§7Πῶς δὲ νοῶν ὁτὲ μὲν πράττει ὁτὲ δʼ οὐ πράττει, καὶ 7 κινεῖται, ὁτὲ δʼ οὐ κινεῖται;
但是,思考者如何有时行动有时不行动,有时运动有时不运动?
ἔοικε παραπλησίως συμβαίνειν καὶ περὶ τῶν ἀκινήτων διανοουμένοις καὶ συλλογιζομένοις.
这似乎与那些对不变事物进行思考和推理的人所发生的情况非常相似。
ἀλλʼ ἐκεῖ μὲν θεώρημα τὸ τέλος (ὅταν γὰρ τὰς δύο προτάσεις νοήσῃ, τὸ συμπέρασμα ἐνόησε καὶ συνέθηκεν), ἐνταῦθα δʼ ἐκ τῶν δύο προτάσεων τὸ συμπέρασμα γίνεται ἡ πρᾶξις, οἷον ὅταν νοήσῃ ὅτι παντὶ βαδιστέον ἀνθρώπῳ, αὐτὸς δʼ ἄνθρωπος, βαδίζει εὐθέως, ἂν δʼ ὅτι οὐδενὶ βαδιστέον νῦν ἀνθρώπῳ, αὐτὸς δʼ ἄνθρωπος, εὐθὺς ἠρεμεῖ· καὶ ταῦτα ἄμφω πράττει, ἂν μή τι κωλύῃ ἢ ἀναγκάζῃ.
但在前者中,终点是理论结论(因为当一个人想到两个前提时,他就已经想到并合成了结论),而在这里,由两个前提得出的结论就是行动,例如,当一个人想到“每个人都应当步行”,而自己是人时,他便立刻步行;但如果想到“现在没有任何人应当步行”,而自己是人时,他便立刻静止;如果没有什么东西阻碍或强迫,在这两种情况下他都会付诸行动。
ποιητέον μοι ἀγαθόν, οἰκία δʼ ἀγαθόν· ποιεῖ οἰκίαν εὐθύς.
“我应当做一件善事,而房屋是善事”;他便立刻建造房屋。
σκεπάσματος δέομαι, ἱμάτιον δὲ σκέπασμα· ἱματίου δέομαι.
“我需要覆盖物,而外衣是覆盖物”;“我需要外衣”。
οὗ δέομαι, ποιητέον· ἱματίου δέομαι· ἱμάτιον ποιητέον.
“我需要的东西,我就应当制作;我需要外衣”;“我应当制作外衣”。
καὶ τὸ συμπέρασμα, τὸ ἱμάτιον ποιητέον, πρᾶξίς ἐστιν.
而这一结论——“应当制作外衣”——就是行动。
πράττει δʼ ἀπʼ ἀρχῆς.
他从起点开始行动。
εἰ ἱμάτιον ἔσται, ἀνάγκη εἶναι τόδε πρῶτον, εἰ δὲ τόδε, τόδε· καὶ τοῦτο πράττει εὐθύς.
“如果要有外衣,就必须先有这个,如果要有这个,就必须先有那个”;而这他立刻就做。
ὅτι μὲν οὖν ἡ πρᾶξις τὸ συμπέρασμα, φανερόν· αἱ δὲ προτάσεις αἱ ποιητικαὶ διὰ δύο εἰδῶν γίνονται, διά τε τοῦ ἀγαθοῦ καὶ διὰ τοῦ δυνατοῦ.
由此可见,行动就是结论,这是显而易见的;而产生行动的前提是通过两种形式产生的:即通过善,以及通过可能。
ὥσπερ δὲ τῶν ἐρωτώντων ἔνιοι, οὕτω τὴν ἑτέραν πρότασιν τὴν δήλην οὐδʼ ἡ διάνοια ἐφιστᾶσα σκοπεῖ οὐδέν· οἷον εἰ τὸ βαδίζειν ἀγαθὸν ἀνθρώπῳ, ὅτι αὐτὸς ἄνθρωπος, οὐκ ἐνδιατρίβει.
