Humanitext Reader

埃斯库罗斯 · 阿伽门农 §928-1032

阿伽门农踏上紫毯与歌队的不祥预感

第 10 段,共 17 段 · 希腊语

内容简介

阿伽门农在克吕泰涅斯特拉的极力劝说下妥协,虽心怀对神明惩罚的恐惧,仍践踏着紫色织物步入殿堂,并叮嘱善待卡珊德拉。随后,歌队唱起了对无法抗拒的命运与不祥预感的悲歌。

§928θεοῦ μέγιστον δῶρον.
(阿伽门农)那才是神明最大的恩赐。
ὀλβίσαι δὲ χρὴ §929βίον τελευτήσαντ᾽ ἐν εὐεστοῖ φίλῃ.
我们应当称赞在亲切的繁荣中结束一生的人为幸福之人。
§930εἰ πάντα δ᾽ ὣς πράσσοιμ᾽ ἄν, εὐθαρσὴς ἐγώ.
如果我万事皆能如此行事,我便无所畏惧。
§931καὶ μὴν τόδ᾽ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.
(克吕泰涅斯特拉)然而,请对我说出此话,切勿违背我的心愿。
§932γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ᾽ ἐμέ.
(阿伽门农)你要知道,我决不会败坏我的决意。
§933ηὔξω θεοῖς δείσας ἂν ὧδ᾽ ἔρδειν τάδε;
(克吕泰涅斯特拉)难道你是因为惧怕神明,才立誓如此行事的吗?
§934εἴπερ τις, εἰδώς γ᾽ εὖ τόδ᾽ ἐξεῖπον τέλος.
(阿伽门农)如果有人知道,我便是在充分知情下宣告了这一最终决定。
§935τί δ᾽ ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδ᾽ ἤνυσεν;
(克吕泰涅斯特拉)那么你认为,如果普里阿摩斯完成了这番伟业,他会怎么做?
§936ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ.
(阿伽门农)我认为他必定会在华丽的织物上行进。
§937μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον.
(克吕泰涅斯特拉)既然如此,就不要畏惧世人的指责。
§938φήμη γε μέντοι δημόθρους μέγα σθένει.
(阿伽门农)然而,民众喧嚷的传言拥有巨大的力量。
§939ὁ δ᾽ ἀφθόνητός γ᾽ οὐκ ἐπίζηλος πέλει.
(克吕泰涅斯特拉)但是,不招人嫉妒的人,也无法得到羡慕。
§940οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης.
(阿伽门农)渴望争斗,绝非妇人之举。
§941τοῖς δ᾽ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.
(克吕泰涅斯特拉)但是,对于幸福之人来说,哪怕是让步也是相称的。
§942ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις;
(阿伽门农)难道你也如此看重这场争斗的胜利吗?
§943πιθοῦ: κράτος μέντοι πάρες γ᾽ ἑκὼν ἐμοί.
(克吕泰涅斯特拉)顺从我吧;但请你甘愿将胜利让给于我。
§944ἀλλ᾽ εἰ δοκεῖ σοι ταῦθ᾽, ὑπαί τις ἀρβύλας §945λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός.
(阿伽门农)好吧,如果你执意如此,就让谁人快来解开我的靴子,这作为双足奴隶的下履。
§946καὶ τοῖσδέ μ᾽ ἐμβαίνονθ᾽ ἁλουργέσιν θεῶν §947μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος.
当我践踏着这些神圣的紫色织物时,愿神明之眼的嫉妒不要从远处击中我。
§948πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶν §949φθείροντα πλοῦτον ἀργυρωνήτους θ᾽ ὑφάς.
因为用双足损毁家宅,糟蹋财富和银购的织物,乃是极大的羞耻。
§950τούτων μὲν οὕτω: τὴν ξένην δὲ πρευμενῶς
这些事就到此为止吧。
§951τήνδ᾽ ἐσκόμιζε: τὸν κρατοῦντα μαλθακῶς
请温和地迎入这位异邦女子。
§952θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.
对于仁慈地统治他人者,神明自会从远处予以眷顾。
§953ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.
因为没有人会甘愿戴上奴隶的枷锁。
§954αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον §955ἄνθος, στρατοῦ δώρημ᾽, ἐμοὶ ξυνέσπετο.
而她,是从无数财富中挑选出的最精美的鲜花,作为军队的赐礼跟随着我。
§956ἐπεὶ δ᾽ ἀκούειν σοῦ κατέστραμμαι τάδε, §957εἶμ᾽ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.
既然我已被说服在这些事上顺从你,我便践踏着紫色织物,步入我那宅邸的深处。
§958ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει;
(克吕泰涅斯特拉)海就在那里——谁能将它枯竭?
§959τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον §960κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς.
它滋育着那源源不断、与白银等值的丰沛紫汁,那是染制衣物的染料。
§961οἶκος δ᾽ ὑπάρχει τῶνδε σὺν θεοῖς, ἄναξ, §962ἔχειν: πένεσθαι δ᾽ οὐκ ἐπίσταται δόμος.
大王,蒙神庇佑,我们家有的是这些可供享用;我们的大宅不知贫穷为何物。
§963πολλῶν πατησμὸν δ᾽ εἱμάτων ἂν ηὐξάμην, §964δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις, §965ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ.
