← アリストテレス

動物の運動について

§7

実践三段論法と自動機械に似た身体運動機構

アリストテレスは実践三段論法を導入し、前提の思考がどのように直接的な行動という結論に結びつくかを説明する。さらに、動物の肉体的運動メカニズムを自動機械(からくり)や玩具に例え、心臓周辺の微小な熱的変化が身体全体の大きな運動を引き起こすプロセスを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7

Πῶς δὲ νοῶν ὁτὲ μὲν πράττει ὁτὲ δʼ οὐ πράττει, καὶ 7 κινεῖται, ὁτὲ δʼ οὐ κινεῖται; ἔοικε παραπλησίως συμβαίνειν καὶ περὶ τῶν ἀκινήτων διανοουμένοις καὶ συλλογιζομένοις.1 ἀλλʼ ἐκεῖ μὲν θεώρημα τὸ τέλος (ὅταν γὰρ τὰς δύο προτάσεις νοήσῃ, τὸ συμπέρασμα ἐνόησε καὶ συνέθηκεν), ἐνταῦθα δʼ ἐκ τῶν δύο προτάσεων τὸ συμπέρασμα γίνεται ἡ πρᾶξις, οἷον ὅταν νοήσῃ ὅτι παντὶ βαδιστέον ἀνθρώπῳ, αὐτὸς δʼ ἄνθρωπος, βαδίζει εὐθέως, ἂν δʼ ὅτι οὐδενὶ βαδιστέον νῦν ἀνθρώπῳ, αὐτὸς δʼ ἄνθρωπος, εὐθὺς ἠρεμεῖ· καὶ ταῦτα ἄμφω πράττει, ἂν μή τι κωλύῃ ἢ ἀναγκάζῃ. ποιητέον μοι ἀγαθόν, οἰκία δʼ ἀγαθόν· ποιεῖ οἰκίαν εὐθύς. σκεπάσματος δέομαι, ἱμάτιον δὲ σκέπασμα· ἱματίου δέομαι. οὗ δέομαι, ποιητέον· ἱματίου δέομαι· ἱμάτιον ποιητέον. καὶ τὸ συμπέρασμα, τὸ ἱμάτιον ποιητέον, πρᾶξίς ἐστιν. πράττει δʼ ἀπʼ ἀρχῆς. εἰ ἱμάτιον ἔσται, ἀνάγκη εἶναι τόδε πρῶτον, εἰ δὲ τόδε, τόδε· καὶ τοῦτο πράττει εὐθύς. ὅτι μὲν οὖν ἡ πρᾶξις τὸ συμπέρασμα,2 φανερόν· αἱ δὲ προτάσεις αἱ ποιητικαὶ διὰ δύο εἰδῶν γίνονται, διά τε τοῦ ἀγαθοῦ καὶ διὰ τοῦ δυνατοῦ. ὥσπερ δὲ τῶν ἐρωτώντων ἔνιοι, οὕτω τὴν ἑτέραν πρότασιν τὴν δήλην οὐδʼ ἡ διάνοια ἐφιστᾶσα σκοπεῖ οὐδέν· οἷον εἰ τὸ βαδίζειν ἀγαθὸν ἀνθρώπῳ, ὅτι αὐτὸς ἄνθρωπος, οὐκ ἐνδιατρίβει. διὸ καὶ ὅσα μὴ λογισάμενοι πράττομεν, ταχὺ πράττομεν. ὅταν ἐνεργήσῃ γὰρ ἢ τῇ αἰσθήσει πρὸς τὸ οὗ ἕνεκα ἢ τῇ φαντασίᾳ ἢ τῷ νῷ, οὗ ὀρέγεται, εὐθὺς ποιεῖ ἀντʼ ἐρωτήσεως γὰρ ἢ νοήσεως ἡ τῆς ὀρέξεως γίνεται ἐνέργεια. ποτέον μοι, ἡ ἐπιθυμία λέγει· τοδὶ δὲ ποτόν, ἡ αἴσθησις εἶπεν ἢ ἡ φαντασία ἢ ὁ νοῦς· εὐθὺς πίνει. οὕτως μὲν οὖν ἐπὶ τὸ κινεῖσθαι καὶ πράττειν τὰ ζῷα ὁρμῶσι, τῆς μὲν ἐσχάτης αἰτίας τοῦ κινεῖσθαι ὀρέξεως οὔσης, ταύτης δὲ γινομένης ἢ διʼ αἰσθήσεως