Humanitext Reader

亚里士多德 · 范畴篇 §5#1

第一实体与第二实体的定义及其优先性

第 2 段,共 19 段 · 希腊语

内容简介

阐明了第一实体(个体)与第二实体(种和类)的定义及相互关系,说明了所有其他存在皆依赖于第一实体,并在第二实体中,种比类更具实体性。

§5#1Οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ᾿ ὑποκειμένου τινὸς λέγεται μήτ᾿ ἐν ὑποκειμένῳ τινί ἐστιν, οἷον ὁ τὶς ἄνθρωπος ἢ ὁ τὶς ἵππος.
实体,在最本原、第一性且最确切的意义上说,是指既不对任何主体说,也不存在于任何主体之中的东西;例如,具体的人或具体的马。
Δεύτεραι δὲ οὐσίαι λέγονται, ἐν οἷς εἴδεσιν αἱ πρώτως οὐσίαι λεγόμεναι ὑπάρχουσι, ταῦτά τε καὶ τὰ τῶν εἰδῶν τούτων γένη, οἷον ὁ τὶς ἄνθρωπος ἐν εἴδει μὲν ὑπάρχει τῷ ἀνθρώπῳ, γένος δὲ τοῦ εἴδους ἐστὶ τὸ ζῷον· δεύτεραι οὖν αὗται λέγονται οὐσίαι, οἷον ὅ τε ἄνθρωπος καὶ τὸ ζῷον.
而第二实体,则是指那些第一实体所属于的种,包括这些种本身以及这些种的类;例如,具体的人属于“人”这一种,而这一种的类是“动物”;因此,这些被称为第二实体,例如“人”和“动物”。
Φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι τῶν καθ᾿ ὑποκειμένου λεγομένων ἀναγκαῖον καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι τοῦ ὑποκειμένου, οἷον ὁ ἄνθρωπος καθ᾿ ὑποκειμένου λέγεται τοῦ τινὸς ἀνθρώπου, καὶ κατηγορεῖταί γε τοὔνομα·
从上述所言显而易见,对于那些对主体说的事物,其名称和定义都必然要陈述该主体;例如,“人”是对主体(即具体的人)说的,其名称确实被陈述;因为你会将“人”陈述具体的人。
τὸν γὰρ ἄνθρωπον τοῦ τινὸς ἀνθρώπου κατηγορήσεις. Καὶ ὁ λόγος δὲ ὁ τοῦ ἀνθρώπου κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορηθήσεται· ὁ γάρ τις ἄνθρωπος καὶ ἄνθρωπός ἐστι καὶ ζῷον.
并且,“人”的定义也将陈述该具体的人;因为具体的人既是“人”又是“动物”。
Ὥστε καὶ τοὔνομα καὶ ὁ λόγος κατὰ τοῦ ὑποκειμένου κατηγορηθήσεται.
因此,名称和定义都将陈述该主体。
Τῶν δ᾿ ἐν ὑποκειμένῳ ὄντων ἐπὶ μὲν τῶν πλείστων οὔτε τοὔνομα οὔθ᾿ ὁ λόγος κατηγορεῖται τοῦ ὑποκειμένου· ἐπ᾿ ἐνίων δὲ τοὔνομα μὲν οὐδὲν κωλύει κατηγορεῖσθαί ποτε τοῦ ὑποκειμένου, τὸν δὲ λόγον ἀδύνατον, οἷον τὸ λευκὸν ἐν ὑποκειμένῳ ὂν τῷ σώματι κατηγορεῖται τοῦ ὑποκειμένου (λευκὸν γὰρ σῶμα λέγεται), ὁ δὲ λόγος ὁ τοῦ λευκοῦ οὐδέποτε κατὰ σώματος κατηγορηθήσεται.
但对于存在于主体之中的事物,在大多数情况下,其名称和定义都不陈述该主体;但在某些情况下,没有什么能妨碍其名称有时陈述该主体,而定义则是绝对不可能的;例如,“白”存在于主体(即身体)之中,被用来陈述该主体(因为身体被称为“白的”),但“白”的定义决不会被用来陈述身体。
Τὰ δ᾿ ἄλλα πάντα ἤτοι καθ᾿ ὑποκειμένων λέγεται τῶν πρώτων οὐσιῶν ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστίν.
所有其他事物,要么是对作为主体的第一实体说,要么是存在于作为主体的第一实体之中。
Τοῦτο δὲ φανερὸν ἐκ τῶν καθ᾿ ἕκαστα προχειριζομένων, οἷον τὸ ζῷον κατὰ τοῦ ἀνθρώπου κατηγορεῖται· οὐκοῦν καὶ κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορηθήσεται τὸ ζῷον· εἰ γὰρ κατὰ μηδενὸς τῶν τινῶν ἀνθρώπων, οὐδὲ κατὰ ἀνθρώπου ὅλως.
这通过考察具体事例便显而易见;例如,“动物”陈述“人”;因此,“动物”也将陈述具体的人;因为如果它不陈述任何具体的人,它也就根本不陈述“人”。
Πάλιν τὸ χρῶμα ἐν σώματι· οὐκοῦν καὶ ἐν τινὶ σώματι· εἰ γὰρ μὴ ἐν τινὶ τῶν καθ᾿ ἕκαστα, οὐδὲ ἐν σώματι ὅλως.
同样,颜色在身体之中;因此,它也在某个具体的身体之中;因为如果它不在任何具体的身体之中,它也就根本不在身体之中。
Ὥστε τὰ ἄλλα πάντα ἤτοι καθ᾿ ὑποκειμένων λέγεται τῶν πρώτων οὐσιῶν ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστίν.
因此,所有其他事物,要么是对作为主体的第一实体说,要么是存在于作为主体的第一实体之中。
Μὴ οὐσῶν οὖν τῶν πρώτων οὐσιῶν ἀδύνατον τῶν ἄλλων τι εἶναι.
因此,若第一实体不存在,其他任何事物也就不可能存在。
Τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον οὐσία τὸ εἶδος τοῦ γένους· ἔγγιον γὰρ τῆς πρώτης οὐσίας ἐστίν.
在第二实体中,种比类更具有实体的性质;因为种更接近第一实体。
Ἑὰν γὰρ ἀποδιδῷ τις τὴν πρώτην οὐσίαν τί ἐστι, γνωριμώτερον καὶ οἰκειότερον ἀποδώσει τὸ εἶδος ἀποδιδοὺς ἤπερ τὸ γένος, οἷον τὸν τινὰ ἄνθρωπον ἀποδιδοὺς γνωριμώτερον ἂν ἀποδοίη ἄνθρωπον ἢ ζῷον ἀποδιδούς· τὸ μὲν γὰρ ἴδιον μᾶλλον τοῦ τινὸς ἀνθρώπου, τὸ δὲ κοινότερον.
因为如果有人要说明第一实体是什么,通过给出种比给出类能提供更明白、更恰当的说明;例如,说明具体的人时,给出“人” 比给出“动物”能提供更明白的说明;因为前者对具体的人而言更特有,而后者更共通。
Καὶ τὸ τὶ δένδρον ἀποδιδοὺς γνωριμώτερον ἀποδώσει δένδρον ἀποδιδοὺς ἢ φυτόν.
同样,说明具体的树时,给出“树”比给出“植物”能提供更明白的说明。
Ἔτι αἱ πρῶται οὐσίαι διὰ τὸ τοῖς ἄλλοις ἅπασιν ὑποκεῖσθαι καὶ πάντα τὰ ἄλλα κατὰ τούτων κατηγορεῖσθαι ἢ ἐν αὐταῖς εἶναι διὰ τοῦτο μάλιστα οὐσίαι λέγονται.
此外,第一实体之所以最被称为实体,是因为它们为所有其他事物奠定主体,且所有其他事物要么陈述它们,要么存在于它们之中。
Ὡς δέ γε αἱ πρῶται οὐσίαι πρὸς τὰ ἄλλα πάντα ἔχουσιν, οὕτω καὶ τὸ εἶδος πρὸς τὸ γένος ἔχει· ὑπόκειται γὰρ τὸ εἶδος τῷ γένει· τὰ μὲν γὰρ γένη κατὰ τῶν εἰδῶν κατηγορεῖται, τὰ δὲ εἴδη κατὰ τῶν γενῶν οὐκ ἀντιστρέφει.
正如第一实体对所有其他事物的关系一样,种对类的关系也是如此;因为种为主体而隶属于类;因为类陈述种,而种不能反过来陈述类。
Ὥστε καὶ ἐκ τούτων τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία.
因此,从这些来看,种也比类更具有实体的性质。
Αὐτῶν δὲ τῶν εἰδῶν ὅσα μή ἐστι γένη, οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστίν· οὐδὲν γὰρ οἰκειότερον ἀποδώσεις κατὰ τοῦ τινὸς ἀνθρώπου τὸν ἄνθρωπον ἀποδιδοὺς ἢ κατὰ τοῦ τινὸς ἵππου τὸν ἵππον.
但在种本身之中,只要它们不是类,就没有任何一个比另一个更具有实体的性质;因为你在陈述具体的人时给出“人”,绝不比在陈述具体的马时给出“马”更恰当。
Ὡσαύτως δὲ καὶ τῶν πρώτων οὐσιῶν οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστίν· οὐδὲν γὰρ μᾶλλον ὁ τὶς ἄνθρωπος οὐσία ἢ ὁ τὶς βοῦς.
同样,在第一实体之中,也没有任何一个比另一个更具有实体的性质;因为具体的人绝不比具体的牛更具有实体的性质。
Εἰκότως δὲ μετὰ τὰς πρώτας οὐσίας μόνα τῶν ἄλλων τὰ εἴδη καὶ τὰ γένη δεύτεραι οὐσίαι λέγονται· μόνα γὰρ δηλοῖ τὴν πρώτην οὐσίαν τῶν κατηγορουμένων.
理所当然,在第一实体之后,在所有其他事物中,只有种和类被称为第二实体;因为在所有被陈述者中,只有它们能表明第一实体。
Τὸν γάρ τινα ἄνθρωπον ἐὰν ἀποδιδῷ τις τί ἐστι, τὸ μὲν εἶδος ἢ τὸ γένος ἀποδιδοὺς οἰκείως ἀποδώσει καὶ γνωριμώτερον ποιήσει ἄνθρωπον ἢ ζῷον ἀποδιδούς· τῶν δ᾿ ἄλλων ὅ τι ἂν ἀποδιδῷ τις, ἀλλοτρίως ἔσται ἀποδεδωκώς, οἷον λευκόν ἢ τρέχει ἢ ὁτιοῦν τῶν τοιούτων ἀποδιδούς.
因为如果有人要说明具体的人是什么,通过给出种或类就能给出恰当的说明,并且通过给出“人”或“动物”会使说明更明白;但如果给出其他任何东西,那都是不恰当的说明,例如给出“白的”或“跑”或任何此类事物。
Ὥστε εἰκότως τῶν ἄλλων ταῦτα μόνα οὐσίαι λέγονται.
因此,理所当然,在所有其他事物中,只有这些被称为实体。
Ἔτι αἱ πρῶται οὐσίαι διὰ το τοῖς ἄλλοις ἅπασιν ὑποκεῖσθαι κυριώτατα οὐσίαι λέγονται.
此外,第一实体之所以在最本原的意义上被称为实体,是因为它们为所有其他事物奠定主体。
Ὡς δέ γε αἱ πρῶται οὐσίαι πρὸς τὰ ἄλλα πάντα ἔχουσιν, οὕτω τὰ εἴδη καὶ τὰ γένη τῶν πρώτων οὐσιῶν πρὸς τὰ λοιπὰ πάντα ἔχει· κατὰ τούτων γὰρ πάντα τὰ λοιπὰ κατηγορεῖται.
正如第一实体对所有其他事物的关系一样,第一实体的种和类对所有其余事物的关系也是如此;因为对于这些,所有其余事物都被用来陈述。
Τὸν γάρ τινα ἄνθρωπον ἐρεῖς γραμματικόν· οὐκοῦν καὶ ἄνθρωπον καὶ ζῷον γραμματικὸν ἐρεῖς.
因为你会说具体的人是“懂文法的”;因此你也会说“人”和“动物”是“懂文法的”。
Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
在其他情况下也是如此。

