- 底本
- Aristotle. Aristotelis Opera, Volume 1. Bekker, Immanuel, editor (Academia Regia Borussica). Berlin: Reimer, 1831. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg006.humanitext-grc1:5#2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
実体と差異(種差)が「主体の中に存在しない」こと、すべてが「同義的」に語られることを説明し、実体が「これこれの特定のもの」を意味することや、反対の性質を持たないことといった特徴を解説する。
Κοινὸν δὲ κατὰ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι.1 ἡ μὲν γὰρ πρώτη οὐσία οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ' ὑποκειμένου λέγεται· τῶν δὲ δευτέρων οὐσιῶν φανερὸν μὲν καὶ οὕτως ὅτι οὐκ εἰσὶν ἐν ὑποκειμένῳ. ὁ γὰρ ἄνθρωπος καθ' ὑποκειμένου μὲν τοῦ τινὸς ἀνθρώπου λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐκ ἔστιν· οὐ γὰρ ἐν τῷ τινὶ ἀνθρώπῳ ὁ ἄνθρωπός ἐστιν. ὡσαύτως δὲ καὶ τὸ ζῷον καθ' ὑποκειμένου μὲν λέγεται τοῦ τινὸς ἀνθρώπου, οὐκ ἔστι δὲ τὸ ζῷον ἐν τῷ τινὶ ἀνθρώπῳ. ἔτι δὲ τῶν ἐν ὑποκειμένῳ ὄντων τὸ μὲν ὄνομα οὐδὲν κωλύει κατηγορεῖσθαί ποτε τοῦ ὑποκειμένου, τὸν δὲ λόγον ἀδύνατον. τῶν δὲ δευτέρων οὐσιῶν κατηγορεῖται καὶ ὁ λόγος κατὰ τοῦ ὑποκειμένου καὶ τοὔνομα· τὸν γὰρ τοῦ ἀνθρώπου λόγον κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορήσεις, καὶ τὸν τοῦ ζῴου ὡσαύτως. ὥστε οὐκ ἂν εἴη ἡ οὐσία τῶν ἐν ὑποκειμένῳ.2 οὐκ ἴδιον δὲ τοῦτο τῆς οὐσίας, ἀλλὰ καὶ ἡ διαφορὰ τῶν μὴ ἐν ὑποκειμένῳ ἐστίν. τὸ γὰρ πεζὸν καὶ τὸ δίπουν καθ' ὑποκειμένου μὲν λέγεται τοῦ ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐκ ἔστιν· οὐ γὰρ ἐν τῷ ἀνθρώπῳ ἐστὶ τὸ δίπουν ἢ τὸ πεζόν. καὶ ὁ λόγος δὲ κατηγορεῖται ὁ τῆς διαφορᾶς, καθ' οὗ ἂν λέγηται ἡ διαφορά, οἷον εἰ τὸ πεζὸν κατὰ τοῦ ἀνθρώπου λέγεται, καὶ ὁ λόγος ὁ τοῦ πεζοῦ κατηγορηθήσεται τοῦ ἀνθρώπου· πεζὸν γάρ ἐστιν ὁ ἄνθρωπος. μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις, μή ποτε ἀναγκασθῶμεν οὐκ οὐσίας αὐτὰ φάσκειν εἶναι· οὐ γὰρ οὕτω τὰ ἐν ὑποκειμένῳ ἐλέγετο τὰ ὡς μέρη ὑπάρχοντα ἔν τινι. Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς τὸ πάντα συνωνύμως ἀπ' αὐτῶν λέγεσθαι. πᾶσαι γὰρ αἱ ἀπ' αὐτῶν κατηγορίαι ἤτοι κατὰ τῶν ἀτόμων κατηγοροῦνται ἢ κατὰ τῶν εἰδῶν. ἀπὸ μὲν γὰρ τῆς πρώτης οὐσίας οὐδεμία ἐστὶ κατηγορία· κατ' οὐδενὸς γὰρ ὑποκειμένου λέγεται· τῶν δὲ δευτέρων οὐσιῶν τὸ μὲν εἶδος κατὰ τοῦ ἀτόμου κατηγορεῖται, τὸ δὲ γένος καὶ κατὰ τοῦ εἴδους καὶ κατὰ τοῦ ἀτόμου. ὡσαύτως δὲ καὶ αἱ διαφοραὶ κατὰ τῶν εἰδῶν καὶ κατὰ τῶν ἀτόμων κατηγοροῦνται. καὶ τὸν λόγον δὲ ἐπιδέχονται αἱ πρῶται οὐσίαι τὸν τῶν εἰδῶν καὶ τὸν τῶν γενῶν, καὶ τὸ εἶδος δὲ τὸν τοῦ γένους· ὅσα γὰρ κατὰ τοῦ κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. ὡσαύτως δὲ καὶ τὸν τῶν διαφορῶν λόγον ἐπιδέχεται τὰ εἴδη καὶ τὰ ἄτομα. συνώνυμα δέ γε ἦν ὧν καὶ τοὔνομα κοινὸν καὶ ὁ λόγος ὁ αὐτός, ὥστε πάντα τὰ ἀπὸ τῶν οὐσιῶν καὶ τὰ ἀπὸ τῶν διαφορῶν συνωνύμως λέγεται. Πᾶσα δὲ οὐσία δοκεῖ τόδε τι σημαίνειν. ἐπὶ μὲν οὖν τῶν πρώτων οὐσιῶν ἀναμφισβήτητον καὶ ἀληθές ἐστιν ὅτι τόδε τι σημαίνει· ἄτομον γὰρ καὶ ἓν ἀριθμῷ τὸ δηλούμενόν ἐστιν· ἐπὶ δὲ τῶν δευτέρων οὐσιῶν φαίνεται μὲν ὁμοίως τῷ σχήματι τῆς προσηγορίας τόδε τι σημαίνειν, ὅταν εἴπῃ ἄνθρωπον ἢ ζῷον, οὐ μὴν ἀληθές γε, ἀλλὰ μᾶλλον ποιόν τι σημαίνει· οὐ γὰρ ἕν ἐστι τὸ ὑποκείμενον ὥσπερ ἡ πρώτη οὐσία, ἀλλὰ κατὰ πολλῶν ὁ ἄνθρωπος λέγεται καὶ τὸ ζῷον. οὐχ ἁπλῶς δὲ ποιόν τι σημαίνει, ὥσπερ τὸ λευκόν. οὐδὲν γὰρ ἄλλο σημαίνει τὸ λευκὸν ἀλλ᾽ ἢ ποιόν. τὸ δὲ εἶδος καὶ τὸ γένος περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει·3 ποιὰν γάρ τινα οὐσίαν σημαίνει. ἐπὶ πλεῖον δὲ τῷ γένει ἢ τῷ εἴδει τὸν ἀφορισμὸν ποιεῖται· ὁ γὰρ ζῷον εἰπὼν ἐπὶ πλεῖον περιλαμβάνει ἢ ὁ τὸν ἄνθρωπον. Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν αὐταῖς ἐναντίον εἶναι. τῇ γὰρ πρώτῃ οὐσίᾳ τί ἂν εἴη ἐναντίον, οἷον τῷ τινὶ ἀνθρώπῳ ἢ τῷ τινὶ ζῴῳ; οὐδὲν γάρ ἐστιν ἐναντίον. οὐδέ γε τῷ ἀνθρώπῳ ἢ τῷ ζῴῳ οὐδέν ἐστιν ἐναντίον. οὐκ ἴδιον δὲ τοῦτο τῆς οὐσίας, ἀλλὰ καὶ ἐπ᾽ ἄλλων πολλῶν, οἷον ἐπὶ τοῦ ποσοῦ· τῷ γὰρ διπήχει ἢ τριπήχει οὐδέν ἐστιν ἐναντίον, οὐδέ γε τοῖς δέκα, οὐδὲ τῶν τοιούτων οὐδενί, εἰ μή τις τὸ πολὺ τῷ ὀλίγῳ φαίη ἐναντίον εἶναι ἢ τὸ μέγα τῷ μικρῷ. τῶν δὲ ἀφωρισμένων ποσῶν οὐδὲν οὐδενὶ ἐναντίον ἐστίν.
