Humanitext Reader

埃斯库罗斯 · 被缚的普罗米修斯 §467-568

普罗米修斯传授的技艺与伊俄的登场

第 6 段,共 12 段 · 希腊语

内容简介

普罗米修斯进一步讲述了他赋予人类的医疗、占卜和冶金等多种文明恩惠,而歌队则叹息他无法自救。随后,被变为牛形并在世间流浪的伊俄带着悲痛的呼喊登场。

§467θαλασσόπλαγκτα δ᾽ οὔτις ἄλλος ἀντ᾽ ἐμοῦ §468λινόπτερ᾽ ηὗρε ναυτίλων ὀχήματα.
除了我,没有别人发明了让航海者漂泊于海洋的、具有麻布之翼的船只。
§469τοιαῦτα μηχανήματ᾽ ἐξευρὼν τάλας §470βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμ᾽ ὅτῳ §471τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.
我为凡人发明了如此多的技艺,可怜的我,自己却没有任何智慧能够使我摆脱眼前的痛苦。
§472πέπονθας αἰκὲς πῆμ᾽: ἀποσφαλεὶς φρενῶν §473πλανᾷ, κακὸς δ᾽ ἰατρὸς ὥς τις ἐς νόσον
歌队:你遭受了不体面的灾难;你失去了理智,迷失了方向。
§474πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις §475εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος.
就像一个自己生了病的坏医生,你感到灰心丧气,无法为自己找出用什么样的药物可以治愈。
§476τὰ λοιπά μου κλύουσα θαυμάσει πλέον, §477οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.
普罗米修斯:听完我其余的话,你们会更加惊异,我构想出了怎样的技艺与方法。
§478τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι, §479οὐκ ἦν ἀλέξημ᾽ οὐδέν, οὔτε βρώσιμον, §480οὐ χριστόν, οὔτε πιστόν, ἀλλὰ φαρμάκων
最重要的一点是,如果有人生了病,没有任何防御的手段,无论是食物、药膏还是药水,人们因缺乏药物而日渐虚弱。
§481χρείᾳ κατεσκέλλοντο, πρίν γ᾽ ἐγώ σφισιν §482ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων, §483αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.
直到我向他们展示了温和药剂的配制,凡人借此可以抵御所有的疾病。
§484τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα, §485κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ §486ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους §487ἐγνώρισ᾽ αὐτοῖς: ἐνοδίους τε συμβόλους:
我还整理了多种占卜的方法,并首先从梦境中判别出哪些是必须在现实中发生的,并向他们指明了难以理解的预兆,以及旅途中相遇的征兆。
§488γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς §489διώρισ᾽, οἵτινές τε δεξιοὶ φύσιν §490εὐωνύμους τε, καὶ δίαιταν ἥντινα §491ἔχουσ᾽ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες §492ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι: §493σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα §494ἔχοντ᾽ ἂν εἴη δαίμοσιν πρὸς ἡδονήν, §495χολῆς λοβοῦ τε ποικίλην εὐμορφίαν:
我准确地划分了具有弯爪的猛禽的飞行,指明哪些在天性上是吉兆,哪些是凶兆,以及它们各自有着怎样的生活习性,它们彼此之间有着怎样的敌意、喜爱和群居关系;还有内脏的平滑度,以及呈现出怎样的颜色才能让神明感到欢喜,胆囊和肝叶的多样美态。
§496κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν §497ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην §498ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα §499ἐξωμμάτωσα, πρόσθεν ὄντ᾽ ἐπάργεμα.
