Humanitext Reader

亚里士多德 · 雅典政制 §40-41

阿尔基诺斯的举措与雅典政体的十一次变革

第 18 段,共 33 段 · 希腊语

内容简介

记述了阿尔基诺斯为维护和解所采取的超常规措施,以及雅典在财政上表现出的罕见慷慨。随后总结了雅典政体从伊翁至今的十一次历史变革,并简述了当前的民主制度及公民大会津贴的演变过程。

§40XL. γενομένων δὲ τοιούτων τῶν διαλύσεων, καὶ φοβουμένων ὅσοι μετὰ τῶν τριάκοντα συνεπολέμησαν, καὶ πολλῶν μὲν ἐπινοούντων ἐξοικεῖν ἀναβαλλομένων δὲ τὴν ἀπογραφὴν εἰς τὰς ἐσχάτας ἡμέρας, ὅπερ εἰώθασιν ποιεῖν ἅπαντες, Ἀρχῖνος συνιδὼν τὸ πλῆθος καὶ βουλόμενος κατασχεῖν αὐτοὺς ὑφεῖλε τὰς ὑπολοίπους ἡμέρας τῆς ἀπογραφῆς, ὥστε συναναγκασθῆναι μένειν πολλοὺς ἄκοντας ἕως ἐθάρρησαν.
XL. 当和解以这种方式达成时,曾与三十人一同作战的人感到恐惧,许多人企图迁居却将登记拖延至最后几天,正如所有人习惯所做的那样。 阿尔基诺斯看出人数众多,并企图挽留他们,便秘密削减了登记的剩余天数,结果使许多人不得不违心地留下,直到他们重新获得信心。
καὶ δοκεῖ τοῦτό τε πολιτεύσασθαι καλῶς Ἀρχῖνος καὶ μετὰ ταῦτα γραψάμενος τὰ ψήφισμα τὸ Θρασυβούλου παρανόμων, ἐν ᾦ μετεδίδου τῆς πολιτείας πᾶσι τιῖς ἐκ Πειραιέως συγκατελθοῦσι ὧν ἔνιοι φανερῶς ἧσαν δοῦλοι, καὶ τρίτον, ἐπεί τις ἤρχατο τῶν κατεληλυθότων μνησικακεῖν ἀπαγαγών τοῦτον ἐπὶ τὴν βουλὴν καὶ πείσας ἄχριτον ἀποκτεῖναι, λέγων ὅτι νῦν δείζουσιν εἰβούλονται τὴν δημοκρατίαν σῲζειν καὶ τοῖς ὅρκοις ἐμμένειν· ἀφέντας μὲν γὰρ τοῦτον προτρέφειν καὶ τοὺς ἄλλους, ἐὰν δ’ άνέλωσιν, παράδειγμα ποιήσειν ἅπασιν.
在这一事件中,阿尔基诺斯似乎展现了高超的政治手腕,此后他还在起诉色拉西布洛斯的民议会提案违法时展现了同样的能力——色拉西布洛斯在该提案中企图将公民权授予所有与他一同从比雷埃夫斯归来的人,而这些人中有些人显然是奴隶。 第三,当归来者中的某个人开始怀恨告发时,阿尔基诺斯将其带到议事会,并说服他们未经审判而将其处死。 阿尔基诺斯说,现在正是他们表明是否愿意维护民主并遵守誓言的时刻;因为释放这个人会唆使其他人,而处死他则会给所有人树立一个榜样。
ὅπερ καὶ συνέπεσεν· ἀποθανόντος γὰρ οὐδεὶς πώποτε ὕστερον ἐμνησικάκησεν.
事实也确实如此:在他死后,此后便再无人怀恨告发。
ἀλλὰ δοκοῦσιν κάλλιστα δὴ καὶ πολιτικώντατα ἁπάντων καὶ ἱδίᾳ καὶ κοινῇ χρήσασθαι ταῖς προγεγενημέναις συμφοραῖς·
相反,雅典人无论是作为个人还是作为共同体,在应对过去的灾难时都表现得最为出色,也最具有政治家风范。
οὐγὰρ μόνον τὰς περὶ τῶν προτέρων αἰτίας ἐξήλειφαν, ἀλλὰ καὶ τὰ χρήματα Λαζκεδαιμονίοις, οἱ πριάκοντα πρὸς τὸν πόλεμον ἔλαβον, ἀπέδοσαν κοινῇ, κελευουσῶν τῶν συνθηκῶν ἑκατέρους ἀποδιδόναι χωρὶς τούς τ’ ἐκ τοῦ ἄστεως καὶ τοὺς ἐκ τοῦ Πειραιέως, ἡγούμενοι τοῦτο πρῶτον ἄρχειν δεῖν τῆς ὁμονοίας· ἐν δὲ ταῖς ἄλλαις πόλεσιν οὐχ οἷον ἔτι προστιθέασιν τῶν οἰκείων οἱ δημοκρατήσαντες, ἀλλὰ καὶ τὴν | χώραν ἀνάδαστο[ν] ποιοῦσιν.
因为他们不仅抹去了关于过去事件的指控,而且还共同偿还了三十人为战争向拉刻代蒙人借贷的资金,尽管协定规定城内的人和比雷埃夫斯的人应当各自独立偿还。 他们认为这是通往和合的第一步;而在其他城邦,建立民主制的人不仅不拿出自己的财产来填补,反而重新瓜分土地。
διελέθησαν δὲ καὶ πρὸς τοὺς ἐν Ἐλευσῖνι κατο] ικήσαντας ἔτει τρίτῳ μετὰ τὴν ἐξοίκησιν, ἐπὶ Ξε[ναι]νέτου ἄρχοντος.
他们还在迁居后的第三年,与那些在埃莱夫西斯定居的人达成了和解,时值克塞奈内托斯担任执政官。
§41XLI. ταῦτα μὲν οῡν ἐν τοῖς ὕστε[ρο]ν συνέβη γενέσθαι καιροῖς, τότε τότε δὲ κύριος ὁ δῆμος γενόμενος τῶν πραγμάτων ἐνεστήσατο τὴν νῦν] οὖσαν πολιτείαν, ἐπὶ Πυθοδώρου μὲν ἄρχοντος, † δοκοῦντος δὲ δικαίως τοῦ δήμου λαβεῖν τὴν π[ο]λιτείαν διὰ τὸ ποιήσασθαι τὴν κάθοδον δι’ αὑτοῦ τὸν δῆμον †.
