§A.15_col1## ἡ ῥητορεία.
## 修辞学(劝说术)。
τῆς ῥητορείας εἴδη ἐστὶν ἕξ.
修辞学有六种类型。
ὅταν μὲν γὰρ κελεύωσι πολεμεῖν ἢ συμμαχεῖν πρός τινα, καλεῖται τὸ τοιοῦτον εἶδος προτροπή· ὅταν δὲ ἀξιῶσι μὴ πολεμεῖν μηδὲ συμμαχεῖν, ἀλλὰ ἡσυχίαν ἄγειν, τὸ τοιοῦτον εἶδος ἀποτροπή ἐστι.
因为当人们督促去进行战争或与某人结盟时,这种类型被称为劝导;而当他们要求不进行战争也不结盟、而是保持和平时,这种类型就是规劝。
τρίτον εἶδος τῆς ῥητορείας, ὅταν τις φάσκῃ ἀδικεῖσθαι ὑπό τινος καὶ πολλῶν κακῶν αἴτιον ἀποφαίνῃ· τὸ δὴ τοιοῦτον εἶδος κατηγορία ὀνομάζεται.
修辞学的第三种类型是,当有人声称受到某人的侵害,并表明对方是许多恶果的原因时;这种类型就被命名为控告。
τέταρτον εἶδος τῆς ῥητορείας [ἀπολογία καλεῖται], ὅταν ἀποφαίνῃ τις αὑτὸν μηθὲν ἀδικοῦντα μήτε ἄλλο ἄτοπον μηθὲν πράττοντα· τὸ δὴ τοιοῦτον ἀπολογίαν καλοῦσι.
修辞学的第四种类型[被称为辩护],当有人表明自己没有做任何不义之事,也没有做任何其他反常之事时;他们便把这种类型称为辩护。
| πέμπτον εἶδος ῥητορείας, ὅταν τις εὖ λέγῃ καὶ ἀποφαίνῃ καλὸν κἀγαθόν· τὸ δὴ τοιοῦτον εἶδος καλεῖται ἐγκώμιον.
| 修辞学的第五种类型是,当有人赞美并表明某人是优秀且高尚的时候;这种类型被称为颂词。
ἕκτον εἶδος, ὅταν τις ἀποφαίνῃ φαῦλον· τὸ δὴ τοιοῦτον εἶδος καλεῖται ψόγος.
第六种类型是,当有人表明某人是低劣的时候;这种类型被称为指责。
τῆς ἄρα ῥητορείας ἐστὶ τὸ μὲν ἐγκώμιον, τὸ δὲ ψόγος, τὸ δὲ προτροπή, τὸ δὲ ἀποτροπή, τὸ δὲ κατηγορία, τὸ δὲ ἀπολογία.
因此,在修辞学之中,有的是颂词,有的是指责,有的是劝导,有的是规劝,有的是控告,有的是辩护。
§A.17_col2## ἡ ῥητορεία.
## 修辞学(劝说术)。
διαιρεῖται ἡ ῥητορεία εἰς πέντε· ἔστι γὰρ αὐτῆς ἓν μὲν κατηγορία, ἓν δὲ ἀπολογία, ἓν δὲ συμβουλία, ἓν δὲ ἐγκώμιον, ἓν δὲ ψόγος.
修辞学被分为五种:因为在它之中,一种是控告,一种是辩护,一种是建议,一种是颂词,一种是指责。
§A.16_col1## τὸ ὀρθῶς λέγειν.
## 正确说话。
τὸ ὀρθῶς λέγειν διαιρεῖται εἰς τέτταρα· ἓν μὲν ἃ δεῖ λέγειν, ἓν δὲ ὅσα δεῖ λέγειν, τρίτον πρὸς οὓς δεῖ λέγειν, τέταρτον δὲ πηνίκα λέγειν δεῖ.
正确说话被分为四部分:第一是应该说什么,第二是应该说多少,第三是应该对谁说,第四是应该在何时说。
ἃ μὲν οὖν δεῖ λέγειν, ἃ μέλλει συμφέρειν τῷ λέγοντι καὶ τῷ ἀκούοντι· τὸ δὲ ὅσα δεῖ λέγειν, μὴ πλείω μηδὲ ἐλάττω τῶν ἱκανῶν.
因此,应该说什么,是指将对说话者和听话者都有益处的话;应该说多少,是指既不比适量多,也不比适量少。
| τὸ δὲ πρὸς οὓς δεῖ λέγειν, ἐάν τε πρὸς πρεσβυτέρους ἁμαρτάνοντας διαλέγῃ, ἁρμόττοντας δεῖ τοὺς λόγους διαλέγεσθαι ὡς πρεσβυτέροις· ἐάν τε πρὸς νεωτέρους, ἁρμόττοντας δεῖ λέγεσθαι ὡς νεωτέροις.
| 应该对谁说,是指如果对犯错的长辈说话,就应该用适合长辈的得体言辞与之交谈;如果是对晚辈,就应该用适合晚辈的得体言辞来说。
πηνίκα δὲ λέγειν ἐστὶ μήτε πρότερον μήτε ὕστερον· εἰ δὲ μή, διαμαρτήσεσθαι καὶ κακῶς ἐρεῖν.
