← アリストテレス

アテナイ人の国制

§40-41

アルキノスの施策とアテナイ国制の十一の変革

アルキノスが講じた和解維持のための超法規的措置と、他都市に類を見ないアテナイの寛大な財政的処置について語られる。また、イオンから現在に至るアテナイ国制の十一回にわたる変革の歴史が要約され、民主政の現状と民会手当の変遷が述べられる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§40

​XL. γενομένων δὲ τοιούτων τῶν διαλύσεων, καὶ φοβουμένων ὅσοι μετὰ τῶν τριάκοντα συνεπολέμησαν, καὶ πολλῶν μὲν ἐπινοούντων ἐξοικεῖν ἀναβαλλομένων δὲ τὴν ἀπογραφὴν εἰς τὰς ἐσχάτας ἡμέρας, ὅπερ εἰώθασιν ποιεῖν ἅπαντες, Ἀρχῖνος συνιδὼν τὸ πλῆθος καὶ βουλόμενος κατασχεῖν αὐτοὺς ὑφεῖλε τὰς ὑπολοίπους ἡμέρας1 τῆς ἀπογραφῆς, ὥστε συναναγκασθῆναι μένειν πολλοὺς ἄκοντας ἕως ἐθάρρησαν. καὶ δοκεῖ τοῦτό τε πολιτεύσασθαι καλῶς Ἀρχῖνος καὶ μετὰ ταῦτα γραψάμενος τὸ ψήφισμα τὸ Θρασυβούλου παρανόμων,2 ἐν ᾧ μετεδίδου τῆς πολιτείας πᾶσι τοῖς ἐκ Πειραιέως συγκατελθοῦσι, ὧν ἔνιοι φανερῶς ἦσαν δοῦλοι, καὶ τρίτον, ἐπεί τις ἤρξατο τῶν κατεληλυθότων μνησικακεῖν ἀπαγαγὼν τοῦτον ἐπὶ τὴν βουλὴν3 καὶ πείσας ἄκριτον ἀποκτεῖναι, λέγων ὅτι νῦν δείξουσιν εἰ βούλονται τὴν δημοκρατίαν σῴζειν καὶ τοῖς ὅρκοις ἐμμένειν· ἀφέντας μὲν γὰρ τοῦτον προτρέψειν καὶ τοὺς ἄλλους, ἐὰν δ’ ἀνέλωσιν, παράδειγμα ποιήσειν ἅπασιν. ὅπερ καὶ συνέπεσεν· ἀποθανόντος γὰρ οὐδεὶς πώποτε ὕστερον ἐμνησικάκησεν. ἀλλὰ δοκοῦσιν κάλλιστα δὴ καὶ πολιτικώτατα ἁπάντων καὶ ἰδίᾳ καὶ κοινῇ χρήσασθαι ταῖς προγεγενημέναις συμφοραῖς· οὐ γὰρ μόνον τὰς περὶ τῶν προτέρων αἰτίας ἐξήλειψαν, ἀλλὰ καὶ τὰ χρήματα Λακεδαιμονίοις, ἃ οἱ τριάκοντα πρὸς τὸν πόλεμον ἔλαβον, ἀπέδοσαν κοινῇ, κελευουσῶν τῶν συνθηκῶν ἑκατέρους ἀποδιδόναι χωρὶς τούς τ’ ἐκ τοῦ ἄστεως καὶ τοὺς ἐκ τοῦ Πειραιέως, ἡγούμενοι τοῦτο πρῶτον ἄρχειν δεῖν τῆς ὁμονοίας· ἐν δὲ ταῖς ἄλλαις πόλεσιν οὐχ οἷον ἔτι προστιθέασιν τῶν οἰκείων οἱ δημοκρατήσαντες, ἀλλὰ4 καὶ τὴν | χώραν ἀνάδαστο[ν] ποιοῦσιν. διελύθησαν δὲ καὶ πρὸς τοὺς ἐν Ἐλευσῖνι [κατο]ικήσαντας ἔτει τρίτῳ μετὰ τὴν ἐξοίκησιν, ἐπὶ Ξε[ναι]νέτου ἄρχοντος.

