Humanitext Reader

亚里士多德 · 亚里士多德分类集 §A.23_col1-A.26_col1

善与存在之物及秩序与无法的分类

第 9 段,共 19 段 · 希腊语

内容简介

文本展示了关于“善”、“存在之物”、“良好秩序”和“无法”的各种哲学定义及基于其特征的具体分类方法。

§A.23_col1## τὸ ἀγαθόν.
善。
τὸ ἀγαθὸν εἰς τέτταρα γένη διαιρεῖται· ὧν ἓν μὲν λέγομεν εἶναι τὸν τὴν ἀρετὴν ἔχοντα ἰδίᾳ ἀγαθόν· ἄλλο δὲ αὐτὴν τὴν ἀρετὴν καὶ τὴν δικαιοσύνην λέγομεν ἀγαθὸν εἶναι· τρίτον δέ, οἷον σιτία καὶ γυμνάσια τὰ πρόσφορα καὶ φάρμακα· τέταρτον δέ φαμεν εἶναι ἀγαθόν, οἷον αὐλητικὴν καὶ ὑποκριτικὴν καὶ τὰ τοιαῦτα.
善被分为四个族类:其中我们说,一个是拥有德性的人本身是善的;另一个我们说,德性本身和正义是善的;第三个是,例如适当的食物、体育锻炼和药物;第四个我们说是善的,例如吹笛术、表演术及此类事物。
ἀγαθοῦ ἄρα τέτταρα εἴδη ἐστί· τὸ μὲν τὸ τὴν ἀρετὴν ἔχειν, ἕτερον δὲ αὐτὴ ἡ ἀρετή, τρίτον δὲ σιτία καὶ γυμνάσια τὰ ὠφέλιμα· τέταρτον δὲ αὐλητικὴν καὶ ὑποκριτικὴν καὶ ποιητικὴν ἀγαθὸν λέγομεν εἶναι.
因此,善有四种类型:一种是拥有德性,另一种是德性本身,第三种是有益的食物和体育锻炼,第四种是我们说吹笛术、表演术和诗作术是善的。
§A.36_col2## τὸ ἀγαθόν.
善。
διαιρεῖται τὸ ἀγαθὸν εἰς τέσσαρα· ἔστι γὰρ αὐτοῦ ἓν μὲν ἀρετὴ καὶ δικαιοσύνη, ἓν δὲ τὸ ἔχων ἀρετήν, ἓν δὲ τὸ συμφέρον, ἓν δὲ τὸ τερπνὸν καὶ τὸ ἥδεσθαι ποιοῦν·
善被分为四种:因为在它之中,一个是德性和正义,一个是拥有德性者,一个是益处,一个是令人愉悦和产生快乐之物。
οἷον ἀρετὴ μὲν καὶ δικαιοσύνη, ὅτι τούτων ἑκάτερον ἀγαθὸν λέγεται εἶναι, ἓν δὲ τὸ ἔχον ἀρετὴν, οἷον ἵππος καὶ ἄνθρωπος καὶ τὰ τοιαῦτα· καὶ γὰρ τούτων ἕκαστον λέγεται ἀγαθὸν εἶναι, ἐὰν ἔχῃ τὴν ἀρετήν.
例如,德性和正义是如此,因为这两者中的每一个都被说是善的;而拥有德性者,例如马、人和此类事物,因为这些之中的每一个如果拥有德性,也被说是善的。
τὸ δὲ συμφέρον, οἷον γυμνασία καὶ φαρμακεία καὶ τἆλλα ὅσα πρὸς ὑγείαν καὶ εὐεξίαν· καὶ γὰρ τούτων ἕκαστον λέγεται ἀγαθὸν εἶναι ᾧ ἂν συμφέρῃ.
益处,例如体育锻炼、药物治疗以及其他所有针对健康和体魄的事物;因为这些之中的每一个,对于得到益处的人来说,都被说是善的。
τὸ δὲ τερπνὸν καὶ τὸ ἥδεσθαι ποιοῦν, οἷον ὑποκριτὴς καὶ αὐλητὴς, οὐ τῷ ὠφελεῖν ἀγαθὸν εἶναι λέγεται ἀλλὰ τῷ τέρπειν [τοῦ ἀγαθοῦ εἶναι. ]
令人愉悦和产生快乐之物,例如演员和吹笛手,他们被说是善的,不是因为带来益处,而是因为带来愉悦。
§A.24_col1## τὰ ὄντα.
存在之物。
τῶν ὄντων τὰ μέν ἐστι κακά, τὰ δὲ ἀγαθά, τὰ δὲ οὐδέτερα.
在存在之物中,有些是恶的,有些是善的,有些是中性的。
τούτων κακὰ μὲν ταῦτα λέγομεν, τὰ δυνάμενα βλάπτειν ἀεί, οἷον ἀκρασίαν καὶ ἀφροσύνην καὶ ἀδικίαν καὶ τὰ τοιαῦτα· τὰ δὲ τούτοῖς ἐναντία ἀγαθά ἐστιν· τὰ δὲ ἐνίοτε μὲν ὠφελεῖν, ἐνίοτε δὲ βλάπτειν, οἷον τὸ περιπατεῖν καὶ τὸ καθῆσθαι καὶ τὸ ἐσθίειν, 〈ἢ〉 ὅλως μήτε ὠφελῆσαι μήτε βλάψαι δυνάμενα, ταῦτα οὖν οὔτε ἀγαθὰ οὔτε κακά ἐστιν.
