Humanitext Reader

亚里士多德 · 动物的运动 §5-6

自身运动中的静止与理智欲求的动因

第 4 段,共 8 段 · 希腊语

内容简介

第5章结合空间移动、质变、增长及生成消灭等不同变化形式,探讨了自我运动事物中静止部分的必要性。第6章分析了作为动物运动内在始原的理智与欲求,阐明了作为实践目的的善或快乐如何作为不动的推动者激发欲求并最终引起空间移动。

§5Πότερον δʼ ἐν τῷ αὐτῷ αὐτὸ κινοῦντι κατὰ τόπον μόνῳ δεῖ 5 τι μένειν, ἢ καὶ ἐν τῷ ἀλλοιουμένῳ αὐτῷ ὑφʼ αὐτοῦ καὶ αὐξανομένῳ;
但是,是否仅在空间上作自我运动的物体中才必须有某种东西保持静止,还是在由自身引起质变和增长的物体中也同样需要呢?
περὶ δὲ γενέσεως τῆς ἐξ ἀρχῆς καὶ φθορᾶς ἄλλος λόγος· εἰ γάρ ἐστιν ἥνπερ φαμὲν πρώτην κίνησιν γενέσεως καὶ φθορᾶς, αὕτη αἰτία ἂν εἴη, καὶ τῶν ἄλλων δὲ κινήσεων ἴσως πασῶν.
至于最初的生成与消灭则是另一个讨论;因为如果存在着我们所说的生成与消灭的第一运动,那么它就会是其原因,而且或许也是所有其他运动的原因。
ὥσπερ δʼ ἐν τῷ ὅλῳ, καὶ ἐν τῷ ζῴῳ κίνησις πρώτη αὕτη, ὅταν τελεωθῇ· ὥστε καὶ αὐξήσεως, εἴ ποτε γίνεται, αὐτὸ αὐτῷ αἴτιον καὶ ἀλλοιώσεως, εἰ δὲ μή, οὐκ ἀνάγκη.
正如在宇宙整体中一样,在动物身上,当它发育完全时,这也是它的第一运动;因此,对于增长(如果它何时发生的话)和质变而言,它自身就是自身的原因,但如果发育未完全,则并非必然。
αἱ δὲ πρῶται αὐξήσεις καὶ ἀλλοιώσεις ὑπʼ ἄλλου γίνονται καὶ δί ἑτέρων· γενέσεως δὲ καὶ φθορᾶς οὐδαμῶς οἷόν τε αὐτὸ αἴτιον εἶναι αὑτῷ οὐδέν.
而最初的增长和质变是由他物并通过他物而引起的;至于生成和消灭,任何事物都绝无可能成为自身的原因。
προϋπάρχειν γὰρ δεῖ τὸ κινοῦν τοῦ κινουμένου καὶ τὸ γεννῶν τοῦ γεννωμένου αὐτὸ δʼ αὐτοῦ πρότερον οὐδέν ἐστιν.
因为推动者必须先于被推动者存在,产生者也必须先于被产生者存在,而没有任何事物能够先于它自身。
§6Περὶ μὲν οὖν ψυχῆς, εἴτε κινεῖται εἴτε μή, καὶ εἰ κινεῖται,6 πῶς κινεῖται, πρότερον εἴρηται ἐν τοῖς διωρισμένοις περὶ αὐτῆς.
关于灵魂,无论它是否运动,以及如果运动,6 它是如何运动的,在先前关于灵魂的专门讨论中已经说过。
ἐπεὶ δὲ τὰ ἄψυχα πάντα κινεῖται ὑφʼ ἑτέρου, περὶ δὲ τοῦ πρώτου κινουμένου καὶ ἀεὶ κινουμένου, τίνα τρόπον κινεῖται, καὶ πῶς κινεῖ τὸ πρῶτον κινοῦν, διώρισται πρότερον ἐν τοῖς περὶ τῆς πρώτης φιλοσοφίας, λοιπόν ἐστι θεωρῆσαι πῶς ἡ ψυχὴ κινεῖ τὸ σῶμα, καὶ τίς ἡ ἀρχὴ τῆς τοῦ ζῴου κινήσεως.
但是,既然所有无生命之物都是被他物推动的,而关于最先被推动且永远运动之物是以何种方式运动,以及第一推动者如何推动,在先前关于第一哲学(形而上学)的讨论中已经作了界定,那么剩下的就是考察灵魂如何推动身体,以及动物运动的始原是什么。
τῶν γὰρ ἄλλων παρὰ τὴν τοῦ ὅλου κίνησιν τὰ ἔμψυχα αἴτια τῆς κινήσεως, ὅσα μὴ κινεῖται ὑπ᾿ ἀλλήλων διὰ τὸ προσκόπτειν ἀλλήλοις.
因为在宇宙整体的运动之外,凡不是因为彼此碰撞而相互推动的生物,都是运动的原因。
διὸ καὶ πέρας ἔχουσιν αὐτῶν πᾶσαι αἱ κινήσεις· καὶ γὰρ καὶ αἱ τῶν ἐμψύχων.
因此,它们的所有运动都有一个限度;因为生物的运动也是如此。
πάντα γὰρ τὰ ζῷα καὶ κινεῖ καὶ κινεῖται ἕνεκά τινος, ὥστε τοῦτʼ ἔστιν αὐτοῖς πάσης τῆς κινήσεως πέρας, τὸ οὗ ἕνεκα.
因为一切动物的推动和被推动都是为了某个目的,所以这对它们来说就是一切运动的限度,即那为了目的之物。
ὁρῶμεν δὲ τὰ κινοῦντα τὸ ζῷον διάνοιαν καὶ φαντασίαν καὶ προαίρεσιν καὶ βούλησιν καὶ ἐπιθυμίαν.
我们看到,推动动物的是理智、想象、抉择、意志和欲望。
