Humanitext Reader

亚里士多德 · 动物的运动 §8

冷热变化与运动最终起点的所在

第 6 段,共 8 段 · 希腊语

内容简介

作者解释了运动的始原是伴随着冷热变化的追求或回避的对象,并论证了运动的最终源头不能存在于外周关节(这些关节同时也是其他部分的终点)中,而必须位于更核心的部位。

§8Ἀρχὴ μὲν οὖν, ὥσπερ εἴρηται, τῆς κινήσεως τὸ ἐν τῷ 8 πρακτῷ διωκτὸν καὶ φευκτόν· ἐξ ἀνάγκης δʼ ἀκολουθεῖ τῇ νοήσει καὶ τῇ φαντασίᾳ αὐτῶν θερμότης καὶ ψύξις.
因此,正如已经说过的那样,运动的起点是行动领域中追求和回避的对象;而热与冷必然伴随着对它们的思考和想象。
τὸ μὲν γὰρ λυπηρὸν φευκτόν, τὸ δʼ ἡδὺ διωκτόν (ἀλλὰ λανθάνει περὶ τὰ μικρὰ τοῦτο συμβαῖνον), ἔστι δὲ τὰ λυπηρὰ καὶ ἡδέα πάντα σχεδὸν μετὰ ψύξεώς τινος καὶ θερμότητος.
因为痛苦的事物是被回避的,而愉快的事物是被追求的(尽管在微小的事情中发生时,这不容易被察觉),而几乎所有痛苦和愉快的事物都伴随着某种冷和热。
τοῦτο δὲ δῆλον ἐκ τῶν παθημάτων.
这从我们的受动中可以清楚看出。
θάρρη γὰρ καὶ φόβοι καὶ ἀφροδισιασμοὶ καὶ τἆλλο σωματικὰ λυπηρὰ καὶ ἡδέα τὰ μὲν κατὰ μόριον μετὰ θερμότητος ἢ ψύξεώς ἐστι, τὰ δὲ καθʼ ὅλον τὸ σῶμα· μνῆμαι δὲ καὶ ἐλπίδες, οἷον εἰδώλοις χρώμεναι τοῖς τοιούτοις, ὁτὲ μὲν ἧττον ὁτὲ δὲ μᾶλλον αἰτίαι τῶν αὐτῶν εἰσιν.
因为胆量、恐惧、性兴奋以及其他身体上的痛苦和愉快,有些是在局部伴随着热或冷,有些是在整个身体中;而记忆和期望,由于使用了这类事物的影子(图像),有时较少,有时较多地成为同样结果的原因。
ὥστʼ εὐλόγως ἤδη δημιουργεῖται τὰ ἐντὸς καὶ τὰ περὶ τὰς ἀρχὰς τῶν ὀργανικῶν μορίων μεταβάλλοντα ἐκ πεπηγότων ὑγρὰ καὶ ἐξ ὑγρῶν πεπηγότα καὶ μαλακὰ καὶ σκληρὰ ἐξ ἀλλήλων.
因此,顺理成章地,内部的部分以及器官部分起点周围的部分就已经被塑造出来,通过从凝固变为液态、从液态变为凝固,以及彼此之间由软变硬、由硬变软。
τούτων δὲ συμβαινόντων τὸν τρόπον τοῦτον, καὶ ἔτι τοῦ παθητικοῦ καὶ ποιητικοῦ τοιαύτην ἐχόντων τὴν φύσιν οἵαν πολλαχοῦ εἰρήκαμεν, ὁπόταν συμβῇ ὥστʼ εἶναι τὸ μὲν ποιητικὸν τὸ δὲ παθητικόν, καὶ μηδὲν ἀπολίπῃ αὐτῶν ἑκάτερον τῶν ἐν τῷ λόγῳ, εὐθὺς τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει.
由于这些事情以这种方式发生,并且由于受动者和能动者具有我们经常描述的那种本性,每当发生一者是能动者而另一者是受动者的情况,且它们各自都不缺少定义中所规定的任何因素时,能动者便立刻作用,受动者便立刻承受。
διὰ τοῦτο δʼ ἅμα ὡς εἰπεῖν νοεῖ ὅτι πορευτέον καὶ πορεύεται, ἂν μή τι ἐμποδίζῃ ἕτερον.
为此,几乎在思考应当行走的同时,他就行走了,除非有其他事物阻碍。
τὰ μὲν γὰρ ὀργανικὰ μέρη παρασκευάζει ἐπιτηδείως τὰ πάθη, ἡ δʼ ὄρεξις τὰ πάθη, τὴν δʼ ὄρεξιν ἡ φαντασία· αὕτη δὲ γίνεται ἢ διὰ νοήσεως ἢ διʼ αἰσθήσεως.
因为受动(情念)适宜地准备了器官部分,而欲求准备受动,想象准备欲求;而这(想象)是通过思考或感觉产生的。
ἅμα δὲ καὶ ταχὺ διὰ τὸ τὸ ποιητικὸν καὶ παθητικὸν τῶν πρὸς ἄλληλα εἶναι τὴν φύσιν.
由于能动者和受动者在性质上是相互关联的,所以这是同时且迅速发生的。