为了设计迎回您的生命,若是神谕对我们家有所指示,我甚至愿意发誓践踏无数的衣物。
§966ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ᾽ ἐς δόμους, §967σκιὰν ὑπερτείνασα σειρίου κυνός.
因为只要根基还在,绿叶就会在宅邸繁茂,在天狼星的烈日下遮蔽阴凉。
§968καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν, §969θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν: §970ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ᾽ ὄμφακος πικρᾶς §971οἶνον, τότ᾽ ἤδη ψῦχος ἐν δόμοις πέλει, §972ἀνδρὸς τελείου δῶμ᾽ ἐπιστρωφωμένου.
而当您归来,站在家宅的火炉旁,您便昭示着冬日里迎来的温暖;而当宙斯从苦涩未熟的葡萄中此时宅邸里便会升起凉爽,伴随着一个成熟男子的归来。
§973Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει: §974μέλοι δέ τοι σοὶ τῶνπερ ἂν μέλλῃς τελεῖν.
宙斯,成事之宙斯,成全我的祈愿吧;愿您眷顾您所要成全的一切。
§975τίπτε μοι τόδ᾽ ἐμπέδως §976δεῖμα προστατήριον §977καρδίας τερασκόπου ποτᾶται, §978μαντιπολεῖ δ᾽ ἀκέλευστος ἄμισθος ἀοιδά,
(歌队)为何这盘旋在心头的恐惧,紧紧伫立在我那预知未来的心房前,不断飞舞,唱着不请自来、毫无报酬的预言之歌?
§980οὐδ᾽ ἀποπτύσαι δίκαν §981δυσκρίτων ὀνειράτων §982θάρσος εὐπειθὲς ἵζει §983φρενὸς φίλον θρόνον;
为何那坚定的信心不能像难以辨识的梦境一样,被我心爱的宝座所吐弃?
χρόνος δ᾽ ἐπὶ §984πρυμνησίων ξυνεμβολαῖς §985ψαμμίας ἀκάτας παρή- §986βησεν, εὖθ᾽ ὑπ᾽ Ἴλιον §987ὦρτο ναυβάτας στρατός.
自从系紧船尾缆绳、船只搁浅在沙滩、航海的军队向着特洛伊出发以来,时间已经过去很久。
§988πεύθομαι δ᾽ ἀπ᾽ ὀμμάτων §989νόστον, αὐτόμαρτυς ὤν:
我亲眼见证了他们的归来,我是亲身的见证者。
§990τὸν δ᾽ ἄνευ λύρας ὅμως ὑμνῳδεῖ §991θρῆνον Ἐρινύος αὐτοδίδακτος ἔσωθεν §992θυμός, οὐ τὸ πᾶν ἔχων §993ἐλπίδος φίλον θράσος.
然而,我的内心深处,虽然没有竖琴相伴,却依然自发地唱着复仇女神的哀歌,完全无法抱有希望的甜美信心。
§995σπλάγχνα δ᾽ οὔτι ματᾴζει §996πρὸς ἐνδίκοις φρεσὶν τελεσφόροις §997δίναις κυκλούμενον κέαρ.
我的五脏六腑决非虚妄,我的心房在公正且引向结果的漩涡中剧烈跳动。
§998εὔχομαι δ᾽ ἐπ᾽ ἐμᾶς τοιαῦτ᾽ §999ἐλπίδος ψύθη πεσεῖν §1000ἐς τὸ μὴ τελεσφόρον.
但我祈祷我的这些希望会落空,化为虚无,不得成就。
§1001μάλα γέ τοι τὸ μεγάλας ὑγιείας §1002ἀκόρεστον τέρμα. νόσος γάρ <ἀεὶ> §1003γείτων ὁμότοιχος ἐρείδει,
确实,极度的健康有着无法满足的界限;因为疾病,这仅隔一墙的邻居,正紧紧相逼。
§1005καὶ πότμος εὐθυπορῶν §1007ἀνδρὸς ἔπαισεν ἄφαντον ἕρμα.
而凡人直行的命运,往往会撞上看不见的暗礁。
§1008καὶ τὸ μὲν πρὸ χρημάτων §1009κτησίων ὄκνος βαλὼν §1010σφενδόνας ἀπ᾽ εὐμέτρου, §1011οὐκ ἔδυ πρόπας δόμος §1012πημονᾶς γέμων ἄγαν, §1013οὐδ᾽ ἐπόντισε σκάφος.
若是由于忧虑,用分量适中的投石器将财产的一部分抛弃,从分量适中的投石器抛弃,整个家宅就不会因承载过多的灾祸而沉没,也不会让船只覆没。
§1014πολλά τοι δόσις ἐκ Διὸς ἀμ- §1015φιλαφής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶν §1016νῆστιν ὤλεσεν νόσον.
宙斯丰厚的恩赐,伴随着年复一年田垄的丰收,消除了饥饿的灾病。
§1017τὸ δ᾽ ἐπὶ γᾶν πεσὸν ἅπαξ θανάσιμον §1020προπάροιθ᾽ ἀνδρὸς μέλαν αἷμα τίς ἂν §1021πάλιν ἀγκαλέσαιτ᾽ ἐπαείδων;
然而,一旦致命的黑血落在大地上,又有谁能吟诵咒语将其重新召回?
§1022οὐδὲ τὸν ὀρθοδαῆ §1023τῶν φθιμένων ἀνάγειν §1024Ζεὺς ἀπέπαυσεν ἐπ᾽ εὐλαβείᾳ;
难道宙斯没有为了警示,而制止了那个懂得将死者从逝去中带回的人吗?
§1025εἰ δὲ μὴ τεταγμένα §1026μοῖρα μοῖραν ἐκ θεῶν §1027εἶργε μὴ πλέον φέρειν, §1028προφθάσασα καρδία §1029γλῶσσαν ἂν τάδ᾽ ἐξέχει.
如果神明所定的命运,不曾限制另一重命运获取更多的支配,我的心早已超越了舌头,将这一切倾泻而出。
§1030νῦν δ᾽ ὑπὸ σκότῳ βρέμει §1031θυμαλγής τε καὶ οὐδὲν ἐπελ- §1032πομένα ποτὲ καίριον ἐκτολυπεύσειν
但如今它只能在黑暗中哀叹,内心痛苦,不抱任何希望能将这乱麻理清。

