§5#2Κοινὸν δὲ κατὰ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι.
不属于任何主体,是所有实体的共同特征。
Ἡ μὲν γὰρ πρώτη οὐσία οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ᾿ ὑποκειμένου λέγεται· τῶν δὲ δευτέρων οὐσιῶν φανερὸν μὲν καὶ οὕτως ὅτι οὐκ εἰσὶν ἐν ὑποκειμένῳ.
因为第一实体既不存在于主体之中,也不对主体说;而对于第二实体,从以下方面也能显而易见它们不在主体之中。
Ὁ γὰρ ἄνθρωπος καθ᾿ ὑποκειμένου μὲν τοῦ τινὸς ἀνθρώπου λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐκ ἔστιν· οὐ γὰρ ἐν τῷ τινὶ ἀνθρώπῳ ὁ ἄνθρωπός ἐστιν.
因为“人”是对主体(即具体的人)说的,但并不存在于主体之中;因为“人”并不在具体的人之中。
Ὡσαύτως δὲ καὶ τὸ ζῷον καθ᾿ ὑποκειμένου μὲν λέγεται τοῦ τινὸς ἀνθρώπου, οὐκ ἔστι δὲ τὸ ζῷον ἐν τῷ τινὶ ἀνθρώπῳ.
同样,“动物”也是对主体(即具体的人)说的,但“动物”并不在具体的人之中。
Ἔτι δὲ τῶν ἐν ὑποκειμένῳ ὄντων τὸ μὲν ὄνομα οὐδὲν κωλύει κατηγορεῖσθαί ποτε τοῦ ὑποκειμένου, τὸν δὲ λόγον ἀδύνατον.
此外,对于存在于主体之中的事物,没有什么能妨碍其名称有时被用来陈述该主体,而其定义则是绝对不可能的。
Τῶν δὲ δευτέρων οὐσιῶν κατηγορεῖται καὶ ὁ λόγος κατὰ τοῦ ὑποκειμένου καὶ τοὔνομα· τὸν γὰρ τοῦ ἀνθρώπου λόγον κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορήσεις, καὶ τὸν τοῦ ζῴου ὡσαύτως.
但对于第二实体,其定义和名称都陈述该主体;因为你会将“人”的定义陈述具体的人,而将“动物”的定义也同样陈述。
Ὥστε οὐκ ἂν εἴη ἡ οὐσία τῶν ἐν ὑποκειμένῳ.
因此,实体不会属于存在于主体之中的事物。
Οὐκ ἴδιον δὲ τοῦτο τῆς οὐσίας, ἀλλὰ καὶ ἡ διαφορὰ τῶν μὴ ἐν ὑποκειμένῳ ἐστίν.
但这不是实体所特有的,不属于主体之中的特征也属于差异。
Τὸ γὰρ πεζὸν καὶ τὸ δίπουν καθ᾿ ὑποκειμένου μὲν λέγεται τοῦ ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐκ ἔστιν· οὐ γὰρ ἐν τῷ ἀνθρώπῳ ἐστὶ τὸ δίπουν ἢ τὸ πεζόν.
因为“陆生的”和“双足的”是对作为主体的“人”说的,但并不存在于主体之中;因为“双足的”或“陆生的”并不在人之中。
Καὶ ὁ λόγος δὲ κατηγορεῖται ὁ τῆς διαφορᾶς, καθ᾿ οὗ ἂν λέγηται ἡ διαφορά, οἷον εἰ τὸ πεζὸν κατὰ τοῦ ἀνθρώπου λέγεται, καὶ ὁ λόγος ὁ τοῦ πεζοῦ κατηγορηθήσεται τοῦ ἀνθρώπου· πεζὸν γάρ ἐστιν ὁ ἄνθρωπος.
并且,只要差异对某物说,差异的定义也同样陈述该物;例如,如果“陆生的”对人说,“陆生的”的定义也将被陈述于人;因为人是陆生的。
Μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις, μή ποτε ἀναγκασθῶμεν οὐκ οὐσίας αὐτὰ φάσκειν εἶναι· οὐ γὰρ οὕτω τὰ ἐν ὑποκειμένῳ ἐλέγετο τὰ ὡς μέρη ὑπάρχοντα ἔν τινι.
我们不要因为实体的部分作为整体之物而存在于整体之中感到困惑,免得我们被迫说它们不是实体;因为作为部分存在于某物之中的东西,并不是我们先前所说的那种“在主体之中”。
Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς τὸ πάντα συνωνύμως ἀπ᾿ αὐτῶν λέγεσθαι.
实体和差异的另一个共同特征是,所有从它们而来的称呼都是同义的。
Πᾶσαι γὰρ αἱ ἀπ᾿ αὐτῶν κατηγορίαι ἤτοι κατὰ τῶν ἀτόμων κατηγοροῦνται ἢ κατὰ τῶν εἰδῶν.
因为所有从它们而来的陈述,要么陈述个体,要么陈述种。
Ἀπὸ μὲν γὰρ τῆς πρώτης οὐσίας οὐδεμία ἐστὶ κατηγορία· κατ᾿ οὐδενὸς γὰρ ὑποκειμένου λέγεται· τῶν δὲ δευτέρων οὐσιῶν τὸ μὲν εἶδος κατὰ τοῦ ἀτόμου κατηγορεῖται, τὸ δὲ γένος καὶ.
因为从第一实体出发不作任何陈述,因为它不对任何主体说;而对于第二实体,种被用来陈述个体,类则既被用来陈述种,也被用来陈述个体。
κατὰ τοῦ εἴδους καὶ κατὰ τοῦ ἀτόμου. Ὡσαύτως δὲ καὶ αἱ διαφοραὶ κατὰ τῶν εἰδῶν καὶ κατὰ τῶν ἀτόμων κατηγοροῦνται.
