Humanitext Reader

埃斯库罗斯 · 被缚的普罗米修斯 §569-656

伊奥的哀叹与苦难起因的叙述

第 7 段,共 12 段 · 希腊语

内容简介

变形为母牛、被阿耳戈斯的亡灵和牛虻追逐流浪的伊奥来到被缚的普罗米修斯面前,哀叹自己的疯狂与痛苦。她询问普罗米修斯的身份和自己的未来,并在歌队的请求下,开始讲述自己如何获得宙斯的爱并招致赫拉愤怒的起因。

§569τὸν μυριωπὸν εἰσορῶσα βούταν.
我看着那有万只眼的牧人。
§570ὁ δὲ πορεύεται δόλιον ὄμμ᾽ ἔχων, §570aὃν οὐδὲ κατθανόντα γαῖα κεύθει.
他带着狡黠的目光行进,即使他死去了,大地也无法将他隐藏。
§571ἀλλ᾽ ἐμὲ τὰν τάλαιναν §572ἐξ ἐνέρων περῶν κυναγεῖ, πλανᾷ §573τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμαν.
相反,他将我这可怜的人从冥界中出来追猎,并驱使着我四处流浪,让我饥肠辘辘地流浪在海边的沙滩上。
§574ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ §575ἀχέτας ὑπνοδόταν νόμον: ἰὼ ἰὼ πόποι,
在下面,用蜡粘合的芦笛发出声响,那清晰清脆的、令人昏昏欲睡的调子。 啊,啊,天哪!
§576ποῖ μ᾽ ἄγουσ᾽ <ὦ πόποι> τηλέπλανοι πλάναι;
这遥远的流浪之旅要把我带往何方?
§577τί ποτέ μ᾽, ὦ Κρόνιε παῖ, τί ποτε §578ταῖσδ᾽ ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν §579πημοσύναις, ἐή, §580οἰστρηλάτῳ δὲ δείματι δειλαίαν §581παράκοπον ὧδε τείρεις;
克罗诺斯之子啊,为什么,究竟为什么你判定我有过错,而将我套在这些痛苦的枷锁中,啊,用这牛虻追逐的恐惧,折磨我这可怜的、心智失常的人?
§582πυρί <με> φλέξον, ἢ χθονὶ κάλυψον, ἢ ποντίοις §583δάκεσι δὸς βοράν, §584μηδέ μοι φθονήσῃς §585εὐγμάτων, ἄναξ.
用火将我烧尽吧,或者用泥土将我掩埋,或者扔给海里的怪物做食物,王啊,请不要拒绝我的祈求。
§585aἄδην με πολύπλανοι πλάναι §586γεγυμνάκασιν, οὐδ᾽ ἔχω μαθεῖν ὅπα §587πημονὰς ἀλύξω.
漫长的漂泊已经使我疲惫不堪,我甚至无法得知在何处我才能躲避这些痛苦。
§588κλύεις φθέγμα τᾶς βούκερω παρθένου;
你听见这长着牛角的少女的声音了吗?
§589πῶς δ᾽ οὐ κλύω τῆς οἰστροδινήτου κόρης, §590τῆς Ἰναχείας;
普罗米修斯:我怎能听不见那被牛虻驱使而狂乱的少女,伊那科斯的女儿的声音?
ἣ Διὸς θάλπει κέαρ §591ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους §592Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.
她用爱烤炙着宙斯的心,而如今正被赫拉所憎恨,被迫在极漫长的道路上奔驰。
§593πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ᾽ ἀπύεις;
伊奥:你从何处得知并呼喊我父亲的名字?
§594εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν, τίς ἄρα μ᾽, ὦ τάλας, §595τὰν ταλαίπωρον ὧδ᾽ ἔτυμα προσθροεῖς:
请告诉我这不幸的人,你是谁,可怜的人啊,你究竟是谁,竟如此真实地向我这受尽磨难的人说话?
§596θεόσυτόν τε νόσον ὠνόμασας, §597ἃ μαραίνει με χρίουσα κέντροις, ἰώ, §598φοιταλέοις, ἐή.
你指出了那神明降下的疾病,那用狂乱的刺蜇刺我、使我日渐消瘦的病,啊,四处乱窜的刺,啊。
§599σκιρτημάτων δὲ νήστισιν αἰκίαις §600λαβρόσυτος ἦλθον, <Ἥρασ> §601ἐπικότοισι μήδεσι δαμεῖσα.
我忍受着饥饿与跳跃的痛苦,猛烈地奔跑而来,被赫拉愤怒的阴谋所征服。
δυσδαιμόνων §602δὲ τίνες οἵ, ἐή, §603οἷ᾽ ἐγὼ μογοῦσιν;
在不幸的人中,有谁,啊,承受着像我这样的痛苦?