在这些之中,我们说恶的是那些总是能够带来伤害的事物,例如放纵、愚蠢、不公及此类事物;而与这些相反的是善的;那些有时带来益处、有时带来伤害的事物,例如散步、坐下和吃东西,或者完全不能带来益处也不能带来伤害的事物,这些因此既不是善的也不是恶的。
τῶν ἄρα ὄντων τὰ μὲν ἀγαθά, τὰ δὲ κακά, τὰ δὲ οὐδέτερα τούτων.
因此,在存在之物中,有些是善的,有些是恶的,有些是中性的。
§A.55_col2## τὰ ὄντα.
存在之物。
διαιρεῖται ἕκαστον τῶν ὄντων εἰς τρία.
每个存在之物被分为三种。
ἔστι γὰρ ἢ ἀγαθὸν ἢ κακὸν ἢ οὐδέτερον.
因为它是善的、恶的或中性的。
τὸ μὲν οὖν ἀγαθόν ἐστιν, ὅταν ὠφελήσῃ τινὰ καὶ οὐ βλάψῃ, τὸ δὲ κακόν, ὅταν βλάπτῃ ἀεί, τὸ δὲ οὐδέτερον, ὅπερ ποτὲ μὲν βλάψει ποτὲ δὲ ὠφελήσει, οἷον οἱ περίπατοι καὶ οἱ ὕπνοι καὶ οἱ ἑλλέβοροι καὶ τὰ τοιαῦτα, ἢ οὔτε βλάψει ὅλως οὔτε ὠφελήσει.
因此,善是指当它有益于某人且不带来伤害时,恶是指当它总是带来伤害时,中性是指有时带来伤害、有时带来益处的事物,例如散步、睡眠、喷嚏草及此类事物,或者完全不带来伤害也不带来益处。
§A.25_col1## ἠ εὐνομία.
良好秩序。
εὐνομία διαιρεῖται εἰς τρία· ἓν μέν, ἐὰν ὦσιν οἱ νόμοι σπουδαῖοι, εὐνομίαν φαμὲν εἶναι· ἕτερον δέ, ἐὰν τοῖς κειμένοις νόμοις ἐμμένωσιν οἱ πολῖται, καὶ τοῦτό φαμεν εὐνομίαν εἶναι· τρίτον δέ, ἐὰν μὴ ὄντων [τῶν] νόμων κατὰ ἔθη καὶ ἐπιτηδεύματα χρηστῶς πολιτεύωνται, καὶ τοῦτο εὐνομίαν προσαγορεύομεν.
良好秩序被分为三种:第一,如果法律是优良的,我们说这是良好秩序;第二,如果公民遵守既定的法律,我们说这宪章也是良好秩序;第三,如果没有法律,他们根据习俗和惯例良好地治理国家,我们也称之为良好秩序。
τῆς εὐνομίας ἄρα ἓν μέν ἐστ ινόμους σπουδαίους εἶναι· ἄλλο δέ, ἐὰν τοῖς οὖσι νόμοις ἐμμένωσιν· τρίτον δέ, ἐὰν ἔθεσι καὶ ἐπιτηδεύμασι χρηστοῖς πολιτεύωνται.
因此,在良好秩序中,一种是法律是优良的,另一种是他们遵守现行的法律,第三种是他们根据优良的习俗和惯例治理国家。
§A.14_col2## ἠ εὐνομία.
良好秩序。
διαιρεῖται ἡ εὐνομία εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν νόμοις σπουδαίοις χρῆσθαι, ἓν δὲ τοῖς ὑπάρχουσιν, ἂν ὦσι μὴ φαῦλοι, [μὴ] πείθεσθαι, ἓν δὲ τοῖς ἔθεσι τοῖς σπουδαίοις πολιτεύεσθαι, ἐὰν μὴ ὦσι νόμοι γεγραμμένοι.
良好秩序被分为三种:因为在它之中,一种是使用优良的法律,另一种是遵守现行的法律(如果它们不坏),第三种是如果没有成文法,则根据优良的习俗治理国家。
§A.26_col1## ἡ ἀνομία.
无法。
διαιρεῖται ἡ ἀνομία εἰς τρία· ὧν ἓν μέν ἐστιν, ἐὰν ὦσιν οἱ νόμοι μοχθηροὶ καὶ πρὸς ξένους καὶ πρὸς πολίτας· | ἕτερον δέ, ἐὰν τοῖς ὑπάρχουσι μὴ πείθωνται· ἄλλο δέ, ἐὰν ὅλως μηδεὶς ᾖ νόμος.
无法被分为三种:其中一种是,如果法律对外国人及对公民都是恶劣的; | 另一种是,如果他们不遵守现行的法律;另一种是,如果根本没有任何法律。
τῆς ἄρα ἀνομίας ἓν μέν ἐστι τὸ μοχθηροὺς εἶναι τοὺς νόμους· ἄλλο δέ, ἐὰν τοῖς οὖσι μὴ πείθωνται· τρίτον δέ, ἐὰν μηδεὶς ᾖ νόμος.
因此,在无法中,一种是法律是恶劣的,另一种是他们不遵守现行的法律,第三种是没有法律。