XLI. 这些事情确实发生在后来的时期,但当时掌握了国家大权的民众,在执政官皮托多罗斯任内,确立了现行的政体。 当时民众被认为理所当然地获得了政权,因为是民众依靠自身的力量实现了归来。
ἦν δὲ τῶν μεταβολῶν ἑνδεκάτη τὸν ἀριθμὸν αὕτη.
这在数量上是第十一次变革。
πρώτη μὲν γὰρ ἐγένετο μετάστασις τῶν ἐξ ἀρχῆς, Ἴωνος καὶ τῶν μετ’ αὐτοῦ συνοικησάντων· τότε γὰρ πρῶτον εἰς τὰς τέτταρας συνενεμήθησαν φυλὰς καὶ τοὺς φυλοβασιλέας κατέστησαν.
因为第一次过渡是从最初的状态,在伊翁及与其共同居住者治下发生的;当时他们首次被划分为四个部落,并设立了部落王。
δευτέρα δὲ καὶ πρώτη μετὰ ταύτη[ν], ἔχουσα πολιτείας τάξιν, ἡ ἐπὶ Θησέως γενομένη, μικρὸν παρεγκλίνουσα τῆς βασιλικῆς.
第二次变革,也是在此之后首次具有政体秩序的,是在忒修斯统治下发生的,它较之君主制略有偏离。
μετὰ δὲ ταύτην ἡ ἐπὶ Δράκοντος, ἐν ᾗ καὶ νόμους ἀνέγραφαν πρῶτον.
在这之后,是德拉孔时期的变革,当时首次成文公布了法律。
τρίτη δ’ ἡ μετὰ τὴν στάσιν ἡ ἐπὶ Σόλωνος, ἀφ’ ἧς ἀρχὴ δημοκρατίας ἐγένετο.
第三次是内乱之后在梭伦统治下的变革,民主制度自此发端。
τετάρτη δ’ ἡ ἐπὶ Πεισιστράτου τυπαννίς.
第四次是庇西特拉图统治下的僭主政治。
πέμπτη δ’ ἡ μετὰ τῶν τυράννων κατὰλυσιν λυσιν ἡ Κλεισθένους, δημοτικωτέρα τῆς Σόλωνος.
第五次是推翻僭主之后克里斯提尼的变革,比梭伦的更为民主。
ἕκτη δ’ μετὰ τὰ Μηδικά, τῆς ἐξ’ Αρείου πάγου βουλῆς ἐπιστατούσης.
第六次是在希波战争之后,由阿雷奥巴古斯议事会主持国政。
ἑβδόμη δὲ καὶ μετὰ ταύτην, ἥν Ἀριστείσης μὲν ὑπέδειξεν Ἐφιάλτης δ’ ἐπετέλεσεν καταλύσας τὴν Ἀρεοπαγῖτιν βουλήν· ἐν ᾗ πλεῖστα συνέβη τὴν τὴν πόλιν διὰ τοὺς δημαγωγοὺς ἁμαρτάνειν διὰ τὴν τῆς θαλάττης ἀρχήν.
第七次及在此之后的变革,是由阿里斯泰德指明方向、埃菲阿尔特斯废除阿雷奥巴古斯议事会而完成的;在这一政体期间,由于海上霸权,在煽动家们的误导下,城邦犯下了极多的错误。
ὀγδόη δ’ ἡ τῶν τετρακοσίων κοσίων κατάστασις, καὶ μετὰ ταύτην, ἐνάτη δέ, δημοκρατία πάλιν.
第八次是四百人政权的建立,在这之后,第九次是重新恢复的民主制。
δεκάτη δ’ ἡ τῶν τριάκοντα καὶ ἡ τῶν δέκα τυραννίς.
第十次是三十人政权及十人政权的僭主统治。
ἑνδεκάτη δ’ ἡ μετὰ τὴν ἀπὸ Φυλῆς καὶ ἐκ Πειραιέως κάθοδον, ἀφ’ ἧς διαγεγένηται μέχρι τῆς νῦν ἀεὶ προσεπιλαμάνουσα τῷ πλήθει τὴν ἐξουσίαν.
第十一次是在从菲莱和比雷埃夫斯归来之后的变革,自此该政体一直延续至今,不断赋予群众更多的权力。
ἁπάντων γὰρ αὐτὸς αὑτὸν πεποίηκεν ὁ δῆμος κύριον, καὶ πάντα διοικεῖται ψηφίσμασιν καὶ δικαστηρίοις, στηρίοις, ἐν οἷς ὁ δῆμός ἐστιν ὁ κρατῶν.
因为民众自身已使自己成为一切的主宰,一切事务均通过法令和法庭来管理,在这些机构中,民众占据着主导地位。
καὶ γὰρ τῆς βουλῆς κρίσεις εἰς τὸν δημον ἐληλύθασιν. καὶ τοῦτο δοκοῦσι ποιεῖν ὀρθῶς· εὐδιαφθορώτεροι τεροι γὰρ > ὀλίγοι τῶν πολλῶν εἰσιν καὶ κέρδει καὶ χάρισιν.
因为甚至连议事会的审判权也移交给了民众,他们这样做似乎是正确的,因为少数人比多数人更容易因利益和情实而被收买。
μισθοφόρον δ’ ἐκκλησίαν τὸ μὲν πρῶτον ἀπέγνωσαν ποιεῖν· οὐ συλλεγομένων δ’ εἰς τὴν ἐκκλησίαν, αλλὰ πολλὰ σοφιζομένων τῶν πρυτάνεων, ὅπως προσιστῆται τὸ πλῆθος πρὸς τὴν ἐπι|κύρωσιν τῆς χειροτονίας, πρῶτον μὲν Ἀγύρριος ὀβολὸν ἐπόρισεν, μετὰ δὲ τοῦτον Ἡρακλείδης ὁ Κλαζομένιος ὁ βασιλεὺς ἐπικαλούμενος διώβολον, πάλιν δ’ Ἀγύρριος τριώβολον.
起初他们决定不给公民大会发放津贴;但由于人们不来参加大会,普里塔内斯们便想方设法让群众聚集起来对提案进行表决,首先是阿居里奥斯提供了一奥博尔,在其之后,被称为“国王”的克拉佐美奈的赫拉克莱德斯提供了两奥博尔,随后阿居里奥斯再次提供了三奥博尔。