ἢ διὰ φαντασίας καὶ νοήσεως. τῶν δʼ ὀρεγομένων πράττειν τὰ μὲν διʼ ἐπιθυμίαν ἢ θυμὸν τὰ δὲ διʼ ὄρεξιν ἢ βούλησιν τὰ μὲν ποιοῦσι, τὰ δὲ πράττουσιν. ὥσπερ δὲ τὰ αὐτόματα κινεῖται μικρᾶς κινήσεως γινομένης, λυομένων τῶν στρεβλῶν καὶ κρουόντων ἀλλήλας τὰς στρέβλας, καὶ τὸ ἁμάξιον, ὅπερ ὀχούμενον αὐτὸ κινεῖ εἰς εὐθύ, καὶ πάλιν κύκλῳ κινεῖται τῷ ἀνίσους ἔχειν τοὺς τροχούς (ὁ γὰρ ἐλάττων ὥσπερ κέντρον γίνεται, καθάπερ ἐν τοῖς κυλίνδροις), οὕτω καὶ τὰ ζῷα κινεῖται. ἔχει γὰρ ὄργανα τοιαῦτα τήν τε τῶν νεύρων φύσιν καὶ τὴν τῶν ὀστῶν, τὰ μὲν ὡς ἐκεῖ τὰ ξύλα καὶ ὁ σίδηρος, τὰ δὲ νεῦρα ὡς αἱ στρέβλαι· ὧν λυομένων καὶ ἀνιεμένων3 κινοῦνται. ἐν μὲν οὖν τοῖς αὐτομάτοις καὶ τοῖς ἁμαξίοις οὐκ ἔστιν ἀλλοίωσις, ἐπεὶ εἰ ἐγίνοντο ἐλάττους οἱ ἐντὸς τροχοὶ καὶ πάλιν μείζους, κἂν κύκλῳ τὸ αὐτὸ ἐκινεῖτο· ἐν δὲ τῷ ζῴῳ δύναται τὸ αὐτὸ καὶ μεῖζον καὶ ἔλαττον γίνεσθαι καὶ τὰ σχήματα μεταβάλλειν, αὐξανομένων τῶν μορίων διὰ θερμότητα καὶ πάλιν συστελλομένων διὰ ψύξιν καὶ ἀλλοιουμένων. ἀλλοιοῦσι δʼ αἱ φαντασίαι καὶ αἱ αἰσθήσεις καὶ αἱ ἔννοιαι. αἱ μὲν γὰρ αἰσθήσεις εὐθὺς ὑπάρχουσιν ἀλλοιώσεις τινὲς οὖσαι, ἡ δὲ φαντασία καὶ ἡ νόησις τὴν τῶν πραγμάτων ἔχουσι δύναμιν· τρόπον γάρ τινα τὸ εἶδος τὸ νοούμενον τὸ τοῦ θερμοῦ ἢ ψυχροῦ ἢ ἡδέος ἢ φοβεροῦ τοιοῦτον τυγχάνει ὂν οἷόν περ καὶ τῶν πραγμάτων ἕκαστον, διὸ καὶ φρίττουσι καὶ φοβοῦνται νοήσαντες μόνον. ταῦτα δὲ πάντα πάθη καὶ ἀλλοιώσεις εἰσίν. ἀλλοιουμένων δʼ ἐν τῷ σώματι τὰ μὲν μείζω τὰ δʼ ἐλάττω γίνεται. ὅτι δὲ μικρὰ μεταβολὴ γινομένη ἐν ἀρχῇ μεγάλας καὶ πολλὰς ποιεῖ διαφορὰς ἄποθεν, οὐκ ἄδηλον· οἷον τοῦ οἴακος ἀκαριαῖόν τι μεθισταμένου πολλὴ ἡ τῆς πρώρας γίνεται μετάστασις. ἔτι δὲ κατὰ θερμότητα ἢ ψύξιν ἢ κατʼ ἄλλο τι τοιοῦτον πάθος ὅταν γένηται ἀλλοίωσις περὶ τὴν καρδίαν, καὶ ἐν ταύτῃ κατὰ μέγεθος ἐν ἀναισθήτῳ μορίῳ, πολλὴν ποιεῖ τοῦ σώματος διαφορὰν ἐρυθήμασι καὶ ὠχρότησι καὶ φρίκαις καὶ τρόμοις καὶ τοῖς τούτων ἐναντίοις.