词汇与语法注释

  1. 5#2ἐν οἷς εἴδεσιν αἱ πρώτως οὐσίαι λεγόμεναι ὑπάρχουσι — 关系代词 `οἷς` 在此作形容词修饰名词 `εἴδεσιν`,将先行词融入关系从句中。整句意为“第一实体所属于的那些种”,并作为后文 `ταῦτά τε`(这些种本身)的所指。
  2. 5#5τὸν δὲ λόγον ἀδύνατον — 这是一个省略句,将宾格的 `τὸν δὲ λόγον` 与中性单数形容词 `ἀδύνατον` 结合。它对应前句 `τοὔνομα μὲν οὐδὲν κωλύει κατηγορεῖσθαί ποτε τοῦ ὑποκειμένου` 的结构,需补出不定式短语 `κατηγορεῖσθαι τοῦ ὑποκειμένου`,理解为“但定义(陈述该主体)是不可能的”。
  3. 5#8Μὴ οὐσῶν οὖν τῶν πρώτων οὐσιῶν — 由带有否定词 `μή` 的分词 `οὐσῶν` 及其逻辑主语 `τῶν πρώτων οὐσιῶν` 构成的属格绝对。配合主句的 `ἀδύνατον`,表示条件或假设的否定:“如果第一实体不存在”。

引用这一段

亚里士多德, 范畴篇 §5#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg006.humanitext-grc1:5%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。