§604ἀλλά μοι τορῶς §605τέκμηρον ὅ τι μ᾽ ἐπαμμένει §606παθεῖν, τί μῆχαρ, ἢ τί φάρμακον νόσου, §607δεῖξον, εἴπερ οἶσθα: §608θρόει, φράζε τᾷ δυσπλάνῳ παρθένῳ.
然而,请向我清楚地指出等待着我去承受的命运是什么;有什么办法,或者有什么治愈这疾病的药方,若是你知晓,便指示我吧;请对这四处流浪的少女说,告诉她吧。
§609λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν, §610οὐκ ἐμπλέκων αἰνίγματ᾽, ἀλλ᾽ ἁπλῷ λόγῳ, §611ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα.
普罗米修斯:我会向你清楚地说明你想知道的一切,不编织谜语,而是用平易的话语,正如同向朋友开口说话是合乎情理的那样。
§612πυρὸς βροτοῖς δοτῆρ᾽ ὁρᾷς Προμηθέα.
你眼前的正是将火赐予凡人的普罗米修斯。
§613ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς, §614τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε;
伊奥:啊,作为凡人共同的恩星而现身、坚忍的普罗米修斯啊,你是因为什么罪过的惩罚才遭受这些?
§615ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους.
普罗米修斯:我刚结束了对自己痛苦的哀悼。
§616οὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί;
伊奥:那你不能把这份恩惠也赐予我吗?
§617λέγ᾽ ἥντιν᾽ αἰτεῖ: πᾶν γὰρ ἂν πύθοιό μου.
普罗米修斯:说吧,你求的是什么;你可以从我这得知一切。
§618σήμηνον ὅστις ἐν φάραγγί σ᾽ ὤχμασε.
伊奥:请告诉我,是谁把你禁锢在这峡谷里的。
§619βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ.
普罗米修斯:决意的是宙斯,动手的是赫菲斯托斯。
§620ποίων δὲ ποινὰς ἀμπλακημάτων τίνεις;
伊奥:那你是在为什么样的过错偿还代价呢?
§621τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον.
普罗米修斯:对你而言,我解释这么多就已经足够了。
§622καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης §623δεῖξον τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.
伊奥:除此之外,还请向我这不幸的人指出,我这不幸的人还要经历多少时间才能到头。
§624τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.
普罗米修斯:不了解这些对你来说,比了解它们更好。
§625μήτοι με κρύψῃς τοῦθ᾽ ὅπερ μέλλω παθεῖν.
伊奥:请不要向我隐瞒我将要遭受的痛苦。
§626ἀλλ᾽ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος.
普罗米修斯:不,我并不是不愿把这个礼物赠予你。
§627τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;
伊奥:那你为什么迟疑着不肯说出全部呢?
§628φθόνος μὲν οὐδείς, σὰς δ᾽ ὀκνῶ θρᾶξαι φρένας.
普罗米修斯:并非吝啬,只是我担心会惊扰你的心神。
§629μή μου προκήδου μᾶσσον ὧν ἐμοὶ γλυκύ.
伊奥:请不要越过我所乐意的程度来为我着想。
§630ἐπεὶ προθυμεῖ, χρὴ λέγειν: ἄκουε δή.
普罗米修斯:既然你如此热切,那我就必须说:听好了。
§631μήπω γε: μοῖραν δ᾽ ἡδονῆς κἀμοὶ πόρε.
歌队:且慢! 也请分给我一份快乐吧。
§632τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον, §633αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας: §634τὰ λοιπὰ δ᾽ ἄθλων σοῦ διδαχθήτω πάρα.
让我们先向她探寻这病痛的根源,听她自己讲述她那毁灭性的遭遇;然后剩下的磨难,再由你来告诉我们。
