§5#3Δοκεῖ δὲ ἡ οὐσία μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον.
实体似乎不容许有“更多”和“更少”。
Λέγω δὲ οὐχ ὅτι οὐσία οὐσίας οὐκ ἔστι μᾶλλον οὐσία καὶ ἧττον οὐσία (τοῦτο μὲν γὰρ εἴρηται ὅτι ἔστιν), ἀλλ᾿ ὅτι ἑκάστη οὐσία τοῦθ᾿ ὅπερ ἐστίν, οὐ λέγεται μᾶλλον καὶ ἧττον.
我所说的并不是指一个实体不比另一个实体更是实体或更少是实体(因为这已经说过是如此了),而是指每一个实体就其自身而言,并不会被说成是更多或更少。
Οἷον εἰ ἔστιν αὐτὴ ἡ οὐσία ἄνθρωπος, οὐκ ἔσται μᾶλλον καὶ ἦττον ἄνθρωπος, οὔτε αὐτὸς ἑαυτοῦ οὔτε ἕτερος ἑτέρου· οὐ γάρ ἐστιν ἕτερος ἑτέρου μᾶλλον ἄνθρωπος, ὥσπερ τὸ λευκὸν ἕτερον ἑτέρου μᾶλλόν ἐστι καὶ ἧττον λευκόν, καὶ καλὸν ἕτερον ἑτέρου μᾶλλον καλὸν καὶ ἧττον λέγεται.
例如,如果这个实体本身是“人”,它不会是更多或更少的“人”,无论是它自身与自身相比,还是一个与另一个相比;因为一个人并不比另一个人更是人,这不像一个白的东西比另一个白的东西更多或更少是白的,或者一个美的东西比另一个美的东西被说成是更多或更少是美的。
Καὶ αὐτὸ δὲ αὑτοῦ μᾶλλον καὶ ἧττον λέγεται, οἷον τὸ σῶμα λευκὸν ὂν μᾶλλον λευκὸν εἶναι λέγεται νῦν ἢ πρότερον, καὶ θερμὸν ὂν μᾶλλον θερμὸν καὶ ἧττον λέγεται.
而且事物也会被说成比自身更多或更少;例如,一个身体是白的,现在被说成比以前更白,如果是热的,则被说成是更多或更少是热的。
Ἡ δέ γε οὐσία οὐδὲν μᾶλλον καὶ ἧττον λέγεται· οὐδὲ γὰρ ἄνθρωπος μᾶλλον νῦν ἄνθρωπος ἢ πρότερον λέγεται, οὐδέ γε τῶν ἄλλων οὐδέν, ὅσα ἐστὶν οὐσίαι.
但是实体绝不被说成更多或更少;因为一个人现在并不被说成比以前更是人,其他属于实体的任何事物也是如此。
Ὥστε οὐκ ἂν ἐπιδέχοιτο ἡ οὐσία τὸ μᾶλλον καὶ ἧττον.
因此,实体不容许有“更多”和“更少”。
Μάλιστα δὲ ἴδιον τῆς οὐσίας δοκεῖ εἶναι τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων εἶναι δεκτικόν, οἷον ἐπὶ μὲν τῶν ἄλλων οὐκ αν ἔχοι τις τὸ τοιοῦτο προενεγκεῖν, ὅσα μή εἰσιν οὐσίαι, ὃ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων δεκτικόν ἐστιν, οἷον τὸ χρῶμα, ὅ ἐστιν ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ, οὐκ ἀριθμῷ οὐκ ἔσται φαύλη καὶ σπουδαία· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ὅσα μή εἰσιν οὐσίαι.
最能体现实体特征的,似乎是:在保持同一且在数目上为一的同时,能够接受相反性质。 例如,在其他不属于实体的事物中,人们无法举出任何一个在数目上为一、却能接受相反性质的事物。 比如颜色,它在数目上是同一个,不会…… 在数目上,不会是坏的和好的;对于其他不属于实体的事物也是如此。
Ἡ δέ γε οὐσία ἓν καὶ ταὐτὸν ἀριθμῷ ὂν δεκτικὸν τῶν ἐναντίων ἐστίν, οἷον ὁ τὶς ἄνθρωπος, εἶς καὶ ὁ αὐτὸς ὤν, ὁτὲ μὲν λευκὸς ὁτὲ δὲ μέλας γίνεται, καὶ θερμὸς καὶ ψυχρός, καὶ φαῦλος καὶ σπουδαῖος.
而实体在数目上为一且相同,却能接受相反性质。 例如具体的人,作为一个且相同的个体,有时变白,有时变黑,变热或变冷,变坏或变好。
Ἐπὶ δὲ τῶν ἄλλων οὐδενὸς φαίνεται τὸ τοιοῦτον, εἰ μή τις ἐνίσταιτο τὸν λόγον καὶ τὴν δόξαν φάσκων τῶν ἐναντίων εἷναι δεκτικά.
在其他任何事物中都看不到这种情况,除非有人提出异议,声称言论和意见能够接受相反性质。
Ὁ γὰρ αὐτὸς λόγος ἀληθὴς καὶ ψευδῆς εἶναι δοκεῖ, οἷον εἰ ἀληθὴς εἴη ὁ λόγος τὸ καθῆσθαί τινα, ἀναστάντος αὐτοῦ ὁ αὐτὸς οὗτος λόγος ψευδὴς ἔσται.