正如某些提问的人一样,理智对于那显而易见的另一个前提甚至根本不予停下思考;例如,如果步行对人是有益的,它就不会在“自己是人”这一事实上耽搁时间。
διὸ καὶ ὅσα μὴ λογισάμενοι πράττομεν, ταχὺ πράττομεν.
因此,凡是我们未经推敲就做的事,我们都做得很快。
ὅταν ἐνεργήσῃ γὰρ ἢ τῇ αἰσθήσει πρὸς τὸ οὗ ἕνεκα ἢ τῇ φαντασίᾳ ἢ τῷ νῷ, οὗ ὀρέγεται, εὐθὺς ποιεῖ ἀντʼ ἐρωτήσεως γὰρ ἢ νοήσεως ἡ τῆς ὀρέξεως γίνεται ἐνέργεια.
因为,当一个人通过感觉、想象或理智对所欲求的目的物发挥作用时,便立刻行动;因为欲求的活动取代了提问或思考。
ποτέον μοι, ἡ ἐπιθυμία λέγει· τοδὶ δὲ ποτόν, ἡ αἴσθησις εἶπεν ἢ ἡ φαντασία ἢ ὁ νοῦς· εὐθὺς πίνει.
“我必须喝水,”欲望说;“这是饮料,”感觉、想象或理智说;他便立刻喝了。
οὕτως μὲν οὖν ἐπὶ τὸ κινεῖσθαι καὶ πράττειν τὰ ζῷα ὁρμῶσι, τῆς μὲν ἐσχάτης αἰτίας τοῦ κινεῖσθαι ὀρέξεως οὔσης, ταύτης δὲ γινομένης ἢ διʼ αἰσθήσεως ἢ διὰ φαντασίας καὶ νοήσεως.
因此,动物就是这样冲动地去运动和行动的,运动的直接原因是欲求,而这种欲求是通过感觉,或通过想象和思考而产生的。
τῶν δʼ ὀρεγομένων πράττειν τὰ μὲν διʼ ἐπιθυμίαν ἢ θυμὸν τὰ δὲ διʼ ὄρεξιν ἢ βούλησιν τὰ μὲν ποιοῦσι, τὰ δὲ πράττουσιν.
在那些欲求行动的生物中,有些因欲望或激情,有些因欲求或意志,有些进行制作,有些进行行动。
ὥσπερ δὲ τὰ αὐτόματα κινεῖται μικρᾶς κινήσεως γινομένης, λυομένων τῶν στρεβλῶν καὶ κρουόντων ἀλλήλας τὰς στρέβλας, καὶ τὸ ἁμάξιον, ὅπερ ὀχούμενον αὐτὸ κινεῖ εἰς εὐθύ, καὶ πάλιν κύκλῳ κινεῖται τῷ ἀνίσους ἔχειν τοὺς τροχούς (ὁ γὰρ ἐλάττων ὥσπερ κέντρον γίνεται, καθάπερ ἐν τοῖς κυλίνδροις), οὕτω καὶ τὰ ζῷα κινεῖται.
正如自动傀儡在微小的运动发生时通过销子的释放并相互碰撞而运动,以及玩具马车(搭载着孩子自身向前直行,但又因车轮不等大而作圆周运动,因为较小的车轮就像圆柱体中一样,成为一个中心)运动一样,动物也是这样运动的。
ἔχει γὰρ ὄργανα τοιαῦτα τήν τε τῶν νεύρων φύσιν καὶ τὴν τῶν ὀστῶν, τὰ μὲν ὡς ἐκεῖ τὰ ξύλα καὶ ὁ σίδηρος, τὰ δὲ νεῦρα ὡς αἱ στρέβλαι· ὧν λυομένων καὶ ἀνιεμένων κινοῦνται.