τὸ δὲ κινοῦν πρῶτον τὸ ζῷον ἀνάγκη εἶναι ἔν τινι ἀρχῇ.
但是,最初推动动物的力量必须位于某个起点中。
ἡ δὲ καμπὴ ὅτι μέν ἐστι ἀρχὴ τοῦ δὲ τελευτή, εἴρηται.
然而,关节既是一个部分的起点又是另一个部分的终点,这一点已经说过。
διὸ καὶ ἔστι μὲν ὡς ἑνί, ἔστι δʼ ὡς δυσὶ χρῆται ἡ φύσις αὐτῇ.
因此,自然有时将其作为一者使用,有时将其作为两者使用。
ὅταν γὰρ κινῆται ἐντεῦθεν, ἀνάγκη τὸ μὲν ἠρεμεῖν τῶν σημείων τῶν ἐσχάτων, τὸ δὲ κινεῖσθαι· ὅτι γὰρ πρὸς ἠρεμοῦν δεῖ ἀπερείδεσθαι τὸ κινοῦν, εἴρηται πρότερον.
因为当运动从那里开始时,极端点之一必须静止,而另一个必须运动;因为之前已经说过,推动者必须靠在静止者身上来支撑。
κινεῖται μὲν οὖν καὶ οὐ κινεῖ τὸ ἔσχατον τοῦ βραχίονος, τῆς δʼ ἐν τῷ ὠλεκράνῳ κάμψεως τὸ μὲν κινεῖται τὸ ἐν αὐτῷ τῷ ὅλῳ κινουμένῳ, ἀνάγκη δʼ εἶναί τι καὶ ἀκίνητον, ὃ δή φαμεν δυνάμει μὲν ἓν εἶναι σημεῖον, ἐνεργείᾳ δὲ γίνεσθαι δύο· ὥστʼ εἰ τὸ ζῷον ἦν ὁ βραχίων, ἐνταῦθ᾿ ἄν που ἦν ἡ ἀρχὴ τῆς ψυχῆς ἡ κινοῦσα.
因此,前臂的极端部分虽然运动,但不推动其他任何东西;但在肘关节中,处于整个运动成员中的那部分在运动,但必须也有某种不动的东西,我们说这在潜能上是一个点,而在现实中变成了两个;因此,如果动物是前臂,那么灵魂的运动起点就会在这里的某个地方。
ἐπεὶ δʼ ἐνδέχεται καὶ πρὸς τὴν χεῖρα ἔχειν τι οὕτως τῶν ἀψύχων, οἷον εἰ κινοίη τὴν βακτηρίαν ἐν τῇ χειρί, φανερὸν ὅτι οὐκ ἂν εἴη ἐν οὐδετέρῳ ἡ ψυχὴ τῶν ἐσχάτων, οὔτʼ ἐν τῷ ἐσχάτῳ τοῦ κινουμένου οὔτʼ ἐν τῇ ἑτέρᾳ ἀρχῇ.
但是,既然无生命的事物也可能与手处于这种关系中(例如在手中移动一根拐杖时),显而易见,灵魂不会在这两个极端的任何一者中,既不在运动物体的极端,也不在另一个起点中。
καὶ γὰρ τὸ ξύλον ἔχει καὶ ἀρχὴν καὶ τέλος πρὸς τὴν χεῖρα.
因为木头相对于手也同样具有起点和终点。
ὥστε διά γε τοῦτο, εἰ μὴ καὶ ἐν τῇ βακτηρίᾳ ἡ κινοῦσα ἀπὸ τῆς ψυχῆς ἀρχὴ ἔνεστιν, οὐδʼ ἐν τῇ χειρί· ὁμοίως γὰρ ἔχει καὶ τὸ ἄκρον τῆς χειρὸς πρὸς τὸν καρπόν, καὶ τοῦτο τὸ μέρος πρὸς τὸ ὠλέκρανον.
所以,至少由于这个原因,如果源自灵魂的运动起点不在拐杖中,它也不在手中;因为手的极端相对于手腕处于同样的关系,而这部分相对于肘部也是如此。
οὐδὲν γὰρ διαφέρει τὰ προσπεφυκότα τῶν μή· γίνεται γὰρ ὥσπερ ἀφαιρετὸν μέρος ἡ βακτηρία.
因为自然长成的部分与非自然长成的部分之间没有区别;因为拐杖变成了仿佛一个可分离的部分。
ἀνάγκη ἄρα ἐν μηδεμιᾷ εἶναι ἀρχῇ, ἥ ἐστιν ἄλλου τελευτή, μηδὲ εἴ τι ἐστὶν ἕτερον ἐκείνου ἐξωτέρω, οἷον τοῦ μὲν τῆς βακτηρίας ἐσχάτου ἐν τῇ χειρὶ ἡ ἀρχή, τούτου δʼ ἐν τῷ καρπῷ.
因此,在任何属于另一者终点的起点中,都不可能有(灵魂的起点)存在,如果还有其他比那更靠外的东西也是如此(例如,拐杖极端的起点在手中,而手的起点在手腕中)。
εἰ δὲ μηδʼ ἐν τῇ χειρί, ὅτι ἀνωτέρω ἔτι, ἡ ἀρχὴ οὐδʼ ἐνταῦθα· ἔτι γὰρ τοῦ ὠλεκράνου μένοντος κινεῖται ἅπαν τὸ κάτω συνεχές.
如果连在手中也没有(因为起点还在更高的位置),那么那里(手腕)也没有;因为即使肘部仍然保持静止,其下方相连的所有连续部分都在运动。

