Humanitext Reader

亚里士多德 · 亚里士多德分类集 §A.44_col2-A.33_col2

善行与事物的终结及能力的分类

第 7 段,共 19 段 · 希腊语

内容简介

本章节整理了善行的四种类型(言辞、技术、金钱、身体)、导致事物终结或完成的四种原因(法律、自然、技术、偶然),以及“力量(能力)”的四分法(理智、身体、军事与金钱、主动与承受)与五分法(灵魂、身体、行动、非存在、承受与施加)。

§A.44_col2## ἡ εὐεργεσία.
## 善行。
διαιρεῖται ἡ εὐεργεσία εἰς τέσσαρα· ἔστι γὰρ αὐτῆς ἓν μὲν λόγῳ εὐεργετεῖν, ἓν δὲ δι’ ἐπιστήμης καὶ τεχνῶν, ἓν δὲ εἰς ἀργυρίου λόγον καὶ ἓν διὰ σωμάτων.
善行被分为四种:因为在它之中,一种是通过言辞施予善行,一种是通过知识与技术,一种是就金钱而言,一种是通过身体。
διὰ λόγων οὖν εὐεργετοῦσιν οἱ συνηγοροῦντες καὶ συνδικάζοντες καὶ ἐγκωμιάζοντες καὶ οἱ τοιοῦτοι, δι’ ἐπιστήμης δὲ καὶ τέχνης οἱ παιδεύοντες καὶ ἰατρεύοντες καὶ οἱ 〈τὰ〉 πρὸς τὸν βίον χρήσιμα δημιουργοῦντες, εἰς ἀργυρίου δὲ λόγον οἱ προιστάμενοι τῆς [εἰς] ἀργυρίου χρείας, διὰ τῶν σωμάτων δὲ εὐεργετοῦσιν οἱ ἀμύνοντες καὶ βοηθοῦντες 〈τυπτομένοις καὶ〉 ἐν τοῖς τοιούτοις συμπτώμασι.
因此,通过言辞施予善行的是那些进行辩护、共同审判、颂扬的人以及诸如此类的人;而通过知识与技术,则是那些教育、医治以及制造生活有用之物的人;就金钱而言,则是那些主管金钱需求的人;通过身体施予善行的,则是那些防卫并帮助[挨打的人以及]处于此类不幸事态之中的人。
§A.18_col1## τὸ τέλος τῶν πραγμάτων — αἱ αἰτίαι.
## 事物的终结 — 原因。
διαιρεῖται τὸ τέλος τῶν πραγμάτων εἰς τέτταρα εἴδη· ἓν μὲν κατὰ νόμον τέλος τὰ πράγματα λαμβάνει, ὅταν ψήφισμα γένηται καὶ τοῦθ’ ὁ νόμος τελέσῃ· κατὰ φύσιν δὲ τέλος τὰ πράγματα λβάνει,βάνει, 〈οἷον〉 ἥ τε ἡμέρα καὶ ὁ ἐνιαυτὸς καὶ αἱ ὧραι. κατὰ τέχνην δὲ τέλος τὰ πράγματα λαμβάνει, οἷον ἡ οἰκοδομική. οἰκίαν γὰρ [τις] ἐπιτελεῖ· καὶ ἡ ναυπηγική· πλοῖα γάρ. | κατὰ τύχην δὲ γίνεται τοῖς πράγμασι τέλος, ὅταν ἄλλως καὶ μὴ ὡς ὑπολαμβάνει τις ἀποβαίνῃ.
事物的终结被分为四种类型:第一,当决议案成立且法律予以完成时,事物依据法律获得终结;第二,事物依据自然获得终结,例如一日、一年以及季节;第三,事物依据技术获得终结,例如建筑术,因为[人]完成了房屋;以及造船术,因为[人完成了]船只; | 第四,当事情以其他方式、而非如人所设想的那样结束时,事物依据运气获得终结。
τοῦ τέλους ἄρα τῶν πραγμάτων τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύσιν, τὸ δὲ κατὰ τέχνην, τὸ δὲ κατὰ τύχην ἐστίν.
因此,在事物的终结中,有的是依据法律,有的是依据自然,有的是依据技术,有的是依据运气。
§A.48_col2## τὸ τέλος τῶν πραγμάτων — αἱ αἰτίαι.
## 事物的终结 — 原因。
ἕκαστον τῶν ὄντων ἀποτελεῖται διὰ τέσσαρας αἰτίας· ἢ γὰρ διὰ [τὸ περὶ χρηστὴν ὑπάρχειν ἀπρόσδεκτον] τύχην ἢ δι’ ἐπιστήμην ἢ διὰ φύσιν ἢ διὰ βίαν καὶ ἀνάγκην.
存在着的每件事物都通过四种原因而被完成:即或通过运气,或通过知识,或通过自然,或通过暴力与必然。
τὰ μὲν διὰ τύχην ἐστὶ τὸ ἀπὸ ταὐτομάτου καὶ ἄνευ προνοίας ἀποτελούμενον, τὰ δὲ δι’ ἐπιστήμην αἵ τε οἰκίαι καὶ αἱ νῆες καὶ πάντα τὰ τοιαῦτα, τὰ δὲ διὰ φύσιν, οἷον οἱ ἄνθρωποι καὶ τὰ δένδρα καὶ τὰ ζῷα πάντα, διὰ δὲ βίαν καὶ ἀνάγκην, οἷον αἱ τῶν ἀλόγων ζῴων δαμάσεις καὶ αἱ κρατήσεις καὶ δεσποτεῖαι καὶ τυραννίδες καὶ τὰ τοιαῦτα.