我将用油脂包裹的肢骨和长长的腰骨焚烧,引导凡人进入一门难以理解的技艺,并使先前模糊不清的火焰征兆变得清晰可辨。
§500τοιαῦτα μὲν δὴ ταῦτ᾽: ἔνερθε δὲ χθονὸς
这些事情确实如此。
§501κεκρυμμέν᾽ ἀνθρώποισιν ὠφελήματα, §502χαλκόν, σίδηρον, ἄργυρον, χρυσόν τε τίς §503φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;
而至于大地之下为人类隐藏的宝藏,铜、铁、银、金,谁能声称是在我之前发现它们的?
§504οὐδείς, σάφ᾽ οἶδα, μὴ μάτην φλύσαι θέλων.
没有人,我深知这一点,除非他想徒劳地胡言乱语。
§505βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε, §506πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.
用简短的话语总括起来了解吧:凡人所有的技艺都来自普罗米修斯。
§507μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα, §508σαυτοῦ δ᾽ ἀκήδει δυστυχοῦντος: ὡς ἐγὼ
歌队:那么,请不要过度地帮助凡人,而忽视了处于不幸中的你自己。
§509εὔελπίς εἰμι τῶνδέ σ᾽ ἐκ δεσμῶν ἔτι §510λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.
因为我满怀希望,相信你终将从这些束缚中获得释放,其力量绝不亚于宙斯。
§511οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος §512κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς §513δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω:
普罗米修斯:带来终结的命运女神尚未如此注定要实现这些事,只有在被无数的痛苦和灾难折磨之后,我才能摆脱这束缚。
§514τέχνη δ᾽ ἀνάγκης ἀσθενεστέρα μακρῷ.
技术远比必然性微弱。
§515τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;
歌队:那么谁是必然性的掌舵者?
§516Μοῖραι τρίμορφοι μνήμονές τ᾽ Ἐρινύες.
普罗米修斯:三相的命运女神和不忘过去的复仇女神们。
§517τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;
歌队:难道宙斯比她们还要软弱吗?
§518οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.
普罗米修斯:他至少无法逃脱命中注定的惩罚。
§519τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;
歌队:除了永远统治,还有什么命运是注定留给宙斯的?
§520τοῦτ᾽ οὐκέτ᾽ ἂν πύθοιο μηδὲ λιπάρει.
普罗米修斯:这一点你还不能知道,不要再苦苦哀求了。
§521ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.
歌队:你所坚守的秘密一定是非常神圣的。
§522ἄλλου λόγου μέμνησθε, τόνδε δ᾽ οὐδαμῶς §523καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος §524ὅσον μάλιστα: τόνδε γὰρ σῴζων ἐγὼ §525δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω.
普罗米修斯:提及别的话题吧,现在绝非宣告此事的时候,相反它必须被尽可能地遮盖起来;因为通过保守这个秘密,我将能摆脱不体面的束缚和灾难。
§526μηδάμ᾽ ὁ πάντα νέμων §527θεῖτ᾽ ἐμᾷ γνώμᾳ κράτος §528ἀντίπαλον Ζεύς, §529μηδ᾽ ἐλινύσαιμι θεοὺς ὁσίαις §530θοίναις ποτινισσομένα §531βουφόνοις παρ᾽ Ὠκεανοῦ πατρὸς ἄ- §532σβεστον πόρον, §533μηδ᾽ ἀλίτοιμι λόγοις:
歌队:愿那主宰万物的宙斯绝不要将他的力量与我的意志对立;愿我不要怠慢了神明,带着神圣的宰牛祭宴,前往父亲俄刻阿诺斯那永不干涸的流泉之旁;愿我在言语上不要犯下过错。