而在何时说,是指既不提前也不推迟;否则,就会犯错并且说得糟糕。
§A.52_col2## τὸ ὀρθῶς λέγειν.
## 正确说话。
διαιρεῖται τὸ ὀρθῶς λέγειν εἰς πέντε· ἔστι γὰρ αὐτοῦ ἓν μὲν ὅσα δεῖ λέγειν, ἓν δὲ ὅπου δεῖ λέγειν, ἓν δὲ πρὸς οὓς δεῖ λέγειν, ἓν δὲ ἡνίκα δεῖ λέγειν, ἓν δὲ ἃ δεῖ λέγειν.
正确说话被分为五部分:因为在它之中,一种是应该说多少,一种是应该在何处说,一种是应该对谁说,一种是应该在何时说,一种是应该说什么。
τὸ μὲν οὖν ὅσα δεῖ λέγειν ἐστὶ τὸ μήτε πλείω μήτε ἐλάσσω τῶν ἱκανῶν, τὸ δὲ ὅπου δεῖ λέγειν ἐστὶν ἐν τόπῳ, οἷον ἐν ἀγορᾷ καὶ ἐν γυμνασίῳ καὶ ἐν διατριβῇ καὶ ἐν τοῖς δέουσιν ἄλλοις τόποις, τὸ δὲ πρὸς οὓς δεῖ λέγειν ἑκάστῳ τὸ ἁρμόττον [καὶ πρὸς ὃν ὃ ἁρμόττει], οἷον πρὸς πρεσβυτέρους 〈ἢ νεωτέρους καὶ〉 πρὸς μοχθηροῦς ἢ ἡδεῖς καὶ πρὸς ἐχθροὺς ἢ φίλους, τὸ δὲ ἡνίκα δεῖ, οἷον τὸ μήτε πρότερον μήτε ὕστερον μήτε διὰ μέσου ἄτερ τοῦ καιροῦ λέγειν, ἀλλ’ ἐγκαίρως, τὸ δὲ ἃ δεῖ λέγειν οἷον τὰ συμφέροντα καὶ ὠφέλιμα καὶ αὐτῷ καὶ τῷ φίλῳ.
因此,应该说多少,是指既不比适量多,也不比适量少;应该在何处说,是指在[合适的]地方,例如在广场、体育馆、学园以及其他必要的场所;应该对谁说,是指对每个人都得体[且对适合的人说适合的话],例如对长辈[或晚辈],对邪恶的或讨人喜欢的人,对敌人或朋友;在何时说,例如既不提前也不推迟,也不在没有时机的情况下中途说话,而是顺应时机;而应该说什么,例如对自己和朋友都有益且有帮助的事。
§A.17_col1## ἡ εὐεργεσία.
## 善行(恩惠)。
ἡ εὐεργεσία διαιρεῖται εἰς τέτταρα· ἢ γὰρ χρήμασιν ἢ σώμασιν ἢ ταῖς ἐπιστήμαις ἢ τοῖς λόγοις.
善行被分为四种:或通过金钱,或通过身体,或通过知识,或通过言辞。
τοῖς μὲν οὖν χρήμασιν, ὅταν δεομένῳ παραβοηθήσῃ τις εἰς χρημάτων λόγον εὐπορῆσαι· τοῖς δὲ σώμασιν εὖ ποιοῦσιν ἄλλους, ὅταν παραγενόμενοι τυπτομένοις παραβοηθῶσιν· | οἱ δὲ παιδεύοντες καὶ ἰατρεύοντες καὶ διδάσκοντες ἀγαθόν τι, οὗτοι ταῖς ἐπιστήμαις εὐεργετοῦσιν· ὅταν δὲ εἰσέλθωσιν εἰς δικαστήριον ἄλλος ὑπὲρ ἄλλου βοηθὸς καὶ λόγον τινὰ ἐπιεικῆ εἴπῃ ὑπὲρ αὐτοῦ, οὗτος δὴ λόγῳ εὐεργετεῖ.
因此,通过金钱,是指当有人帮助需要的人,使其在金钱方面富足时;通过身体对他人行善,是指当他们赶到现场,去帮助那些挨打的人时; | 而那些教育、医治和传授好事物的人,他们是通过知识施予善行;当有人作为帮手为了他人进入法庭,并代表他发表某种公正的言辞时,这个人确实是通过言辞施予善行。
τῆς ἄρα εὐεργεσίας ἡ μέν ἐστι διὰ χρημάτων, ἡ δὲ διὰ σωμάτων, ἡ δὲ διὰ ἐπιστημῶν, τετάρτη δὲ διὰ λόγων.
因此,在善行之中,有的是通过金钱,有的是通过身体,有的是通过知识,第四种是通过言辞。