§A.60_col2## ἡ μουσική.
## 音乐。
διαιρεῖται ἡ μουσικὴ εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν αὐτοῦ τοῦ στόματος ἔργον, ἓν δὲ χειρῶν καὶ στόματος, ἓν δὲ μόνον 〈τῶν χειρῶν.
音乐被分为三种:因为其中一种是仅通过口自身的活动,一种是通过手和口,一种是仅通过手。
τὸ μὲν οὖν〉 αὐτοῦ τοῦ στόματος ἔργον οἷον αἵ τε ᾠδαὶ καὶ οἱ τερετισμοὶ καὶ τὰ τοιαῦτα, τῶν δὲ χειρῶν καὶ τοῦ στόματος ἥ τε χοραυλητικὴ καὶ [αὐλητικὴ] τὰ ὅμοια, τῶν δὲ χειρῶν ἡ κιθαριστικὴ καὶ τὰ τοιαῦτα.
口自身的活动例如歌唱和颤音(哼唱)及此类事物;通过手和口的是指笛子为合唱伴奏及类似事物;通过手的则是指抚琴弹奏及此类事物。
§A.10_col1## ἡ εὐγλενεια.
## 高贵。
διαιρεῖται δὲ ἡ εὐγένεια εἰς εἴδη τέτταρα.
高贵被分为四种。
ἓν μέν, ἐὰν ὦσιν οἱ πρόγονοι καλοὶ κἀγαθοῖ καὶ δίκαιοι, τοὺς ἐκ τούτων γεγεννημένους εὐγενεῖς φασιν εἶναι· ἄλλο δέ, ἐὰν ὦσιν οἱ πρόγονοι δεδυναστευκότες καὶ ἄρχοντες γεγενημένοι, τοὺς ἐκ τούτων εὐγενεῖς φασιν εἶναι. ἄλλο δέ, ἐὰν ὦσιν οἱ πρόγονοι ὀνομαστοί, οἷον ἀπὸ στρατηγίας, ἀπὸ στεφανιτῶν ἀγώνων· καὶ γὰρ τοὺς ἐκ τούτων γεγεννημένους εὐγενεῖς προσαγορεύομεν.
第一种,如果先祖是优秀、高尚且正义的人,人们就说从他们而生的人是高贵的;另一种,如果先祖曾是统治者和长官,人们就说从他们而生的人是高贵的;另一种,如果先祖是著名的,例如因将军之职或在冠冕竞技会中出名,我们也称从他们而生的人为高贵。
| ἄλλο εἶδος, ἐὰν αὐτός τις ᾖ γεννάδας τὴν ψυχὴν καὶ μεγαλόψυχος, καὶ τοῦτον εὐγενῆ φασὶν εἶναι· καὶ τῆς γε εὐγενείας αὕτη κρατίστη.
| 另一种,如果某人自身在心灵上是高尚且宽宏大量的,人们也说此人是高贵的;而这确实是最高贵的一种。
τῆς ἄρα εὐγενείας τὸ μὲν ἀπὸ προγόνων ἐπιεικῶν, τὸ δὲ δυναστῶν, τὸ δὲ ἐνδόξων, τὸ δὲ ἀπὸ τῆς αὐτοῦ καλοκἀγαθίας.
因此,在高贵中,有些是源于高尚的先祖,有些源于统治者,有些源于名人,有些源于自身的优秀品质。
§A.10_col2## ἡ εὐγλενεια.
## 高贵。
διαιρεῖται ἡ εὐγένεια εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν ἀπὸ ἐνδόξων καὶ ὀνομαστῶν γονέων γεγονέναι, οἷον ἀπὸ βασιλέων καὶ ἀρχόντων [γεγονέναι] ἢ ἄλλην τινὰ δόξαν ἐχόντων· τὸ δὲ ἀπὸ σπουδαίων καὶ δικαίων, οἷον ἀπὸ Ξενοφῶντος καὶ Νείλου καὶ τῶν τοιούτων· τὸ δὲ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος ἀρετῆς, οἷον ἐὰν ᾖ γενναῖος καὶ μεγαλοπρεπὴς καὶ δίκαιος καὶ τὰ ἄλλα τὰ τοιαῦτα.
高贵被分为三种:因为其中一种是生于著名且名声显赫的父母,例如生于君王和统治者或拥有其他名望的人;另一种是生于优秀且正义的人,例如生于色诺芬、尼罗斯及此类人;另一种是源于拥有者自身的德行,例如,如果他是高尚、慷慨、正义的人及有其他此类品质。
τῆς εὐγενείας 〈ἄρα〉 ἓν μέν ἐστι τὸ ἀπὸ ἐνδόξων καὶ ὀνομαστῶν προγόνων γεγονέναι, ἓν δὲ τὸ ἀπὸ σπουδαίων καὶ δικαίων, ἓν δὲ τὸ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος ἀρετῆς.
因此,在高贵中,一种是生于著名且显赫的先祖,一种是源于优秀且正义的人,一种是源于拥有者自身的德行。
§A.11_col1## τὸ κάλλος.
