Humanitext Reader

埃斯库罗斯 · 阿伽门农 §1033-1126

卡珊德拉的沉默与狂乱预言

第 11 段,共 17 段 · 希腊语

内容简介

克吕泰涅斯特拉极力劝说卡珊德拉走下马车步入宅邸,但卡珊德拉始终保持沉默。随后,卡珊德拉开始狂喜预言,向歌队揭示了阿特雷斯家族过去的惨剧以及即将发生阿伽门农遇害的不祥未来。

§1033ζωπυρουμένας φρενός.
在我那如火复燃的心中。
§1035εἴσω κομίζου καὶ σύ, Κασάνδραν λέγω, §1036ἐπεί σ᾽ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις §1037κοινωνὸν εἶναι χερνίβων, πολλῶν μετὰ §1038δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας:
你也进去吧,我说的是卡珊德拉,因为宙斯并未怀着怒意,将你置于我们家中,让你成为祭祀之水的分享者,与许多奴隶一同站在守护家产的祭坛旁。
§1039ἔκβαιν᾽ ἀπήνης τῆσδε, μηδ᾽ ὑπερφρόνει.
从这辆马车上下来吧,切勿傲慢。
§1040καὶ παῖδα γάρ τοι φασὶν Ἀλκμήνης ποτὲ §1041πραθέντα τλῆναι δουλίας μάζης τυχεῖν.
因为人们说,即使是阿尔克墨涅之子,也曾被卖,忍受着吃那奴隶的口粮。
§1042εἰ δ᾽ οὖν ἀνάγκη τῆσδ᾽ ἐπιρρέποι τύχης, §1043ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.
如果这命运的无可奈何确实倾泻于人,那么拥有祖传富贵的家主,乃是极大的幸事。
§1044οἳ δ᾽ οὔποτ᾽ ἐλπίσαντες ἤμησαν καλῶς, §1045ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην.
至于那些出乎意料而获得丰收的暴发户,对待奴隶事事残酷,且毫无分寸。
§1046ἕξεις παρ᾽ ἡμῶν οἷάπερ νομίζεται.
在我们这里,你将得到惯例应得的待遇。
§1047σοί τοι λέγουσα παύεται σαφῆ λόγον.
(歌队)她是对你把话说完,言意明确。
§1048ἐντός δ᾽ ἁλοῦσα μορσίμων ἀγρευμάτων §1049πείθοι᾽ ἄν, εἰ πείθοι᾽: ἀπειθοίης δ᾽ ἴσως.
既然你已落入命运的罗网之中,若能听从就听从吧;但你或许会抗拒。
§1050ἀλλ᾽ εἴπερ ἐστὶ μὴ χελιδόνος δίκην §1051ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη, §1052ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ.
(克吕泰涅斯特拉)然而,除非她像燕子一样,拥有一种无法理解的蛮族语言,我是在她能理解的范围内说话,用言语说服她。
§1053ἕπου.
(歌队)跟她去吧。
τὰ λῷστα τῶν παρεστώτων λέγει.
她说的乃是眼前最妥善的办法。
§1054πιθοῦ λιποῦσα τόνδ᾽ ἁμαξήρη θρόνον.
听从她,离开这车上的座位吧。
§1055οὔτοι θυραίᾳ τῇδ᾽ ἐμοὶ σχολὴ πάρα §1056τρίβειν: τὰ μὲν γὰρ ἑστίας μεσομφάλου
(克吕泰涅斯特拉)我可没有闲暇在门外磨蹭。
§1057ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πυρός, §1058ὡς οὔποτ᾽ ἐλπίσασι τήνδ᾽ ἕξειν χάριν.
因为在中央神圣火炉旁,羊群已然伫立,等待着烈火的宰杀,因为我们从未奢望过能获得这份恩典。
§1059σὺ δ᾽ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει.
如果你打算照做,就不要拖延。
§1060εἰ δ᾽ ἀξυνήμων οὖσα μὴ δέχει λόγον, §1061σὺ δ᾽ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.
但若你听不懂,无法接受我的话语,那就不要用声音,用你蛮族的手势来示意。
§1062ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ §1063δεῖσθαι: τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.
(歌队)这位异邦女子似乎需要一个明白的翻译;她的举止就像一头刚被捕获的野兽。