§635σὸν ἔργον, Ἰοῖ, ταῖσδ᾽ ὑπουργῆσαι χάριν, §636ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός.
普罗米修斯:伊奥,向她们施予恩惠是你的责任,尤其是因为,她们是你父亲的姐妹。
§637ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας §638ἐνταῦθ᾽, ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ §639πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.
因为在这里为自己的遭遇痛哭和悲叹,在这个能够从倾听者那里博得同情之泪的地方,是值得花费时间的。
§640οὐκ οἶδ᾽ ὅπως ὑμῖν <γ᾽> ἀπιστῆσαί με χρή, §641σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε
伊奥:我不知道该如何拒绝你们的请求,你们所渴望知道的一切,都将用清晰的话语得知。
§642πεύσεσθε: καίτοι καὶ λέγουσ᾽ ὀδύρομαι §643θεόσσυτον χειμῶνα καὶ διαφθορὰν §644μορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο.
然而,仅仅是在述说时,我依然为那神降的暴风雨以及我容颜的毁坏而悲叹,叹它如何飞扑向可怜的我。
§645ἀεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι §646ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν §647λείοισι μύθοις “ὦ μέγ᾽ εὔδαιμον κόρη, §648τί παρθενεύει δαρόν, ἐξόν σοι γάμου
因为每到夜晚,总有幻影徘徊在我的闺房里,用甜言蜜语安慰我:『啊,无比幸福的少女,』『既然有机会获得最伟大的婚姻,为何还要长久地守贞呢?
§649τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει §650πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν
』『因为宙斯已被因你而生的爱欲之箭灼烧,』『并渴望与你共谐连理。
§651θέλει: σὺ δ᾽, ὦ παῖ, μὴ ᾽πολακτίσῃς λέχος §652τὸ Ζηνός, ἀλλ᾽ ἔξελθε πρὸς Λέρνης βαθὺν §653λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός, §654ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.
而你,孩子,』『切莫踢开宙斯的床榻,而应当走到勒耳那那丰美』『的草地去,前往你父亲的牧群与牛棚,』『前往你父亲的牧群与牛圈,』『好让宙斯的眼睛能从渴望中得到缓解。
§655τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι §656συνειχόμην δύστηνος, ἔς τε δὴ πατρὶ
』我这不幸的人,整夜都被这样的梦境所缠绕,直到我终于向父亲……

词汇与语法注释

  1. 584μηδέ μοι φθονήσῃς εὐγμάτων — 动词 `φθονέω`(吝啬、拒绝)接人称与格(`μοι`)和事物属格(`εὐγμάτων`),意为“请不要拒绝我的祈求”。
  2. 627μὴ οὐ γεγωνίσκειν — 双重否定词 `μὴ οὐ` 与不定式连用,紧跟在相当于否定意义的疑问或迟疑表达(此处为 `τί μέλλεις;`“你为何迟疑不决?”)之后。
  3. 637ὡς τἀποκλαῦσαι — 连词 `ὡς` 引导原因从句。冠词性不定式 `τἀποκλαῦσαι κἀποδύρασθαι`(痛哭和悲叹)作主语,`ἔχει` 为主动词,`ἀξίαν τριβὴν`(值得的时间消耗)作宾语。
  4. 648ἐξόν — 非人称动词 `ἔξεστι`(允许、可以)的中性单数宾格分词,用作宾格绝对(accusative absolute)结构,表示“在允许的情况下”或“既然可以……”。

引用这一段

埃斯库罗斯, 被缚的普罗米修斯 §569-656. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg003.humanitext-grc1:569-656

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。