しかし、思考する者が、ある時は行動しある時は行動せず、またある時は動きある時は動かないのは、どのようにしてなのか?それは、不動のものについて思索し、推論する人々に起こることとほぼ同様に起こるようである。しかし、あちらでは目的は観想的な結論であり(なぜなら、二つの前提を考えると、結論を考え、それを構成するからである)、こちらでは、二つの前提から生じる結論が行働となる。たとえば、「すべての人間は歩くべきである」と考え、自分が人間である(と考える)と、直ちに歩く。しかし、「今はどの人間も歩くべきではない」と(考え)、自分が人間である(と考える)と、直ちに静止する。そして、何か妨げるものや強制するものがなければ、これら両方の行動をする。「私は善いものを作るべきであり、家は善いものである」と(考えると)、直ちに家を作る。「私は覆いを必要としており、上着は覆いである」、ゆえに「私は上着を必要としている」。「私が必要とするものは、作らなければならない。私は上着を必要としている。」ゆえに「上着を作らなければならない」。そして、「上着を作らなければならない」という結論は、行動である。そして、彼は始まりから行動する。「もし上着が存在することになるならば、まずこれが存在しなければならず、もしこれならば、これが(存在しなければならない)」と考え、これを直ちに行う。したがって、行動が結論であることは明らかである。しかし、行動を導く前提は、二つの形式、すなわち、善を通じて、また可能を通じて生じる。質問する者たちのうちのある者がそうであるように、思考もまた、自明であるもう一方の前提について、注意を留めて考察することは全くない。たとえば、「歩くことは人間にとって善いことである」とするなら、自分が人間であるということには、時間を費やさないのである。それゆえ、推論せずに行うことは、すべて迅速に行うのである。なぜなら、欲求するものという目的に向けて、感覚、あるいは想像、あるいは知性によって活動したとき、直ちに行動するからである。なぜなら、質問や思考の代わりに、欲求の活動が生じるからである。「私は飲むべきだ」と欲望が言い、「これは飲み物である」と感覚、あるいは想像、あるいは知性が言うと、直ちに飲む。このようにして、動物は動き、行動することへと駆り立てられるのであり、動くことの究極の原因は欲求であり、この欲求は、感覚、または想像と思考を通じて生じるのである。そして、行動することを欲求するもののうち、あるものは欲望や気慨によって、あるものは欲求や意志によって、あるものは制作し、あるものは行動する。しかし、自動機械が、わずかな運動が生じることによって、捩じられた紐が緩められ、互いに衝突し合うことで動き、また、おもちゃの馬車(それが載せられて自らまっすぐに進み、車輪が不均等であるために再び円を描いて動くもの。なぜなら小さい方の車輪が、円柱におけるのと同様に、一種の中心となるからである)が動くように、そのようにして動物も動くのである。なぜなら、動物は腱と骨の性質という、そのような器官を持っているからである。骨は自動機械における木や鉄のようなものであり、腱は捩じられた紐のようなものである。これらが緩められ、また弛緩されることで、動物は動くのである。さて、自動機械やおもちゃの馬車においては質的変化は存在しない。というのも、もし内側の車輪が小さくなり、また大きくなったなら、それだけでも同じように円を描いて動いたであろうからである。しかし、動物においては、同じものがより大きくも小さくもなり、形状を変化させることが可能である。それは、熱によって部分が膨張し、再び冷気によって収縮し、質的に変化するからである。そして、想像、感覚、思考が変化を生じさせるのである。なぜなら、感覚はそれ自体がある種の変化として直接存在しているのに対し、想像と思考は事物の持つ力を持っているからである。なぜなら、ある意味で、思考される形相、すなわち熱、冷、快、あるいは恐るべきものの形相は、事物の各々がそうであるのとまさに同じような性質のものとなるからであり、それゆえ、単に考えるだけで、人々は身震いし、恐れるのである。そして、これらはすべて受動状態であり変化である。そして、身体において変化が生じると、あるものはより大きく、あるものはより小さくなる。そして、始原において生じる小さな変化が、離れた場所において大きな、かつ多くの差異を生み出すということは、明らかである。たとえば、舵がほんのわずか動かされるだけで、船首の大きな位置の変化が生じるようなものである。さらに、熱や冷気、あるいは何かそのような他の受動状態に従って、心臓の周辺で変化が生じたとき、しかもそれが心臓のなかの感覚されない(ほど小さな)部分においてであっても、赤面、蒼白、身震い、震え、およびそれらの反対の現象によって、身体に大きな差異を生み出すのである。

構文注3 件
  1. 701a8διανοουμένοις καὶ συλλογιζομένοις

    与格分詞。非人称動詞 ἔοικε および不定詞 συμβαίνειν の意味上の主語を表す。「思索し推論する人々に対して〜が起こる」という意味構造を形成している。

  2. 701a22ἡ πρᾶξις τὸ συμπέρασμα

    主辞と補語の関係。πρᾶξις が主語、συμπέρασμα が補語。実践三段論法(行動を導く推論)において、結論は単なる命題としての思考ではなく、物理的な「行動そのもの」になるというアリストテレスの独自の論理を端的に示している。

  3. 701b9ὧν λυομένων καὶ ἀνιεμένων

    属格独立構文。関係代名詞 ὧν は、前文の στρέβλαι(捩じられた紐、またはペグ)を先行詞とし、それが緩められたり解放されたりすることを表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(10 件・最終 2026-09-30)
  • 2026-09-30 表記の統一 — 訳文 10 件
urn:cts:greekLit:tlg0086.tlg021.humanitext-grc1:7