§1064ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν, §1065ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον §1066ἥκει, χαλινὸν δ᾽ οὐκ ἐπίσταται φέρειν, §1067πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.
(克吕泰涅斯特拉)她确实是疯了,听从着邪恶的心思,她离开了那座刚被攻陷的城市来到这里,却还不知如何忍受缰绳,直到她吐尽那血腥狂怒的泡沫。
§1068οὐ μὴν πλέω ῥίψασ᾽ ἀτιμασθήσομαι.
我决不愿再说更多的话来受辱。
§1069ἐγὼ δ᾽, ἐποικτίρω γάρ, οὐ θυμώσομαι.
(歌队)但我,因为我可怜她,并不会发怒。
§1070ἴθ᾽, ὦ τάλαινα, τόνδ᾽ ἐρημώσασ᾽ ὄχον, §1071εἴκουσ᾽ ἀνάγκῃ τῇδε καίνισον ζυγόν.
来吧,可怜的人,离开这辆马车,顺从这无可奈何,接受这崭新的轭吧。
§1072ὀτοτοτοτοῖ πόποι δᾶ.
(卡珊德拉)哦哆哆哆哆! 呸呸! 大地啊!
§1073ὦπολλον ὦπολλον.
阿波罗! 阿波罗!
§1074τί ταῦτ᾽ ἀνωτότυξας ἀμφὶ Λοξίου;
(歌队)你为何因洛克西阿斯而如此哀号?
§1075οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.
因为他绝非那需要哀悼者的神明。
§1076ὀτοτοτοτοῖ πόποι δᾶ.
(卡珊德拉)哦哆哆哆哆! 呸呸! 大地啊!
§1077ὦπολλον ὦπολλον.
阿波罗! 阿波罗!
§1078ἡ δ᾽ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ §1079οὐδὲν προσήκοντ᾽ ἐν γόοις παραστατεῖν.
(歌队)她又一次用不祥的话语呼唤着那位绝不相干在哀恸中侍立的神明。
§1080Ἄπολλον Ἄπολλον
(卡珊德拉)阿波罗! 阿波罗!
§1081ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός.
道路之神,我的毁灭者!
§1082ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.
因为你轻而易举地将我第二次毁灭。
§1083χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.
(歌队)她似乎是要对自己的不幸做出预言。
§1084μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.
那神圣的恩赐,即便是在奴隶的心中也依然留存。
§1085Ἄπολλον Ἄπολλον
(卡珊德拉)阿波罗! 阿波罗!
§1086ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός.
道路之神,我的毁灭者!
§1087ἆ ποῖ ποτ᾽ ἤγαγές με;
啊,你究竟将我带到了哪里?
πρὸς ποίαν στέγην;
带到了怎样的屋檐下?
§1088πρὸς τὴν Ἀτρειδῶν: εἰ σὺ μὴ τόδ᾽ ἐννοεῖς, §1089ἐγὼ λέγω σοι: καὶ τάδ᾽ οὐκ ἐρεῖς ψύθη.
(歌队)带到了阿特雷斯子孙的宅邸;如果你还不明白,我便告诉你:你决不能说这是谎言。
§1090μισόθεον μὲν οὖν, πολλὰ συνίστορα §1091αὐτόφονα κακὰ καὶ ἀρτάνας, §1092ἀνδρὸς σφαγεῖον καὶ πέδον ῥαντήριον.
(卡珊德拉)不,倒不如说是为神所憎恶之家,见证了许多自相残杀的罪恶与绞刑的绳索,男人的宰杀场和滴血的地板!
§1093ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην §1094εἶναι, ματεύει δ᾽ ὧν ἀνευρήσει φόνον.
(歌队)这位异邦女子似乎像猎犬一样嗅觉灵敏,她正在搜寻她即将发现的杀戮。
§1095μαρτυρίοισι γὰρ τοῖσδ᾽ ἐπιπείθομαι: §1096κλαιόμενα τάδε βρέφη σφαγάς, §1097ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.
(卡珊德拉)因为我确信这些证词:这些为自己的被杀而哭泣的婴孩,以及被他们的父亲吃下、烤熟的肉。
§1098ἦμεν κλέος σοῦ μαντικὸν πεπυσμένοι: §1099τούτων προφήτας δ᾽ οὔτινας ματεύομεν.