§534μάλα μοι τοῦτ᾽ ἐμμένοι §535καὶ μήποτ᾽ ἐκτακείη:
愿这愿望在我心中长存,永远不要消逝。
§536ἁδύ τι θαρσαλέαις §537τὸν μακρὸν τείνειν βίον §538ἐλπίσι, φαναῖς §539θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις.
在坚定的希望中延长漫长的生命,并在明朗的欢乐中滋养心灵,这是多么甘美的事啊。
§540φρίσσω δέ σε δερκομένα §541μυρίοις μόχθοις διακναιόμενον
但看到你被无数的劳苦摧残折磨,我感到战栗。
§542???Ζῆνα γὰρ οὐ τρομέων §543ἰδίᾳ γνώμᾳ σέβει §544θνατοὺς ἄγαν, Προμηθεῦ.
因为你不惧怕宙斯,凭着你个人的意志,你过度地尊崇了凡人,普罗米修斯。
§545φέρ᾽ ὅπως ἄχαρις χάρις, ὦ φίλος, εἰ-
来吧,我的朋友,这不求回报的恩惠有何用处?
§546πὲ ποῦ τις ἀλκά;
告诉我凡人的防卫在哪里?
§547τίς ἐφαμερίων ἄρηξις;
朝生暮死的人类有何帮助?
οὐδ᾽ ἐδέρχθης §548ὀλιγοδρανίαν ἄκικυν, §549ἰσόνειρον, ᾇ τὸ φωτῶν §550ἀλαὸν <δέδεται> γένος ἐμπεποδισμένον:
难道你没有看到那如梦一般的、毫无气力的软弱,凡人的盲目种族是如何被其束缚和阻碍的吗?
§551οὔπως τὰν Διὸς ἁρμονίαν §552θνατῶν παρεξίασι βουλαί.
凡人的计划绝不能逾越宙斯的和谐秩序。
§553ἔμαθον τάδε σὰς προσιδοῦσ᾽ ὀλοὰς §554τύχας, Προμηθεῦ.
普罗米修斯,看着你那毁灭性的命运,我明白了这些。
§555τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα §555aτόδ᾽ ἐκεῖνό θ᾽ ὅ τ᾽ ἀμφὶ λουτρὰ §556καὶ λέχος σὸν ὑμεναίουν §557ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον §558ἕδνοις ἄγαγες Ἡσιόναν §560πείθων δάμαρτα κοινόλεκτρον.
而现在飞向我的这支歌,与我们当年在沐浴和你的婚床周围为你唱起的那支婚礼歌是多么不同啊,那时你用聘礼说服并娶了同父的赫西俄涅为共枕之妻。
§561τίς γῆ;
伊奥:这是什么土地?
τί γένος;
什么种族?
τίνα φῶ λεύσσειν §562τόνδε χαλινοῖς ἐν πετρίνοισιν §563χειμαζόμενον;
我该说我看见的是谁被锁在石块的枷锁中经受着风暴折磨?
§564τίνος ἀμπλακίας ποινὰς ὀλέκει;
他因为什么过错而遭到毁灭的惩罚?
§565σήμηνον ὅποι §565aγῆς ἡ μογερὰ πεπλάνημαι.
请告诉我,我这不幸的人走到了大地的什么地方。
§566ἆ ἆ,
啊! 啊!
§567χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος:
又有什么牛虻在刺痛我这可怜的人!
§568εἴδωλον Ἄργου γηγενοῦς, ἄλευ᾽ ἆ δᾶ: φοβοῦμαι,
大地之子阿尔戈斯的幻影——走开,大地啊! 我害怕他。

词汇与语法注释

  1. §470ὅτῳ / τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ — 在由关系代词 `ὅτῳ` 引导的关系从句中,使用了虚拟过去式(`ἀπαλλαγῶ`)。这是将商榷虚拟语气(deliberative subjunctive)转用于关系从句的结构,表示“借此可以……”的目的或可行性。
  2. §481πρίιν γ᾽ ἐγώ σφισιν / ἔδειξα — 由于主句带有否定含义(即“在没有药物的情况下逐渐衰弱”这一事实上的否定状态),接续词 `πρίν` 搭配直陈过去式(`ἔδειξα`),用以表示一个明确的历史事实界限,意为“直到我最终向他们展示”。
  3. §514ἀσθενεστέρα μακρῷ — 与格 `μακρῷ` 与比较级 `ἀσθενεστέρα` 连用,表示“程度之差”(dative of degree of difference),因此意为“远远更弱”或“要微弱得多”。

引用这一段

埃斯库罗斯, 被缚的普罗米修斯 §467-568. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg003.humanitext-grc1:467-568

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。