## 美。
τὸ κάλλος διαιρεῖται εἰς τρία· ἓν μὲν γὰρ αὐτοῦ ἐστιν ἐπαινετόν, οἷον ἡ διὰ τῆς ὄψεως εὐμορφία· ἄλλο δὲ χρηστικόν, οἷον ὄργανον καὶ οἰκία καὶ τὰ τοιαῦτα πρὸς χρῆσίν ἐστι καλά· τὰ δὲ πρὸς νόμους καὶ ἐπιτηδεύματα καὶ τὰ τοιαῦτα πρὸς ὠφέλειάν ἐστι καλά.
美被分为三种:因为其中一种是值得赞美的,例如通过视觉显现的容姿之美;另一种是实用的,例如工具和房屋及此类事物,为了使用而美;而关于法律、实践及此类事物,为了有益而美。
τοῦ ἄρα κάλλους τὸ μέν ἐστι πρὸς ἔπαινον, τὸ δὲ πρὸς χρῆσιν, τὸ δὲ πρὸς ὠφέλειαν.
因此,在美中,有些是为了赞美,有些是为了实用,有些是为了有益。
§A.62_col2## τὸ κάλλος.
## 美。
διαιρεῖται τὸ κάλλος εἰς τρία· ἓν μὲν γὰρ αὐτοῦ ἐστιν ἐπαινετόν, οἷον ἡ διὰ τῆς ὄψεως εὐμορφία· ἄλλο δὲ χρηστικόν, οἷον ὄργανον καὶ οἰκία καὶ τὰ τοιαῦτα πρὸς χρῆσίν εἰσι καλά· τὰ δὲ πρὸς ὠφέλειαν, οἷον νόμος καλὸς καὶ ἐπιτηδεύματα καὶ τὰ τοιαῦτα πρὸς ὠφέλειάν εἰσι καλά.
美被分为三种:因为其中一种是值得赞美的,例如通过视觉显现的容姿之美;另一种是实用的,例如工具和房屋及此类事物,为了使用而美;而有些是为了有益,例如优良的法律、实践及此类事物,为了有益而美。
§A.12_col1## ἡ ψυχή.
## 灵魂。
ἡ ψυχὴ διαιρεῖται εἰς τρία· τὸ μὲν γὰρ αὐτῆς ἐστι λογιστικόν, τὸ δὲ ἐπιθυμητικόν, τὸ δὲ θυμικόν.
灵魂被分为三种:因为其中一部分是理性的,一部分是欲望的,一部分是激情的。
τούτων δὲ τὸ μὲν λογιστικόν ἐστιν αἴτιον τοῦ βουλεύεσθαί τε καὶ λογίζεσθαι καὶ διανοεῖσθαι καὶ τῶν τοιούτων πάντῶν· τὸ δὲ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς ἐστιν αἴτιον τοῦ ἐπιθυμεῖν φαγεῖν καὶ τοῦ πλησιάσαι καὶ τῶν τοιούτων πάντων. τὸ δὲ θυμικὸν μέρος αἴτιόν ἐστι τοῦ θαρρεῖν καὶ ἥδεσθαι καὶ λυπεῖσθαι καὶ ὀργίζεσθαι.
在这些之中,理性部分是进行深思熟虑、推理、思考以及所有此类活动的原因;而灵魂的欲望部分是渴望进食、进行交合以及所有此类活动的原因;激情部分是勇敢、快乐、悲伤和发怒的原因。
τῆς ἄρα ψυχῆς ἐστι τὸ μὲν λογιστικόν, τὸ δὲ ἐπιθυμητικόν, τὸ δὲ θυμικόν.
因此,在灵魂中,有些是理性的,有些是欲望的,有些是激情的。
§A.1_col2## ἡ ψυχή.
## 灵魂。
διαιρεῖται ἡ ψυχὴ εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν λογιστικόν, ἓν δὲ θυμικόν, ἓν δὲ ἐπιθυμητικόν.
灵魂被分为三种:因为其中一种是理性的,一种是激情的,一种是欲望的。
ἔστι δὲ τὸ μὲν λογιστικόν, ᾧ λογιζόμεθα· τὸ δὲ ἐπιθυμητικόν, ᾧ τὰς ἐπιθυμίας ἀναλαμβάνομεν· τὸ δὲ θυμικόν, ᾧ θυμούμεθα καὶ ὀργιζόμεθα καὶ θαρσοῦμεν καὶ ἀμυνόμεθα καὶ τὰ ἄλλα τὰ τοιαῦτα.
理性部分是我们借以推理的部分;欲望部分是我们借以产生各种欲望的部分;激情部分是我们借以激昂、发怒、勇敢、防卫及进行其他此类行为的部分。
τῆς ψυχῆς ἄρα τὸ μέν ἐστι λογιστικόν, τὸ δὲ θυμικόν, τὸ δὲ ἐπιθυμητικόν.
因此,在灵魂中,有些是理性的,有些是激情的,有些是欲望的。