词汇与语法注释

  1. 702a16τὰ μὲν γὰρ ὀργανικὰ μέρη παρασκευάζει ἐπιτηδείως τὰ πάθη — 在此子句中,中性复数主格的 'τὰ πάθη'(受动/情念)是主语,而 'τὰ ὀργανικὰ μέρη'(器官部分)则是宾语(宾格)。动词 'παρασκευάζει' 采用单数形式,是为了与中性复数主语一致。根据后续句子的因果链条(想象准备欲求,欲求准备情念,情念使器官部分做好运动的准备),这一语法关系是一致且确定的。
  2. 702a29δυνάμει μὲν ἓν εἶναι σημεῖον, ἐνεργείᾳ δὲ γίνεσθαι δύο — 解释关节物理与几何双重性的亚里士多德式对比。关节的接点在静止(潜能)状态下是一个点,但在运动(现实)状态下,则具体化为两个不同的功能极限——一个是运动的极端,另一个是静止的极端。
  3. 702b6ἀνάγκη ἄρα ἐν μηδεμιᾷ εἶναι ἀρχῇ, ἥ ἐστιν ἄλλου τελευτή — 这一论证指出,在“同时属于另一者终点的起点”中,不可能存在灵魂运动的源头。外周关节(如手腕或肘部)虽然是更外侧部分(手或前臂)的运动起点,但同时也是更靠内侧部分的运动终点。由于这种处于依赖关系中的点不能成为真正的第一运动源,因此得出结论:灵魂的所在地必须是更核心、不依赖他者的始原。

引用这一段

亚里士多德, 动物的运动 §8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg021.humanitext-grc1:8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。