​XL. このように和解が成立し、三十人とともに戦った人々が恐れており、また多くの者が移住を計画しながらも、誰もがしがちなように登録を最終日まで先延ばしにしていた時、アルキノスは、その数の多さを見て取り、彼らを引き留めたいと考え、登録の残りの日数を密かに削減した。その結果、多くの者が、自信を得るまで、不本意ながら留まることを余儀なくされた。そして、アルキノスはこの件において見事な政治的手腕を発揮したと思われる。またこの後、トラシュブウロスの民議会決議案を違法として告訴した際にも同様であった。その決議案において、トラシュブウロスは、ペイライエウスからともに帰還した者すべてに市民権を与えようとしていたが、彼らのうち何人かは明らかに奴隷であった。そして第三に、帰還した者たちの一人が怨恨を抱いて告発し始めた時、彼を評議会に引き立て、裁判にかけることなく処刑するよう評議会を説得したことである。その際、彼は、今こそ彼らが民主政を維持し誓いを守る意志があるかを示す時であると主張した。というのも、もしこの者を放免すれば他の者たちをも唆すことになるが、もし処刑すればすべての人にとっての見せしめとなるからである。これは実際にその通りになった。彼が処刑されてからは、後に誰も二度と怨恨を蒸し返すことはなかったからである。むしろ、アテナイ人たちは、過去に生じた災難に対して、個人としても共同体としても、あらゆる人々の中で最も見事かつ政治的に対処したと思われる。なぜなら、彼らは過去の出来事に関する非難を払拭しただけでなく、三十人が戦争のために借り入れた資金を、ラケダイモン人に対して共同で返済したからである。条約は、市内の者たちとペイライエウスからの者たちがそれぞれ個別に返済することを命じていたにもかかわらず、彼らはこれが和合の第一歩となるべきだと考えたのである。しかし他の諸都市では、民主政を樹立した者たちが自らの財産から手出しをするどころか、土地の再分配まで行うのが常である。また彼らは、エレウシスに居住した者たちとも、移住から三年目に、クセナイネトスがアーコンの時に和解した。