词汇与语法注释

  1. 930εἰ πάντα δ᾽ ὣς πράσσοιμ᾽ ἄν, εὐθαρσὴς ἐγώ. — 引导至省略系动词的“εὐθαρσὴς ἐγώ”的条件句。这里采用了 εἰ 结合 ἄν + 祈愿语气的特殊句式(或者将 ὣς πράσσοιμ᾽ ἄν 视为与 εἰ 连用的潜在祈愿句),表达了一种主观可能性:“如果我凡事都能这样行事,我便会满怀信心。”
  2. 933ηὔξω θεοῖς δείσας ἂν ὧδ᾽ ἔρδειν τάδε; — 小词 ἄν 既可以与分词 δείσας 结合(表示与过去事实相反的假设:“若是感到恐惧的话”),也可以视为与 ηὔξω 结合的倒装(“你会立誓吗?”)。克吕泰涅斯特拉借此反问阿伽门农,是否曾因身处险境惧怕神明而立下如此誓言。
  3. 945πρόδουλον ἔμβασιν ποδός. — “πρόδουλον ἔ幕asin ποδός” 是对 “ἀρβύλας”(靴子)的同格说明。直译为“作为双足奴隶的下履”,拟人化地将靴子比作服务于双脚的仆役。
  4. 956ἐπεὶ δ᾽ ἀκούειν σοῦ κατέστραμμαι τάδε, — 被动完成式动词“κατέστραμμαι”(源自 καταστρέφω,意为“我被征服/被迫顺从”)带有名词目的语“τάδε”以及表示目的的不定式“ἀκούειν”(“听从、服从”)。意为“既然我已被说服在这些事上顺从你”。
  5. 1025εἰ δὲ μὴ τεταγμένα μοῖρα μοῖραν ἐκ θεῶν εἶργε μὴ πλέον φέρειν, — 表达命运之间相互制约的极其复杂的句式:“如果神明预先制定的命运(τεταγμένα μοῖρα)不曾阻碍另一重命运(我内心的预感)获取更多支配(πλέον φέρειν,)的话”。动词“εἶργε”后接“μή”表示阻止。

引用这一段

埃斯库罗斯, 阿伽门农 §928-1032. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg005.humanitext-grc1:928-1032

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。