἀδυνάτων.
而这二者都是不可能的事情。
φανερὸν οὖν ὅτι στήσεταί ποτε καὶ οὐκ εἰς ἄπειρον πρόεισιν τὸ ἀεὶ ὑφʼ ἑτέρου, ἀλλʼ ἔσται τι ὁ πρῶτον κινηθήσεται.
因此,显而易见,总是被他物推动的过程终将在某处停止,而不会进行到无限,而是会有某个首先被运动的事物存在。
μηδὲν δὲ διαφερέτω τὸ ὑποτεθέντος οῦτείκνυσθαι· τοῦ γὰρ ἐνδεχομένου τεθέντος οὐδὲν ἄτοπον ἔδει συμβαίνειν.
而这即使是在假定下被证明的,也并没有什么不同;因为当可能的情况被设定时,不应该产生任何荒谬的结论。