§42XLII. ἔχει δ’ ἡ νῦν κατάστασις τῆς πολιτείας τόνδε τὸν τρόπονμετέχουσιν μετέχουσιν μὲν τῆς πολιτείας οἱ ἐξ ἀμφοτέρων γεγονότες ἐγγράφονται δ’ εἰς τοὺς δημότας ὁκτωκαίδεκα ἔτη γεγονότες.
XLII. 现行的政体状况如下:父母双方均为公民所生者享有公民权,并在年满十八岁时被登记入区民名册。
ὅταν δ’ ἐγγράφωνται διαψηφίζονται περὶ αὐτῶν ὀμόσαντες οἱ δημοται, πρῶτον μὲν εἰ δοκοῦσι γεγονέναι τὴν ἡλικίαν τὴν ἐκ τοῦ νόμου, κἂν μὴ δόξωσι, ἀπέρχονται πάλιν εἰς παῖδας, δεύτερον δ’ εἰ ἐλεύθερός ἐστι καὶ γέγονε κατὰ τοὺς νόμους.
在他们被登记时,区民们须宣誓并对他们进行投票表决:第一,他们是否被认为已达到法律规定的年龄,如果被认为没有达到,则重新退回儿童之列;第二,他是否为自由人,且其出生是否符合法律规定。
ἔπειτ’ ἂν μὲν ἀποψηφίσωνται μὴ εἶναι ἐλεύθερον, ὁ μὲν ἐφίησιν εἰς τὸ δικαστήριον, οἱ δὲ δημόται κατηγόρους αἱροῦνται πέντε [ἄν]δρας ἐξ κἄν μὲν μὴ δόξῃ δικαίως ἐγγράφεσθαι, πωλεῖ τοῦτον ἡ πόλις· ἐὰν δὲ νικήσῃ, τοῖς δ]ημόταις ἐπάναγκες ἐγγράφειν.
随后,如果区民们投票表决他不是自由人,他可上诉至法庭,而区民们则从他们自身中选出五名男子作为控告人。 如果他被判定为无权登记,国家便将其售卖为奴;但如果他胜诉,区民们必须强制将其登记。
μετὰ δὲ ταῦτα δ[οκ]ιμάζει τοῦς ἐγγραφέντας ἡ βουλή, κἄν τις δόξ[ῃ] νεώτερος ὀκτωκαίδεκ’ ἐτῶν εἶναι, ζημιοῖ τ[ο]ὺς δημότας τοὺς ἐγγράψαντας.
在这之后,议事会审查已登记的人,如果有人被认为小于十八岁,议事会将对登记他的区民处以罚款。
ἐπὰν ἐπὰν δὲ ἐπὰν δὲ δοκιμασθῶσιν ἔφηβοι, συλλεγέντες οἱ πατέρες αὐτῶν [κ]ατὰ φυλὰς ὀμόσαντες τρεῖς ἐκ τῶν φυλετῶν τῶν ὑπὲρ τετταράκοντα ἔτη γεγονότων, οὕς ἡγῶνται βελτίστους εἶναι καὶ ἐπιτηδειοτάτους ἐπιμελεῖθαι τῶν ἐφήβων, ἐκ δὲ τούτων ὁ δὴμος ἕνα τῆς φυλῆς ἑκάστης χειποτονεῖ σωφρονιστὴν καὶ κοσμητὴν ἐκ τῶν ἄλλων Ἀθηναίων ἐπὶ πάντας.
当青年们(艾菲比)通过审查后,他们的父亲们按部族聚集起来并宣誓,从四十岁以上的部族成员中挑选三人,即他们认为最优秀、最适合照顾青年们的人;接着从这些人中,民众通过举手投票,为每个部族选出一名监护官(sophronistes),并从其他雅典人中选出一名总监(kosmetes)来主管所有人。
συλλαβόντες δ’ οὗτοι τοὺς ἐφήβους, πρῶτον μὲν τὰ ἱερὰ περιῆλθον, εἶτ’ εἰς Πειραιέα πορεύονται καὶ φρουροῦσιν οἱ μὲν τὴν Μουνιχίαν οἱ δὲ τὴν Ἀκτήν.
这些人接管青年们后,首先周游各个神庙,然后前往比雷埃夫斯,一部分人守卫慕尼基亚,另一部分人守卫阿克特。
χειροτ[ο]νεῖ δὲ καὶ παιδοτρίβας αὐτοῖς δύο, καὶ διδασκάλους, οἵτινες ὁπλομαχεῖν καὶ τοξεύειν καὶ ἀκοντίζειν καὶ καταπάλτην ἀφιέναι διδάσκουσιν.
民众还通过举手投票为他们选出两名体育教练(paidotribai),以及教导他们进行重装步兵格斗、射箭、投枪和发射弹射器的教官。
δίδωσι δὲ καὶ εἰς τροφ[ὴν] τοῖς μὲν σωφρονισταὶς δραχμὴν ݲ ἑκάστῳ, τοῖς δ’ ἐφήβοις τέτταρας ὀβολοὺς ἑκάστῳ· τὰ δὲ τῶν φυλετῶν τῶν αὑτοῦ λαμβάνων ὁ σωφρονιστὴς ἕκαστος ἀγοράζει τὰ ἐπιτήδεια πᾶσιν εἰς τὸ κοινὸν (συσσιτοῦσι γὰρ κατὰ φυλάς), καὶ ἄλλων ἐπιμελεῖται πάντων.
国家还发放维持生活费,给每位监护官一德拉克马,给每位青年四奥博尔;各部族的监护官领取本部族青年的经费,共同为所有人购买生活必需品(因为他们按部族共同进餐),并负责管理所有其他事务。
καὶ τὸν μὲν πρῶτον ἐνιαυτὸν οὕτως διάγουσι· τὸν δ’ ὕστερον ἐκκλησίας ἐν τῷ θεάτρῳ γενομένης ἐποδειξάμενοι τῷ δήμῳ τὰ τερὶ τὰς τάξεις καὶ λανόντες ἀσπίδα καὶ δόρυ παρὰ τῆς πόλεως περιπολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακτηρίοις.
他们就这样度过第一年;第二年,当在剧场举行公民大会时,他们向民众展示他们的队列操练,并从国家领取盾牌和长矛,随后巡逻国土,在哨所中度过时光。
φρουροῦσι δὲ τὰ δύο ἔτη, χλαμύδας ἔχοντες, καὶ ἀτελεῖς εἰσι πάντων· δίκ[η]ν οὔτε διδόασιν οὔτε λαμβάνουσιν, ἵνα μὴ πρό[φ]ασις ᾗ τ[ο]ῦ ἀπιέναι, πλὴν περὶ κλήρου καὶ ἐπιλή[ρου], κἄν τ[ι]νι κατὰ τὸ γένος ἱερωσύνη γένηται.
他们穿着军用斗篷(chlamydes)值勤两年,并免除一切赋税;他们既不起诉也不应诉,免得有借口脱离岗位,除非涉及遗产或继承女,或者某人因家族世系而获得神职。
διε[ξ]ελθόντων δὲ τῶν δυεῖν ἐτῶν ἤδη μετὰ τῶν ἄλλων εἰσίν.
两年届满之后,他们便已置身于其他公民之中。