すべての実体に共通なのは、主体の中に存在しないということである。なぜなら、第一の実体は、主体の中に存在せず、主体について語られもしないからである。また、第二の実体については、以下のことからも主体の中に存在しないことは明らかである。というのも、「人間」はある特定の人間という主体について語られるが、主体の中に存在するわけではないからである。人間はある特定の人間の中に存在するわけではない。同様に、「動物」もある特定の人間という主体について語られるが、動物はある特定の人間の中に存在するわけではない。さらに、主体の中に存在するものの場合は、名前が主体について語られることを何ら妨げないが、定義が語られることは不可能である。一方、第二の実体の場合は、定義も名前も主体について語られる。なぜなら、人間の定義はある特定の人間について語るであろうし、動物の定義も同様だからである。したがって、実体は主体の中に存在するもののうちには属さないだろう。しかし、これは実体に固有な特徴ではなく、主体の中に存在しないということは差異にも当てはまる。なぜなら、「歩行する」や「二足の」は人間という主体について語られるが、主体の中に存在するわけではないからである。二足であることや歩行することは、人間の中に存在するわけではないからである。そして、その差異が語られるものについては、差異の定義も語られる。例えば、もし「歩行する」が人間について語られるなら、「歩行する」の定義も人間について語られる。人間は歩行するものだからである。なお、実体の部分が主体としての全体の中に存在するものとしてあるからといって、それらを実体ではないと言わざるを得なくなるのではないかと、困惑する必要はない。なぜなら、あるものの中に部分として存在しているものは、我々が主体の中に存在すると言っていたものとは異なるからである。 実体と差異に当てはまることとしては、すべてのものがそれらから同義的に語られるということがある。なぜなら、それらからなされるすべての述語づけは、個々のものについて、あるいは種について語られるからである。第一の実体からは何の述語づけもなされない。いかなる主体についても語られないからである。他方、第二の実体のうち、種は個々のものについて語られ、類は種についても個々のものについても語られる。同様に、差異も種について、また個々のものについて語られる。また、第一の実体は種や類の定義を受け入れ、種は類の定義を受け入れる。なぜなら、述語について語られることはすべて、主体についても語られるからである。同様に、種や個々のものも、差異の定義を受け入れる。そして、同じ名前を共有し、定義も同じであるものが同義的であった。したがって、実体から語られるものも差異から語られるものもすべて、同義的に語られるのである。 すべての実体は「これこれの特定のもの」を意味していると思われる。第一の実体については、それが「これこれの特定のもの」を意味していることは、議論の余地がなく、真実である。なぜなら、その表すところは個個のものであり、数において一つだからである。しかし、第二の実体については、「人間」や「動物」と言うとき、名称の形の上では同様に「これこれの特定のもの」を意味しているように見えるが、真実にはそうではなく、むしろ「いかなる性質のものか」を意味している。なぜなら、第一の実体のように主体が一つなのではなく、「人間」や「動物」は多くのものについて語られるからである。とはいえ、単に「白い」のようにある性質を意味しているのではない。というのも、「白い」はある性質以外の何ものも意味しないが、種や類は実体に関してその性質を限定するのであり、ある性質の実体を意味するからである。そして、類は種よりも広い範囲にわたってこの限定を行う。なぜなら、「動物」と言った者は、「人間」と言った者よりも、より広い範囲を包含するからである。 実体には、それに対して反対のものが何もないということも当てはまる。第一の実体にとって、例えばある特定の人間やある特定の動物にとって、何が反対であり得ようか。何一つ反対のものはない。また、人間や動物にとっても反対のものは何もない。ただし、これは実体に固有なことではなく、他の多くのもの、例えば量にも当てはまる。二尺や三尺のものには、何一つ反対のものはないし、十という数やそうしたもののいずれにもない。ただし、誰かが「多い」を「少ない」に、「大きい」を「小さい」に反対であると言わない限りは。しかし、限定された量については、何ものに対しても反対のものは存在しない。
- 3a25Μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις, μή ποτε ἀναγκασθῶμεν οὐκ οὐσίας αὐτὰ φάσκειν εἶναι·
三人称命令法 μὴ ταραττέτω(当惑させないようにせよ)が主節を構成する。後半の μή ποτε ἀναγκασθῶμεν は、接続法第1人称複数形を伴い、「〜となるのではないかと懸念して」「〜という状況に陥らないように」という予防的な懸念・目的を示す従属節を形成している。
- 3a22οὐκ ἂν εἴη ἡ οὐσία τῶν ἐν ὑποκειμένῳ.
助動詞的機能を持つ小辞 ἄν と希求法 εἴη が組み合わさることで、潜在または可能(〜ではないだろう)を表している。また、属格名詞句 τῶν ἐν ὑποκειμένῳ は、「主体の中に存在するものたちのうち(の一つに属する)」という意味を表す部分属格として機能している。
- 3b15Τὸ δὲ εἶδος καὶ τὸ γένος περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει·
前置詞句 περὶ οὐσίαν(実体に関して/実体をめぐって)は、限定の対象を示している。対格の τὸ ποιὸν(性質)は、他動詞 ἀφορίζει(限定する、境界を定める)の直接目的語である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