因为相同的言论似乎既可以是真实的,也可以是虚假的;例如,如果“某人坐着”这一言论是真实的,那么在他站起来之后,这同一个言论就会是虚假的。
Ὡσαύτως δὲ καὶ ἐπὶ τῆς δόξης· εἰ γάρ τις ἀληθῶς δοξάζοι τὸ καθῆσθαί τινα, ἀναστάντος αὐτοῦ ψευδῶς δοξάσει, τὴν αὐτὴν ἔχων περὶ αὐτοῦ δόξαν.
在意见方面也是如此;因为如果有人真实地认为某人坐着,当他站起来时,他将持有关于此人的相同意见,但这个意见却变成了虚假的。
Εἰ δέ τις καὶ τοῦτο παραδέχοιτο, ἀλλὰ τῷ γε τρόπῳ διαφέρει.
但是,即使有人承认这一点,它在方式上也是不同的。
Τὰ μὲν γὰρ ἐπὶ τῶν οὐσιῶν αὐτὰ μεταβάλλοντα δεκτικὰ τῶν ἐναντίων ἐστί· ψυχρὸν γὰρ ἐκ θερμοῦ γενόμενον μετέβαλεν (ἠλλοίωται γάρ) καὶ μέλαν ἐκ λευκοῦ καὶ σπουδαῖον ἐκ φαύλου.
因为对于实体而言,它们是通过自身发生变化来接受相反性质的;因为从热变冷,它就发生了变化(因为它的性质被改变了),从白变黑,从坏变好也是如此。
Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἕκαστον αὐτῶν μεταβολὴν δεχόμενον τῶν ἐναντίων δεκτικόν ἐστιν.
同样,其他属于实体的事物,每一个都通过自身接受变化而能接受相反性质。
Ὁ δὲ λόγος καὶ ἡ δόξα αὐτὰ μὲν ἀκίνητα πάντῃ πάντως διαμένει, τοῦ δὲ πράγματος κινουμένου τὸ ἐναντίον περὶ αὐτὰ γίνεται· ὁ μὲν γὰρ λόγος διαμένει ὁ αὐτὸς τὸ καθῆσθαί τινα, τοῦ δὲ πράγματος κινηθέντος ὁτὲ μὲν ἀληθὴς ὁτὲ δὲ ψευδὴς λέγεται.
而言论和意见本身在任何方面都保持绝对不动,但由于事情发生了变化,相反的情况便在它们那里产生;因为“某人坐着”这一言论保持相同,而当事情变动后,这一言论有时被说是真的,有时被说是假的。
Ὡσαύτως δὲ καὶ ἐπὶ τῆς δόξης.
意见方面也是如此。
Ὥστε τῷ τρόπῳ γε ἴδιον ἂν εἴη τῆς οὐσίας τὸ κατὰ τὴν ἑαυτῆς μεταβολὴν δεκτικὴν τῶν ἐναντίων εἶναι.
因此,至少在方式上,通过自身的变化来接受相反性质,将是实体所特有的特征。
Εἰ δέ τις καὶ ταῦτα παραδέχοιτο, τὸν λόγον καὶ τὴν δόξαν δεκτικὰ τῶν ἐναντίων εἶναι, οὐκ ἔστιν ἀληθὲς τοῦτο.
不过,即使有人承认言论和意见可以接受相反性质,这也不是真实的。
Ὁ γὰρ λόγος καὶ ἡ δόξα οὐ τῷ αὐτὰ δέχεσθαί τι τῶν ἐναντίων εἶναι δεκτικὰ λέγεται, ἀλλὰ τῷ περὶ ἕτερόν τι τὸ πάθος γεγενῆσθαι.
因为言论和意见被称为能接受相反性质,并不是因为它们自身接受了相反性质,而是因为在其他事物上发生了受到影响的情况。
Τῷ γὰρ τὸ πρᾶγμα εἶναι ἢ μὴ εἶναι, τούτῳ καὶ ὁ λόγος ἀληθὴς ἢ ψευδὴς εἶναι λέγεται, οὐ τῷ αὐτὸς δεκτικὸς εἶναι τῶν ἐναντίων.
因为,由于事实的“是”或“不是”,言论才被称为是真的或假的,而不是因为言论自身能接受相反性质。
Ἁπλῶς γὰρ οὐθὲν ὑπ᾿ οὐδενὸς οὔτε ὁ λόγος κινεῖται οὔτε ἡ δόξα, ὥστε οὐκ ἂν εἴη δεκτικὰ τῶν ἐναντίων μηδενὸς ἐν αὐτοῖς γινομένου πάθους.
简而言之,言论和意见都不受任何事物的运动,因此它们不能接受相反性质,因为在它们自身中没有产生任何受动的改变。
Ἡ δέ γε οὐσία τῷ αὐτὴ τὰ ἐναντία δέχεσθαι, τούτῳ δεκτικὴ τῶν ἐναντίων εἶναι λέγεται· νόσον γὰρ καὶ ὑγίειαν δέχεται, καὶ λευκότητα καὶ μελανίαν· καὶ ἕκαστον τῶν τοιούτων αὐτὴ δεχομένη τῶν ἐναντίων εἶναι δεκτικὴ λέγεται.
但实体是因为自身接受了相反性质,以此被称为能接受相反性质;因为它可以接受疾病和健康,接受白和黑;正是因为自身接受了每一个此类性质,它才被称为能接受相反性质。
Ὥστε ἴδιον ἂν οὐσίας εἴη τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν δεκτικὸν εἶναι τῶν ἐναντίων κατὰ τὴν ἑαυτῆς μεταβολήν.
因此,在保持同一且数目为一的情况下,通过自身的变化来接受相反性质,将是实体所特有的特征。
Περὶ μὲν οὖν οὐσίας τοσαῦτα εἰρήσθω.
关于实体,就先说这么多吧。