§41

​XLI. ταῦτα μὲν οὖν ἐν τοῖς ὕστε[ρο]ν συνέβη γενέσθαι καιροῖς, τότε δὲ κύριος ὁ δῆμος γενόμενος τῶν πραγμάτων ἐνεστήσατο τὴν [νῦν] οὖσαν πολιτείαν, ἐπὶ Πυθοδώρου μὲν ἄρχοντος, † δοκοῦντος δὲ δικαίως τοῦ δήμου λαβεῖν τὴν π[ο]λιτείαν διὰ τὸ ποιήσασθαι τὴν κάθοδον δι’ αὑτοῦ τὸν δῆμον †. ἦν δὲ τῶν μεταβολῶν ἑνδεκάτη τὸν ἀριθμὸν αὕτη. πρώτη μὲν γὰρ ἐγένετο μετάστασις τῶν ἐξ ἀρχῆς, Ἴωνος καὶ τῶν μετ’ αὐτοῦ συνοικησάντων· τότε γὰρ πρῶτον εἰς τὰς τέτταρας συνενεμήθησαν φυλὰς καὶ τοὺς φυλοβασιλέας κατέστησαν. δευτέρα δὲ καὶ πρώτη μετὰ ταύτη[ν], ἔχουσα πολιτείας τάξιν, ἡ ἐπὶ Θησέως γενομένη, μικρὸν παρεγκλίνουσα τῆς βασιλικῆς. μετὰ δὲ ταύτην ἡ ἐπὶ Δράκοντος, ἐν ᾗ καὶ νόμους ἀνέγραψαν πρῶτον. τρίτη δ’ ἡ μετὰ τὴν στάσιν ἡ ἐπὶ Σόλωνος, ἀφ’ ἧς ἀρχὴ δημοκρατίας ἐγένετο. τετάρτη δ’ ἡ ἐπὶ Πεισιστράτου τυραννίς. πέμπτη δ’ ἡ μετὰ <τὴν> τῶν τυράννων κατάλυσιν ἡ Κλεισθένους, δημοτικωτέρα τῆς Σόλωνος. ἕκτη δ’ ἡ μετὰ τὰ Μηδικά, τῆς ἐξ Ἀρείου πάγου βουλῆς ἐπιστατούσης. ἑβδόμη δὲ καὶ μετὰ ταύτην, ἣν Ἀριστείδης μὲν ὑπέδειξεν Ἐφιάλτης δ’ ἐπετέλεσεν καταλύσας τὴν Ἀρεοπαγῖτιν βουλήν· ἐν ᾗ πλεῖστα συνέβη τὴν πόλιν διὰ τοὺς δημαγωγοὺς ἁμαρτάνειν διὰ τὴν τῆς θαλάττης ἀρχήν. ὀγδόη δ’ ἡ τῶν τετρακοσίων κατάστασις, καὶ μετὰ ταύτην, ἐνάτη δέ, δημοκρατία πάλιν. δεκάτη δ’ ἡ τῶν τριάκοντα καὶ ἡ τῶν δέκα τυραννίς. ἑνδεκάτη δ’ ἡ μετὰ τὴν ἀπὸ Φυλῆς καὶ ἐκ Πειραιέως κάθοδον, ἀφ’ ἧς διαγεγένηται μέχρι τῆς νῦν5 ἀεὶ προσεπιλαμβάνουσα τῷ πλήθει τὴν ἐξουσίαν. ἁπάντων γὰρ αὐτὸς αὑτὸν πεποίηκεν ὁ δῆμος κύριον, καὶ πάντα διοικεῖται ψηφίσμασιν καὶ δικαστηρίοις, ἐν οἷς ὁ δῆμός ἐστιν ὁ κρατῶν. καὶ γὰρ αἱ τῆς βουλῆς κρίσεις εἰς τὸν δῆμον ἐληλύθασιν. καὶ τοῦτο δοκοῦσι ποιεῖν ὀρθῶς· εὐδιαφθορώτεροι γὰρ <οἱ> ὀλίγοι τῶν πολλῶν εἰσιν καὶ κέρδει καὶ χάρισιν. μισθοφόρον δ’ ἐκκλησίαν τὸ μὲν πρῶτον ἀπέγνωσαν ποιεῖν· οὐ συλλεγομένων δ’ εἰς τὴν ἐκκλησίαν, ἀλλὰ πολλὰ σοφιζομένων τῶν πρυτάνεων, ὅπως προσιστῆται τὸ πλῆθος πρὸς τὴν ἐπικύρωσιν τῆς χειροτονίας, πρῶτον μὲν Ἀγύρριος ὀβολὸν ἐπόρισεν, μετὰ δὲ τοῦτον Ἡρακλείδης ὁ Κλαζομένιος ὁ βασιλεὺς ἐπικαλούμενος διώβολον, πάλιν δ’ Ἀγύρριος τριώβολον.