因为动物拥有这种由腱与骨的性质构成的器官,骨骼就像傀儡中的木头和铁,而腱就像扭线;当这些东西被释放和放松时,它们就运动。
ἐν μὲν οὖν τοῖς αὐτομάτοις καὶ τοῖς ἁμαξίοις οὐκ ἔστιν ἀλλοίωσις, ἐπεὶ εἰ ἐγίνοντο ἐλάττους οἱ ἐντὸς τροχοὶ καὶ πάλιν μείζους, κἂν κύκλῳ τὸ αὐτὸ ἐκινεῖτο· ἐν δὲ τῷ ζῴῳ δύναται τὸ αὐτὸ καὶ μεῖζον καὶ ἔλαττον γίνεσθαι καὶ τὰ σχήματα μεταβάλλειν, αὐξανομένων τῶν μορίων διὰ θερμότητα καὶ πάλιν συστελλομένων διὰ ψύξιν καὶ ἀλλοιουμένων.
在自动傀儡和玩具马车中并不存在质变,因为即使内部的车轮变小然后又变大,它也同样会作圆周运动;但在动物体内,同一部分能够变大也能变小,并改变形状,因为各个部分因热而膨胀,又因冷而收缩并发生质变。
ἀλλοιοῦσι δʼ αἱ φαντασίαι καὶ αἱ αἰσθήσεις καὶ αἱ ἔννοιαι.
而想象、感觉和思想会引起质变。
αἱ μὲν γὰρ αἰσθήσεις εὐθὺς ὑπάρχουσιν ἀλλοιώσεις τινὲς οὖσαι, ἡ δὲ φαντασία καὶ ἡ νόησις τὴν τῶν πραγμάτων ἔχουσι δύναμιν· τρόπον γάρ τινα τὸ εἶδος τὸ νοούμενον τὸ τοῦ θερμοῦ ἢ ψυχροῦ ἢ ἡδέος ἢ φοβεροῦ τοιοῦτον τυγχάνει ὂν οἷόν περ καὶ τῶν πραγμάτων ἕκαστον, διὸ καὶ φρίττουσι καὶ φοβοῦνται νοήσαντες μόνον.
因为感觉本身直接就是某种质变,而想象和理智则具有事物的力量;因为在某种意义上,关于热、冷、愉悦或可怕之物的被思考的形式,恰好具有与这些具体事物中的每一个相同的性质,因此人们仅凭想到它们就会战栗和恐惧。
ταῦτα δὲ πάντα πάθη καὶ ἀλλοιώσεις εἰσίν.
而所有这些都是受动与质变。
ἀλλοιουμένων δʼ ἐν τῷ σώματι τὰ μὲν μείζω τὰ δʼ ἐλάττω γίνεται.
当身体发生质变时,有些部分变大,有些部分变小。
ὅτι δὲ μικρὰ μεταβολὴ γινομένη ἐν ἀρχῇ μεγάλας καὶ πολλὰς ποιεῖ διαφορὰς ἄποθεν, οὐκ ἄδηλον· οἷον τοῦ οἴακος ἀκαριαῖόν τι μεθισταμένου πολλὴ ἡ τῆς πρώρας γίνεται μετάστασις.
而在起点处发生的微小变化,会在远处产生巨大而繁多的差异,这是显而易见的;例如,当舵只移动极微小的距离时,船头的移动就会变得很大。
ἔτι δὲ κατὰ θερμότητα ἢ ψύξιν ἢ κατʼ ἄλλο τι τοιοῦτον πάθος ὅταν γένηται ἀλλοίωσις περὶ τὴν καρδίαν, καὶ ἐν ταύτῃ κατὰ μέγεθος ἐν ἀναισθήτῳ μορίῳ, πολλὴν ποιεῖ τοῦ σώματος διαφορὰν ἐρυθήμασι καὶ ὠχρότησι καὶ φρίκαις καὶ τρόμοις καὶ τοῖς τούτων ἐναντίοις.
此外,当在心脏周围因热或冷,或因其他类似的受动而发生质变时,即使是在其体积微小至无法察觉的部分发生,也会通过面红、苍白、战栗、发抖以及它们的相反状态,使身体产生极大的差异。