ταῦτα δὲ πάντα ἀνάγεται εἰς νοῦν καὶ ὄρεξιν.
而所有这些都可以归结为理智与欲求。
καὶ γὰρ ἡ φαντασία καὶ ἡ αἴσθησις τὴν αὐτὴν τῷ νῷ χώραν ἔχουσιν· κριτικὰ γὰρ πάντα, διαφέρουσι δὲ κατὰ τὰς εἰρημένας ἐν ἄλλοις διαφοράς.
因为想象和感觉与理智占有相同的地位;因为它们都是具有判定能力的,只是根据在其他地方所说的差异而有所不同。
βούλησις δὲ καὶ θυμὸς καὶ ἐπιθυμία πάντα ὄρεξις, ἡ δὲ προαίρεσις κοινὸν διανοίας καὶ ὀρέξεως· ὥστε κινεῖ πρῶτον τὸ ὀρεκτὸν καὶ τὸ διανοητόν.
而意志、激情和欲望都是欲求,抉择则是理智与欲求所共有的;因此,最先推动的是欲求的对象和理智的对象。
οὐ πᾶν δὲ τὸ διανοητόν, ἀλλὰ τὸ τῶν πρακτῶν τέλος.
但并非所有的理智对象,而是实践事务的终点(目的)。
διὸ τὸ τοιοῦτόν ἐστι τῶν ἀγαθῶν τὸ κινοῦν, ἀλλʼ οὐ πᾶν τὸ καλόν· γὰρ ἕνεκα τούτου ἄλλο, καὶ τέλος ἐστὶ τῶν ἄλλου τινὸς ἕνεκα ὄντων, ταύτῃ κινεῖ.
因此,在善的事物中,是这一类的东西在推动,而非所有的美(高贵)之物;因为在其他事物为了它而存在,并且它是其他为了某物而存在之物的终点这一范围内,它以这种方式推动。
δεῖ δὲ τιθέναι καὶ τὸ φαινόμενον ἀγαθὸν ἀγαθοῦ χώραν ἔχειν, καὶ τὸ ἡδύ· φαινόμενον γάρ ἐστιν ἀγαθόν.
我们还必须假定,显现出来的善也具有善的地位,快乐也是如此;因为快乐是一种显现出来的善。
ὥστε δῆλον ὅτι ἔστι μὲν ὁμοίως κινεῖται τὸ ἀεὶ κινούμενον ὑπὸ τοῦ ἀεὶ κινοῦντος καὶ τῶν ζῴων ἕκαστον, ἔστι δʼ ἄλλως, διὸ καὶ τὰ μὲν ἀεὶ κινεῖται, ἡ δὲ τῶν ζῴων κίνησις ἔχει πέρας.
因此很明显,一方面,在被永远推动者由永远推动者推动这一点上,与每一个动物被推动的情形是相似的,但另一方面也有所不同,因此前者是永远运动的,而动物的运动则有一个限度。
τὸ δὲ ἀΐδιον καλόν, καὶ τὸ ἀληθῶς καὶ τὸ πρώτως ἀγαθὸν καὶ μὴ ποτὲ μὲν ποτὲ δὲ μή, θειότερον καὶ τιμιώτερον ἢ ὥστʼ εἶναι πρότερόν 〈τι〉.
但是,永恒的美,以及那真实且原初的、并非时而如此时而不然的善,由于太神圣、太尊贵,以至于不可能有任何东西在其先。
τὸ μὲν οὖν πρῶτον οὐ κινούμενον κινεῖ, ἡ δʼ ὄρεξις καὶ τὸ ὀρεκτικὸν κινούμενον κινεῖ.
因此,第一推动者在不运动的情况下推动,而欲求和欲求器官则是在被推动的情况下推动。
τὸ δὲ τελευταῖον τῶν κινουμένων οὐκ ἀνάγκη κινεῖν οὐδέν.
但在被推动者中的最后一个,不必然推动任何东西。
φανερὸν δʼ ἐκ τούτων καὶ ὅτι εὐλόγως ἡ φορὰ τελευταία τῶν γινομένων ἐν τοῖς κινουμένοις· κινεῖται γὰρ καὶ πορεύεται τὸ ζῷον ὀρέξει ἢ προαιρέσει, ἀλλοιωθέντος τινὸς κατὰ τὴν αἴσθησιν ἢ τὴν φαντασίαν.
从这些也可以明显看出,在被推动者中发生的事情里,空间移动合乎理性地是最后发生的;因为动物是因欲求或抉择而运动和行进的,此时某种东西已根据感觉或想象发生了变化。

词汇与语法注释

  1. 700a28ἥνπερ φαμὲν πρώτην κίνησιν — 关系代名词 ἥνπερ 经历了“先行词吸收”的语法构造,将名词 κίνησιν 吸入关系从句内部。整体理解为“我们所说的生成与消灭的第一运动”。
  2. 700b25ᾗ γὰρ ἕνεκα τούτου ἄλλο — 关系代名词 ὅς 的阴性与格 ᾗ 在此作副词使用,表示“在……的范围内”或“由于”这一限制性语义。它引导解释目的因(作为不动的推动者)如何引起运动的从属句。
  3. 700b33ἢ ὥστʼ εἶναι πρότερόν 〈τι〉 — 在比较级形容词 θειότερον καὶ τιμιώτερον(更神圣、更尊贵)之后,接结果连词 ὥστε(此处缩写为 ὥστʼ)与不定式 εἶναι,表示“过于……以至于不能……”这一伴随比较级的限制性结果用法。

引用这一段

亚里士多德, 动物的运动 §5-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg021.humanitext-grc1:5-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。