同样,差异也陈述种和个体。
Καὶ τὸν λόγον δὲ ἐπιδέχονται αἱ πρῶται οὐσίαι τὸν τῶν εἰδῶν καὶ τὸν τῶν γενῶν, καὶ τὸ εἶδος δὲ τὸν τοῦ γένους· ὅσα γὰρ κατὰ τοῦ κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται.
并且,第一实体接受种和类的定义,种也接受类的定义;因为凡是对被陈述者说的,也将全部对主体说。
Ὡςαύτως δὲ καὶ τὸν τῶν διαφορῶν λόγον ἐπιδέχεται τὰ εἴδη καὶ τὰ ἄτομα.
同样,种和个体也接受差异的定义。
Συνώνυμα δέ γε ἦν ὦν καὶ τοὔνομα κοινὸν καὶ ὁ λόγος ὁ αὐτός, ὥστε πάντα τὰ ἀπὸ τῶν οὐσιῶν καὶ τὰ ἀπὸ τῶν διαφορῶν συνωνύμως λέγεται.
而名称相同且定义也相同的那些事物便是同义的;因此,所有从实体而来以及从差异而来的称呼,都是同义地被说的。
Πᾶσα δὲ οὐσία δοκεῖ τόδε τι σημαίνειν.
所有实体似乎都表示“这一个”。
Ἐπὶ μὲν οὖν τῶν πρώτων οὐσιῶν ἀναμφισβήτητον καὶ ἀληθές ἐστιν ὅτι τόδε τι σημαίνει· ἄτομον γὰρ καὶ ἓν ἀριθμῷ τὸ δηλούμενόν ἐστιν·
对于第一实体而言,它表示“这一个”是无可争议且真实的;因为其所表明的是个体且在数目上为一。
ἐπὶ δὲ τῶν δευτέρων οὐσιῶν φαίνεται μὲν ὁμοίως τῷ σχήματι τῆς προσηγορίας τόδε τι σημαίνειν, ὅταν εἴπῃ ἄνθρωπον ἢ ζῷον, οὐ μὴν ἀληθές γε, ἀλλὰ μᾶλλον ποιόν τι σημαίνει·
但是对于第二实体,虽然当说“人”或“动物”时,从其名称的形式上看同样似乎表示“这一个”,但这绝非真实,而是更多地表示“某种性质”。
οὐ γὰρ ἕν ἐστι τὸ ὑποκείμενον ὥσπερ ἡ πρώτη οὐσία, ἀλλὰ κατὰ πολλῶν ὁ ἄνθρωπος λέγεται καὶ τὸ ζῷον.
因为主体不像第一实体那样是一,而是“人”和“动物”陈述许多事物。
Οὐχ ἁπλῶς δὲ ποιόν τι σημαίνει, ὥσπερ τὸ λευκόν. Οὐδὲν γὰρ ἄλλο σημαίνει τὸ λευκὸν ἀλλ᾿ ἢ ποιόν.
但它们并不像“白”那样单纯表示一种性质;因为“白”除了性质之外什么都不表示。
Τὸ δὲ εἶδος καὶ τὸ γένος περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει· ποιὰν γάρ τινα οὐσίαν σημαίνει.
而种和类则是围绕实体限定了其性质;因为它们表示具有某种性质的实体。
Ἐπὶ πλεῖον δὲ τῷ γένει ἢ τῷ εἴδει τὸν ἀφορισμὸν ποιεῖται· ὁ γὰρ ζῷον εἰπὼν ἐπὶ πλεῖον περιλαμβάνει ἢ ὁ τὸν ἄνθρωπον.
并且,类比种作了更广泛的限定;因为说“动物”的人比说“人”的人包含了更广泛的范围。
Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν αὐταῖς ἐναντίον εἶναι.
实体还具有“没有与之相反的东西”这一特征。
Τῇ γὰρ πρώτῃ οὐσίᾳ τί ἂν εἴη ἐναντίον, οἷον τῷ τινὶ ἀνθρώπῳ ἢ τῷ τινὶ ζῴῳ;
因为对于第一实体,例如具体的人或具体的动物,会有什么与之相反呢?
οὐδὲν γάρ ἐστιν ἐναντίον.
没有任何相反的东西。
Οὐδέ γε τῷ ἀνθρώπῳ ἢ τῷ ζῴῳ οὐδέν ἐστιν ἐναντίον.
同样,对于“人”或“动物”,也没有任何相反的东西。
Οὐκ ἴδιον δὲ τοῦτο τῆς οὐσίας, ἀλλὰ καὶ ἐπ᾿ ἄλλων πολλῶν, οἷον ἐπὶ τοῦ ποσοῦ· τῷ γὰρ διπήχει ἢ τριπήχει οὐδέν ἐστιν ἐναντίον, οὐδέ γε τοῖς δέκα, οὐδὲ τῶν τοιούτων οὐδενί, εἰ μή τις τὸ πολὺ τῷ ὀλίγῳ φαίη ἐναντίον εἶναι ἢ τὸ μέγα τῷ μικρῷ.
但这并不是实体所特有的,也适用于其他许多事物,例如数量;因为对于“两肘长”或“三肘长”,没有任何相反的东西,对于“十”或任何此类事物也是如此,除非有人说“多”与“少”相反,或“大”与“小”相反。
Τῶν δὲ ἀφωρισμένων ποσῶν οὐδὲν οὐδενὶ ἐναντίον ἐστίν.
但在确定的数量中,没有任何东西与任何东西相反。