词汇与语法注释

  1. A.23_col1τὸν τὴν ἀρετὴν ἔχοντα ἰδίᾳ ἀγαθόν — 指由动词 `λέγομεν` 引导的不定式短语的宾格主语 `τὸν ... ἔχοντα`(拥有德性的人)。副词 `ἰδίᾳ`(个别地)的作用是将拥有德性的具体个体与接下来的分类(即作为抽象概念的德性本身 `αὐτὴν τὴν ἀρετήν`)进行对比。
  2. A.36_col2[τοῦ ἀγαθοῦ εἶναι] — 这个括号内的短语可能是文本异文或旁注(同义反复),在语法上与前文的 `ἀγαθὸν εἶναι` 冗余。为了句意清晰,本译文将其省略。
  3. A.24_col1οἷον ἀκρασίαν καὶ ἀφροσύνην — 引入例子的 `οἷον` 之后的名词呈对格,是为了与主句动词 `λέγομεν` 的宾语——指示代词 `ταῦτα` 的格(对格)保持同格一致。
  4. A.14_col2[μὴ] πείθεσθαι — 方括号内的否定词 `μὴ` 在翻译中被省略。因为在“良好秩序”的语境下,显然需要的是“遵守”(而非“不遵守”)那些不坏的现行法律,故判定其为多余的错误抄录。

引用这一段

亚里士多德, 亚里士多德分类集 §A.23_col1-A.26_col1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg048.humanitext-grc1:A.23_col1-A.26_col1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。