​XLI. これらのことは後になって起こった出来事であるが、当時、国政の主権を握った民衆は、ピュトドロスがアーコンの時に、現在ある国制を確立した。そして、民衆が自らの力で帰還を成し遂げたという理由から、民衆が正当に国制を手に入れたと考えられた。この変化は、数にして十一回目の変革であった。というのも、最初の移行は、最初の状態から、イオンと彼とともに共同居住した者たちのもとで生じた。そのとき初めて、彼らは四つの部族に分けられ、部族王たちが任命された。第二の変革であり、また最初の変革の後に国制の秩序を持つものとなったのは、テセウスのもとで生じたもので、王政からわずかに逸脱したものであった。この後の変革はドラコンのもとでのものであり、このとき初めて法律が書き留められた。第三は内紛の後のソロンのもとでの変革であり、ここから民主政の端緒が開かれた。第四はペイシストラトスのもとでの僭主政である。第五は僭主たちの打倒の後のクレイステネスのもとでの変革であり、ソロンのものよりも民主的であった。第六はペルシア戦争の後の変革であり、アレオパゴス評議会が国政を監督していた。第七であり、またこの後の変革は、アリステイデスが道を示し、エフィアルテスがアレオパゴス評議会を解体することで完成させたものであった。この国制期において、海上支配のために、民衆指導者たちによって、都市は極めて多くの過ちを犯すことになった。第八は四百人政権の樹立であり、この後の第九は再びの民主政であった。第十は三十人政権、および十人政権による支配であった。第十一は、ピュレおよびペイライエウスからの帰還の後の変革であり、これ以降、民衆へ常により多くの権限を付与しつつ、現在に至るまで継続している。なぜなら、民衆みずからがすべてにおいて自分自身を主権者とし、すべてが民議会決議と、民衆が支配権を握る民衆裁判所によって管理されているからである。実際、評議会の裁判権さえも民衆のもとへと移行した。そして彼らはこれを正しく行っていると思われる。なぜなら、少数の者は多数の者よりも、利得や情実によって買収されやすいからである。彼らは最初、民会に手当を支給することを拒絶していた。しかし、人々が民会に集まらず、挙手採決の承認のために多数の者を参集させようと、プリュタネイスたちが多くの策略を弄したため、まずアギュリオスが1オボロスを提供し、その後「王」と呼ばれたクラゾメナイのヘラクレイデスが2オボロスを、そして再びアギュリオスが3オボロスを提供した。

構文注5 件
  1. 40.1ὑφεῖλε τὰς ὑπολοίπους ἡμέρας

    「密かに取り除く、削減する」を意味する ὑφαιρέω のアオリスト。登録期限(ἀπογραφή)の残りの日数をアルキノスが「切り詰めた(密かに削った)」ことを指す。後続の結果を表す ὥστε 節(「その結果、多くの者が留まらざるを得なくなった」)につながる。

  2. 40.2γραψάμενος τὸ ψήφισμα τὸ Θρασυβούλου παρανόμων

    違法提案起訴(γραφὴ παρανόμων)を指す表現。動詞 γράφομαι(中動態:告発する)が起訴の対象(τὸ ψήφισμα)を対格に、起訴の事由(παρανόμων, 「法に反する」の属格)を属格に伴っている。

  3. 40.2ἀπαγαγὼν τοῦτον ἐπὶ τὴν βουλὴν

    犯行現行犯等を裁判官のもとへ引き立てる簡易手続き(ἀπαγωγή, アパゴーゲー)を指す分詞。ここではアルキノスが怨恨告発者を直接評議会(βουλή)へ連行し、正規の裁判手続きを経ずに即決処刑(ἄκριτον ἀποκτεῖναι)するよう説得した様子が記述されている。

  4. 40.3οὐχ οἷον ... ἀλλὰ

    慣用的な対比表現で、「〜するどころか、むしろ…」を意味する。ここでは、民主政を樹立した者たちが「自らの財産から手出しをするどころか、土地の再分配まで行う」という他都市の例とアテナイの寛大な処置を対比させている。

  5. 41.2ἀφ’ ἧς διαγεγένηται μέχρι τῆς νῦν

    関係代名詞 ἧς(先行詞は変革 μετάστασις または国制 πολιτεία)から始まる関係節。διαγίγνομαι はここでは「継続する、存続する」という自動詞の意味で、分詞 προσεπιλαμβάνουσα(さらに追加で受け取る、獲得する)が主語の「国制」に係り、与格 τῷ πλήθει に対格 τὴν ἐξουσίαν を与える(「民衆に権力をますます追加していく」)という構造をとる。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(49 件・最終 2026-10-12)
  • 2026-10-12 AI校閲 — 注 1 件
  • 2026-10-12 AI校閲 — 訳文 2 件
  • 2026-10-12 底本との照合 — 原文 2 件
  • 2026-10-11 底本との照合 — 原文 42 件
  • 2026-09-30 表記の統一 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:40-41