词汇与语法注释

  1. ¦20¦ὑφεῖλε τὰς ὑπολοίπους ἡμέρας — 动词 ὑφαιρέω(秘密夺取、削减)的不定过去时。指阿尔基诺斯秘密缩短或取消了登记(ἀπογραφή)的剩余天数。此举引出了后面表示结果的 ὥστε 从句(“结果使许多人不得不违心地留下”)。
  2. ¦25¦γραψάμενος τὸ ψήφισμα τὸ Θρασυβούλου παρανόμων — 指代违法提案起诉(γραφὴ παρανόμων)的专有名词和句法结构。中动语气动词 γράφομαι(起诉)带有一个表示起诉对象的宾格(τὸ ψήφισμα ψήφισμα)和一个表示起诉罪名的属格(παρανόμων,“违法的”)。
  3. ¦19¦ἀπαγαγὼν τοῦτον ἐπὶ τὴν βουλὴν — 指代将现行犯直接押送给官里以作处置的简易法律程序(ἀπαγωγή,逮捕/押送)。在此,阿尔基诺斯将心怀怨恨的违誓者直接带到议事会(βουλή),并说服他们未经正式审判就将其处决(ἄκριτον ἀποκτεῖναι)。
  4. ¦20¦οὐχ οἷον ... ἀλλὰ — 惯用的对比结构,意为“不仅不……反而……”(或“非但没有……甚至还……”)。在此,它将雅典民主派的慷慨与其它城邦的做法进行对比:其它城邦的民主派“非但没有拿出自己的财产来填补,反而重新瓜分土地”。
  5. ¦20¦ἀφ’ ἧς διαγεγένηται μέχρι τῆς νῦν — 由关系代词 ἧς(先行词为变革 μετάστασις 或政体 πολιτεία)引导的关系从句。动词 διαγίγνομαι 在此作不及物动词,意为“持续、存续”。阴性分词 προσεπιλαμβάνουσα(逐渐增加、进一步获取)与主语(政体)一致,支配与格 τῷ πλήθει 和宾格 τὴν ἐξουσίαν(“不断向民众追加权力”)。

引用这一段

亚里士多德, 雅典政制 §40-41. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:40-41

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。