(歌队)我们确实早已听闻你那预言的名声,但我们决不需要这样的预言者。
§1100ἰὼ πόποι, τί ποτε μήδεται;
(卡珊德拉)哀哉,她究竟在策划着什么?
§1101τί τόδε νέον ἄχος μέγα
这是怎样一种新型的、巨大的痛苦?
§1102μέγ᾽ ἐν δόμοισι τοῖσδε μήδεται κακὸν §1103ἄφερτον φίλοισιν, δυσίατον; ἀλκὰ δ᾽ §1104ἑκὰς ἀποστατεῖ.
在这所宅邸中,她正策划着巨大的罪恶,对亲友而言难以承受,无可救药;而救助却远远避开。
§1105τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων. §1106ἐκεῖνα δ᾽ ἔγνων: πᾶσα γὰρ πόλις βοᾷ.
(歌队)我无法理解这些预言;但先前那些事我是知道的,因为全城都在为此呼喊。
§1107ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς,
(卡珊德拉)啊,狠毒的女人,你竟要成全此事吗?
§1108τὸν ὁμοδέμνιον πόσιν §1109λουτροῖσι φαιδρύνασα—πῶς φράσω τέλος;
那同床共枕的丈夫,在沐浴净身之后——啊,我该如何言说那结局?
§1110τάχος γὰρ τόδ᾽ ἔσται: προτείνει δὲ χεὶρ ἐκ §1111χερὸς ὀρέγματα.
因为这事很快就会发生;一只手接着另一只手伸出,进行打击。
§1112οὔπω ξυνῆκα: νῦν γὰρ ἐξ αἰνιγμάτων §1113ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.
(歌队)我还无法理解;因为如今,在谜题之后,我被那模糊不清的神谕弄得不知所措。
§1114ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται;
(卡珊德拉)啊,啊! 天哪,天哪! 这显现的是什么?
§1115ἦ δίκτυόν τι [γ᾽] Ἅιδου;
难道是哈迪斯的某种罗网吗?
§1116ἀλλ᾽ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία §1117φόνου.
不,倒不如说那同床共枕的妻子正是陷阱,她是杀戮的同谋。
στάσις δ᾽ ἀκόρετος γένει §1118κατολολυξάτω θύματος λευσίμου.
愿那对这家族贪得无厌的复仇女妖,为这应受石击的祭品发出厉声欢呼吧!
§1119ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλει §1120ἐπορθιάζειν;
(歌队)你呼唤着怎样的复仇女神,在这宅邸中发出尖叫?
οὔ με φαιδρύνει λόγος.
你的话无法让我欢欣。
§1121ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς §1122σταγών, ἅτε καιρία πτώσιμος §1123ξυνανύτει βίου δύντος αὐγαῖς.
藏红花色的血滴已然涌上了我的心房,正如致命一击时,伴随着生命陨落的光芒而流尽。
§1124ταχεῖα δ᾽ ἄτα πέλει.
毁灭正迅速降临。
§1125ἂ ἄ, ἰδοὺ ἰδού: ἄπεχε τῆς βοὸς §1126τὸν ταῦρον: ἐν πέπλοισι
(卡珊德拉)啊,啊! 看啊,看啊! 让公牛远离牝牛! 在衣袍中

词汇与语法注释

  1. 1033ζωπυρουμένας φρενός — 修饰前文(第1030-1032行)动词 βρέμει(叹息、呻吟)的属格短语,作为源泉属格或位置属格,表明痛苦的呻吟源于“如火复燃”或“余烬未熄”的内心深处。
  2. 1040παῖδα γάρ τοι φασὶν Ἀλκμήνης — 依赖于主动词 φασίν(据说)的“对格加不定式”(AcI)结构。其中 παῖδα Ἀλκμήνης(阿尔克墨涅之子,即赫拉克勒斯)是不定式 τλῆναι(忍受)的逻辑主语(对格)。
  3. 1110προτείνει δὲ χεὶρ ἐκ χερὸς ὀρέγματα — 短语 χεὶρ ἐκ χερὸς(“手接手地”)描绘了连续不断的动作,以 ὀρέγματα(“伸出的打击”)作为 προτείνει 的宾语,生动地展现了连续袭击的场景。

引用这一段

埃斯库罗斯, 阿伽门农 §1033-1126. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg005.humanitext-grc1:1033-1126

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。