通过运气完成的,是那些自发地、并且没有预料而完成的事物;通过知识完成的,是房屋、船只以及所有此类事物;通过自然完成的,例如人类、树木和所有的动物;而通过暴力与必然完成的,例如对无理性动物的驯服、征服、主奴统治、僭主统治以及此类事物。
§A.19_col1## ἡ δύναμις.
## 力量。
ἡ δύναμις διαιρεῖται εἰς τέτταρα εἴδη· ἓν μὲν ὃ δυνάμεθα τῇ διανοίᾳ, 〈οἷον〉 λογίζεσθαι καὶ ὑπονοεῖν· ἕτερον δὲ τῷ σώματι, οἷον πορεύεσθαι καὶ διδόναι καὶ λαμβάνειν καὶ τὰ τοιαῦτα· τρίτον ὃ δυνάμεθα πλήθει στρατιωτῶν καὶ χρημάτων, ὅθεν καλεῖται πολλὴν δύναμιν ἔχων βασιλεύς· τετάρτη δὲ διαίρεσις δυνάμεως πάσχειν καὶ ποιεῖν εὗ καὶ κακῶς· οἷον ἀρρωστεῖν καὶ παιδεύεσθαι δυνάμεθα καὶ ὑγιεῖς γίνεσθαι καὶ πάντα τὰ τοιαῦτα.
力量被分为四种类型:第一,我们用理智所能做的事,例如推理和猜想;第二,用身体所能做的事,例如行走、给予、接受以及此类事物;第三,我们凭借士兵和金钱的多数所能拥有的力量,因此君王被称为“拥有巨大力量者”;第四种力量的分类是,无论好坏地,承受或施加,例如,我们能生病、能受教育、能变得健康,以及所有此类事物。
τῆς ἄρα δυνάμεως ἡ μέν ἐστιν ἐν διανοίᾳ, ἡ δὲ ἐν τῷ σώματι, ἡ δὲ ἐν στρατοπέδῳ καὶ χρήμασιν, ἡ δὲ ἐν τῷ ποιεῖν καὶ πάσχειν.
因此,在力量之中,有的是在理智中,有的是在身体中,有的是在军队与金钱中,有的是在施加与承受中。
§A.33_col2## ἡ δύναμις.
## 力量。
διαιρεῖται ἡ δύναμις εἰς πέντε· ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐν ψυχῇ, ἓν δὲ ἐν σώματι, ἓν δὲ ἐν ταῖς πράξεσιν, ἓν δὲ ἐν ἐνίοις τῶν μὴ ὄντων, ἓν δὲ ἐν τῷ παθεῖν ἢ ποιῆσαι.
力量被分为五种:因为在它之中,一种是在灵魂中,一种是在身体中,一种是在行动中,一种是在某些不存在的事物中,一种是在承受或施加中。
ἐν ψυχῇ μὲν ἃ μανθάνομεν καὶ διανοούμεθα, ἐν σώματι δὲ οἷον αἵ τε κινήσεις καὶ αἱ ἄλλαι δυνάμεις, καθ’ ἃς πράττειν τι [ἐν] τῷ σώματι δυνάμεθα, ἐν δὲ ταῖς πράξεσιν οἷον αἱ στρατιωτικαὶ δυνάμεις· λέγεται γὰρ μεγάλην ἔχειν δύναμιν, ὅταν χρήματα καὶ στρατιῶται πολλοὶ συνηθροισμένοι ὦσι. τῶν δὲ μὴ ὄντων ἐν ἐνίοις ὅσα δυνατά ἐστι γενέσθαι ἢ ποιηθῆναι· ἐν δὲ τῷ παθεῖν ἢ ποιῆσαι, ὅσα δυνατά ἐστιν ἀναιρεῖν ἢ ἀναιρεθῆναι.
在灵魂中的,是指我们学习和思考的能力;在身体中的,例如运动以及其他根据它们我们能用身体做事的各种力量;在行动中的,例如军事力量,因为当聚集了大量金钱和许多士兵时,人就被说成是拥有巨大力量;在某些不存在的事物中的,是指凡是能够生成或被制造的事物;而在承受或施加中的,是指凡是能够毁灭或被毁灭的事物。

词汇与语法注释

  1. A.44_col2προιστάμενοι — 支配属格 `τῆς [εἰς] ἀργυρίου χρείας` 的分词,意为“主管……”或“照顾……”。指那些管理或协助解决金钱需求及匮乏问题的人。
  2. A.18_col1ἀποβαίνῃ — 现在时虚拟语气单数第三人称。虽然未写明主语,但它要么体现了中性复数 `τὰ πράγματα` 接单数动词的语法规则,要么以事态的发展为一般主语,表示“事情归结于……”。
  3. A.19_col1εὗ καὶ κακῶς — 这两个副词不仅修饰其后的主动不定式 `ποιεῖν`(施加),还共同修饰前置的被动不定式 `πάσχειν`(承受)。应作对称性理解,即“无论好坏地承受与施加”。
  4. A.33_col2ἀναιρεῖν ἢ ἀναιρεθῆναι — 主动不定式“毁灭/废除”与被动不定式“被毁灭”的对比。作为前文“承受或施加中的力量”的具体例证,它指代了施加影响的能力与承受影响的潜在可能性(受动能力)。

引用这一段

亚里士多德, 亚里士多德分类集 §A.44_col2-A.33_col2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg048.humanitext-grc1:A.44_col2-A.33_col2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。